<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.6-24.171</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.6-24.171</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="24" type="textpart" subtype="book"><l n="6">ὡς δʼ ὅτε νυκτερίδες μυχῷ ἄντρου θεσπεσίοιο</l><l n="7">τρίζουσαι ποτέονται, ἐπεί κέ τις ἀποπέσῃσιν</l><l n="8">ὁρμαθοῦ ἐκ πέτρης, ἀνά τʼ ἀλλήλῃσιν ἔχονται,</l><l n="9">ὣς αἱ τετριγυῖαι ἅμʼ ἤϊσαν· ἦρχε δʼ ἄρα σφιν</l><l n="10">Ἑρμείας ἀκάκητα κατʼ εὐρώεντα κέλευθα.</l><l n="11">πὰρ δʼ ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην,</l><l n="12">ἠδὲ παρʼ Ἠελίοιο πύλας καὶ δῆμον ὀνείρων</l><l n="13">ἤϊσαν· αἶψα δʼ ἵκοντο κατʼ ἀσφοδελὸν λειμῶνα,</l><l n="14">ἔνθα τε ναίουσι ψυχαί, εἴδωλα καμόντων.</l><l n="15">εὗρον δὲ ψυχὴν Πηληϊάδεω Ἀχιλῆος</l><l n="16">καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο</l><l n="17">Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε</l><l n="18">τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐδαο</l><l n="19"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν περὶ κεῖνον ὁμίλεον· ἀγχίμολον δὲ</l><l n="20">ἤλυθʼ ἔπι ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο</l><l n="21">ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσαι ἅμʼ αὐτῷ</l><l n="22">οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.</l><l n="23">τὸν προτέρη ψυχὴ προσεφώνεε Πηλεΐωνος·</l><q type="unspecified"><l n="24"><milestone unit="para" ed="P"/>Ἀτρεΐδη, περὶ μέν σʼ ἔφαμεν Διὶ τερπικεραύνῳ</l><l n="25">ἀνδρῶν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα,</l><l n="26">οὕνεκα πολλοῖσίν τε καὶ ἰφθίμοισιν ἄνασσες</l><l n="27">δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί.</l><l n="28">ἦ τʼ ἄρα καὶ σοὶ πρῶϊ παραστήσεσθαι ἔμελλεν</l><l n="29">μοῖρʼ ὀλοή, τὴν οὔ τις ἀλεύεται ὅς κε γένηται.</l><l n="30">ὡς ὄφελες τιμῆς ἀπονήμενος, ἧς περ ἄνασσες,</l><l n="31">δήμῳ ἔνι Τρώων θάνατον καὶ πότμον ἐπισπεῖν·</l><l n="32">τῷ κέν τοι τύμβον μὲν ἐποίησαν Παναχαιοί,</l><l n="33">ἠδέ κε καὶ σῷ παιδὶ μέγα κλέος ἤραʼ ὀπίσσω·</l><l n="34">νῦν δʼ ἄρα σʼ οἰκτίστῳ θανάτῳ εἵμαρτο ἁλῶναι.</l></q><milestone n="35" unit="card" ed="p"/><l n="35">τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρείδαο·</l><q type="unspecified"><l n="36">ὄλβιε Πηλέος υἱέ, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,</l><l n="37">ὃς θάνες ἐν Τροίῃ ἑκὰς Ἄργεος· ἀμφὶ δέ σʼ ἄλλοι</l><l n="38">κτείνοντο Τρώων καὶ Ἀχαιῶν υἷες ἄριστοι,</l><l n="39">μαρνάμενοι περὶ σεῖο· σὺ δʼ ἐν στροφάλιγγι κονίης</l><l n="40">κεῖσο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.</l><l n="41">ἡμεῖς δὲ πρόπαν ἦμαρ ἐμαρνάμεθʼ· οὐδέ κε πάμπαν</l><l n="42">παυσάμεθα πτολέμου, εἰ μὴ Ζεὺς λαίλαπι παῦσεν.</l><l n="43">αὐτὰρ ἐπεί σʼ ἐπὶ νῆας ἐνείκαμεν ἐκ πολέμοιο,</l><l n="44">κάτθεμεν ἐν λεχέεσσι, καθήραντες χρόα καλὸν</l><l n="45">ὕδατί τε λιαρῷ καὶ ἀλείφατι· πολλὰ δέ σʼ ἀμφὶ</l><l n="46">δάκρυα θερμὰ χέον Δαναοὶ κείροντό τε χαίτας.</l><l n="47">μήτηρ δʼ ἐξ ἁλὸς ἦλθε σὺν ἀθανάτῃς ἁλίῃσιν</l><l n="48">ἀγγελίης ἀΐουσα· βοὴ δʼ ἐπὶ πόντον ὀρώρει</l><l n="49">θεσπεσίη, ὑπὸ δὲ τρόμος ἔλλαβε πάντας Ἀχαιούς·</l><l n="50">καί νύ κʼ ἀναΐξαντες ἔβαν κοίλας ἐπὶ νῆας,</l><l n="51">εἰ μὴ ἀνὴρ κατέρυκε παλαιά τε πολλά τε εἰδώς,</l><l n="52">Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·</l><l n="53">ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q type="unspecified"><l n="54"><milestone unit="para" ed="P"/>ἴσχεσθʼ, Ἀργεῖοι, μὴ φεύγετε, κοῦροι
                        Ἀχαιῶν·</l><l n="55">μήτηρ ἐξ ἁλὸς ἥδε σὺν ἀθανάτῃς ἁλίῃσιν</l><l n="56">ἔρχεται, οὗ παιδὸς τεθνηότος ἀντιόωσα.</l></q><l n="57"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἔσχοντο φόβου μεγάθυμοι
                     Ἀχαιοί·</l><l n="58">ἀμφὶ δέ σʼ ἔστησαν κοῦραι ἁλίοιο γέροντος</l><l n="59">οἴκτρʼ ὀλοφυρόμεναι, περὶ δʼ ἄμβροτα εἵματα ἕσσαν.</l><l n="60">Μοῦσαι δʼ ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ</l><l n="61">θρήνεον· ἔνθα κεν οὔ τινʼ ἀδάκρυτόν γʼ ἐνόησας</l><l n="62">Ἀργείων· τοῖον γὰρ ὑπώρορε Μοῦσα λίγεια.</l><l n="63">ἑπτὰ δὲ καὶ δέκα μέν σε ὁμῶς νύκτας τε καὶ ἦμαρ</l><l n="64">κλαίομεν ἀθάνατοί τε θεοὶ θνητοί τʼ ἄνθρωποι·</l><l n="65">ὀκτωκαιδεκάτῃ δʼ ἔδομεν πυρί, πολλὰ δέ σʼ ἀμφὶ</l><l n="66">μῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς.</l><l n="67">καίεο δʼ ἔν τʼ ἐσθῆτι θεῶν καὶ ἀλείφατι πολλῷ</l><l n="68">καὶ μέλιτι γλυκερῷ· πολλοὶ δʼ ἥρωες Ἀχαιοὶ</l><l n="69">τεύχεσιν ἐρρώσαντο πυρὴν πέρι καιομένοιο,</l><l n="70">πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει</l><l n="71">αὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο,</l><l n="72">ἠῶθεν δή τοι λέγομεν λεύκʼ ὀστέʼ, Ἀχιλλεῦ,</l><l n="73">οἴνῳ ἐν ἀκρήτῳ καὶ ἀλείφατι· δῶκε δὲ μήτηρ</l><l n="74">χρύσεον ἀμφιφορῆα· Διωνύσοιο δὲ δῶρον</l><l n="75">φάσκʼ ἔμεναι, ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο.</l><l n="76">ἐν τῷ τοι κεῖται λεύκʼ ὀστέα, φαίδιμʼ Ἀχιλλεῦ,</l><l n="77">μίγδα δὲ Πατρόκλοιο Μενοιτιάδαο θανόντος,</l><l n="78">χωρὶς δʼ Ἀντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντων</l><l n="79">τῶν ἄλλων ἑτάρων, μετὰ Πάτροκλόν γε θανόντα.</l><l n="80">ἀμφʼ αὐτοῖσι δʼ ἔπειτα μέγαν καὶ ἀμύμονα τύμβον</l><l n="81">χεύαμεν Ἀργείων ἱερὸς στρατὸς αἰχμητάων</l><l n="82">ἀκτῇ ἔπι προὐχούσῃ, ἐπὶ πλατεῖ Ἑλλησπόντῳ,</l><l n="83">ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴη</l><l n="84">τοῖς οἳ νῦν γεγάασι καὶ οἳ μετόπισθεν ἔσονται.</l><milestone n="85" unit="card" ed="p"/><l n="85">μήτηρ δʼ αἰτήσασα θεοὺς περικαλλέʼ ἄεθλα</l><l n="86">θῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσσιν Ἀχαιῶν.</l><l n="87">ἤδη μὲν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησας</l><l n="88">ἡρώων, ὅτε κέν ποτʼ ἀποφθιμένου βασιλῆος</l><l n="89">ζώννυνταί τε νέοι καὶ ἐπεντύνονται ἄεθλα·</l><l n="90">ἀλλά κε κεῖνα μάλιστα ἰδὼν θηήσαο θυμῷ,</l><l n="91">οἷʼ ἐπὶ σοὶ κατέθηκε θεὰ περικαλλέʼ ἄεθλα,</l><l n="92">ἀργυρόπεζα Θέτις· μάλα γὰρ φίλος ἦσθα θεοῖσιν.</l><l n="93">ὣς σὺ μὲν οὐδὲ θανὼν ὄνομʼ ὤλεσας, ἀλλά τοι αἰεὶ</l><l n="94">πάντας ἐπʼ ἀνθρώπους κλέος ἔσσεται ἐσθλόν, Ἀχιλλεῦ,</l><l n="95">αὐτὰρ ἐμοὶ τί τόδʼ ἦδος, ἐπεὶ πόλεμον τολύπευσα;</l><l n="96">ἐν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρον</l><l n="97">Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο.</l></q><l n="98"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="99">ἀγχίμολον δέ σφʼ ἦλθε διάκτορος ἀργεϊφόντης,</l><l n="100">ψυχὰς μνηστήρων κατάγων Ὀδυσῆϊ δαμέντων,</l><l n="101">τὼ δʼ ἄρα θαμβήσαντʼ ἰθὺς κίον, ὡς ἐσιδέσθην.</l><l n="102">ἔγνω δὲ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο</l><l n="103">παῖδα φίλον Μελανῆος, ἀγακλυτὸν Ἀμφιμέδοντα·</l><l n="104">ξεῖνος γάρ οἱ ἔην Ἰθάκῃ ἔνι οἰκία ναίων.</l><l n="105">τὸν προτέρη ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·</l><q type="unspecified"><l n="106"><milestone unit="para" ed="P"/>Ἀμφίμεδον, τί παθόντες ἐρεμνὴν γαῖαν ἔδυτε</l><l n="107">πάντες κεκριμένοι καὶ ὁμήλικες; οὐδέ κεν ἄλλως</l><l n="108">κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους.</l><l n="109">ἦ ὔμμʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν,</l><l n="110">ὄρσας ἀργαλέους ἀνέμους καὶ κύματα μακρά;</l><l n="111">ἦ που ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου</l><l n="112">βοῦς περιταμνομένους ἠδʼ οἰῶν πώεα καλά,</l><l n="113">ἠὲ περὶ πτόλιος μαχεούμενοι ἠδὲ γυναικῶν;</l><l n="114">εἰπέ μοι εἰρομένῳ· ξεῖνος δέ τοι εὔχομαι εἶναι.</l><l n="115">ἦ οὐ μέμνῃ ὅτε κεῖσε κατήλυθον ὑμέτερον δῶ,</l><l n="116">ὀτρυνέων Ὀδυσῆα σὺν ἀντιθέῳ Μενελάῳ</l><l n="117">Ἴλιον εἰς ἅμʼ ἕπεσθαι ἐϋσσέλμων ἐπὶ νηῶν;</l><l n="118">μηνὶ δʼ ἄρʼ οὔλῳ πάντα περήσαμεν εὐρέα πόντον,</l><l n="119">σπουδῇ παρπεπιθόντες Ὀδυσσῆα πτολίπορθον.</l></q><l n="120">τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀμφιμέδοντος·</l><q type="unspecified"><l n="121">Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,</l><l n="122">μέμνημαι τάδε πάντα, διοτρεφές, ὡς ἀγορεύεις·</l><l n="123">σοὶ δʼ ἐγὼ εὖ μάλα πάντα καὶ ἀτρεκέως καταλέξω,</l><l n="124">ἡμετέρου θανάτοιο κακὸν τέλος, οἷον ἐτύχθη.</l><l n="125">μνώμεθʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα·</l><l n="126">ἡ δʼ οὔτʼ ἠρνεῖτο στυγερὸν γάμον οὔτʼ ἐτελεύτα,</l><l n="127">ἡμῖν φραζομένη θάνατον καὶ κῆρα μέλαιναν,</l><l n="128">ἀλλὰ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε·</l><l n="129">στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,</l><l n="130">λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ ἡμῖν μετέειπε·</l><q type="unspecified"><l n="131"><milestone unit="para" ed="P"/>κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος
                        Ὀδυσσεύς,</l><l n="132">μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος</l><l n="133">ἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται,</l><l n="134">Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν</l><l n="135">μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,</l><l n="136">μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,</l><l n="137">αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.</l></q><milestone n="138" unit="card" ed="p"/><l n="138"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς
                     ἀγήνωρ.</l><l n="139">ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,</l><l n="140">νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.</l><l n="141">ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς·</l><l n="142">ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,</l><l n="143">μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,</l><l n="144">καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη,</l><l n="145">καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.</l><l n="146">ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης.</l><l n="147"><milestone unit="para" ed="P"/>εὖθʼ ἡ φᾶρος ἔδειξεν, ὑφήνασα μέγαν ἱστόν,</l><l n="148">πλύνασʼ, ἠελίῳ ἐναλίγκιον ἠὲ σελήνῃ,</l><l n="149">καὶ τότε δή ῥʼ Ὀδυσῆα κακός ποθεν ἤγαγε δαίμων</l><l n="150">ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε συβώτης.</l><l n="151">ἔνθʼ ἦλθεν φίλος υἱὸς Ὀδυσσῆος θείοιο,</l><l n="152">ἐκ Πύλου ἠμαθόεντος ἰὼν σὺν νηῒ μελαίνῃ·</l><l n="153">τὼ δὲ μνηστῆρσιν θάνατον κακὸν ἀρτύναντε</l><l n="154">ἵκοντο προτὶ ἄστυ περικλυτόν, ἦ τοι Ὀδυσσεὺς</l><l n="155">ὕστερος, αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευε.</l><l n="156">τὸν δὲ συβώτης ἦγε κακὰ χροῒ εἵματʼ ἔχοντα,</l><l n="157">πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι</l><l n="158">σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο·</l><l n="159">οὐδέ τις ἡμείων δύνατο γνῶναι τὸν ἐόντα</l><l n="160">ἐξαπίνης προφανέντʼ, οὐδʼ οἳ προγενέστεροι ἦσαν,</l><l n="161">ἀλλʼ ἔπεσίν τε κακοῖσιν ἐνίσσομεν ἠδὲ βολῇσιν.</l><l n="162">αὐτὰρ ὁ τῆος ἐτόλμα ἐνὶ μεγάροισιν ἑοῖσι</l><l n="163">βαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ·</l><l n="164">ἀλλʼ ὅτε δή μιν ἔγειρε Διὸς νοός αἰγιόχοιο,</l><l n="165">σὺν μὲν Τηλεμάχῳ περικαλλέα τεύχεʼ ἀείρας</l><l n="166">ἐς θάλαμον κατέθηκε καὶ ἐκλήϊσεν ὀχῆας,</l><l n="167">αὐτὰρ ὁ ἣν ἄλοχον πολυκερδείῃσιν ἄνωγε</l><l n="168">τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον,</l><l n="169">ἡμῖν αἰνομόροισιν ἀέθλια καὶ φόνου ἀρχήν.</l><l n="170">οὐδέ τις ἡμείων δύνατο κρατεροῖο βιοῖο</l><l n="171">νευρὴν ἐντανύσαι, πολλὸν δʼ ἐπιδευέες ἦμεν.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>