<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.55-24.319</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.55-24.319</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="24" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="55">μήτηρ ἐξ ἁλὸς ἥδε σὺν ἀθανάτῃς ἁλίῃσιν</l><l n="56">ἔρχεται, οὗ παιδὸς τεθνηότος ἀντιόωσα.</l></q><l n="57"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἔσχοντο φόβου μεγάθυμοι
                     Ἀχαιοί·</l><l n="58">ἀμφὶ δέ σʼ ἔστησαν κοῦραι ἁλίοιο γέροντος</l><l n="59">οἴκτρʼ ὀλοφυρόμεναι, περὶ δʼ ἄμβροτα εἵματα ἕσσαν.</l><l n="60">Μοῦσαι δʼ ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ</l><l n="61">θρήνεον· ἔνθα κεν οὔ τινʼ ἀδάκρυτόν γʼ ἐνόησας</l><l n="62">Ἀργείων· τοῖον γὰρ ὑπώρορε Μοῦσα λίγεια.</l><l n="63">ἑπτὰ δὲ καὶ δέκα μέν σε ὁμῶς νύκτας τε καὶ ἦμαρ</l><l n="64">κλαίομεν ἀθάνατοί τε θεοὶ θνητοί τʼ ἄνθρωποι·</l><l n="65">ὀκτωκαιδεκάτῃ δʼ ἔδομεν πυρί, πολλὰ δέ σʼ ἀμφὶ</l><l n="66">μῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς.</l><l n="67">καίεο δʼ ἔν τʼ ἐσθῆτι θεῶν καὶ ἀλείφατι πολλῷ</l><l n="68">καὶ μέλιτι γλυκερῷ· πολλοὶ δʼ ἥρωες Ἀχαιοὶ</l><l n="69">τεύχεσιν ἐρρώσαντο πυρὴν πέρι καιομένοιο,</l><l n="70">πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει</l><l n="71">αὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο,</l><l n="72">ἠῶθεν δή τοι λέγομεν λεύκʼ ὀστέʼ, Ἀχιλλεῦ,</l><l n="73">οἴνῳ ἐν ἀκρήτῳ καὶ ἀλείφατι· δῶκε δὲ μήτηρ</l><l n="74">χρύσεον ἀμφιφορῆα· Διωνύσοιο δὲ δῶρον</l><l n="75">φάσκʼ ἔμεναι, ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο.</l><l n="76">ἐν τῷ τοι κεῖται λεύκʼ ὀστέα, φαίδιμʼ Ἀχιλλεῦ,</l><l n="77">μίγδα δὲ Πατρόκλοιο Μενοιτιάδαο θανόντος,</l><l n="78">χωρὶς δʼ Ἀντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντων</l><l n="79">τῶν ἄλλων ἑτάρων, μετὰ Πάτροκλόν γε θανόντα.</l><l n="80">ἀμφʼ αὐτοῖσι δʼ ἔπειτα μέγαν καὶ ἀμύμονα τύμβον</l><l n="81">χεύαμεν Ἀργείων ἱερὸς στρατὸς αἰχμητάων</l><l n="82">ἀκτῇ ἔπι προὐχούσῃ, ἐπὶ πλατεῖ Ἑλλησπόντῳ,</l><l n="83">ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴη</l><l n="84">τοῖς οἳ νῦν γεγάασι καὶ οἳ μετόπισθεν ἔσονται.</l><milestone n="85" unit="card" ed="p"/><l n="85">μήτηρ δʼ αἰτήσασα θεοὺς περικαλλέʼ ἄεθλα</l><l n="86">θῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσσιν Ἀχαιῶν.</l><l n="87">ἤδη μὲν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησας</l><l n="88">ἡρώων, ὅτε κέν ποτʼ ἀποφθιμένου βασιλῆος</l><l n="89">ζώννυνταί τε νέοι καὶ ἐπεντύνονται ἄεθλα·</l><l n="90">ἀλλά κε κεῖνα μάλιστα ἰδὼν θηήσαο θυμῷ,</l><l n="91">οἷʼ ἐπὶ σοὶ κατέθηκε θεὰ περικαλλέʼ ἄεθλα,</l><l n="92">ἀργυρόπεζα Θέτις· μάλα γὰρ φίλος ἦσθα θεοῖσιν.</l><l n="93">ὣς σὺ μὲν οὐδὲ θανὼν ὄνομʼ ὤλεσας, ἀλλά τοι αἰεὶ</l><l n="94">πάντας ἐπʼ ἀνθρώπους κλέος ἔσσεται ἐσθλόν, Ἀχιλλεῦ,</l><l n="95">αὐτὰρ ἐμοὶ τί τόδʼ ἦδος, ἐπεὶ πόλεμον τολύπευσα;</l><l n="96">ἐν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρον</l><l n="97">Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο.</l></q><l n="98"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="99">ἀγχίμολον δέ σφʼ ἦλθε διάκτορος ἀργεϊφόντης,</l><l n="100">ψυχὰς μνηστήρων κατάγων Ὀδυσῆϊ δαμέντων,</l><l n="101">τὼ δʼ ἄρα θαμβήσαντʼ ἰθὺς κίον, ὡς ἐσιδέσθην.</l><l n="102">ἔγνω δὲ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο</l><l n="103">παῖδα φίλον Μελανῆος, ἀγακλυτὸν Ἀμφιμέδοντα·</l><l n="104">ξεῖνος γάρ οἱ ἔην Ἰθάκῃ ἔνι οἰκία ναίων.</l><l n="105">τὸν προτέρη ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·</l><q type="unspecified"><l n="106"><milestone unit="para" ed="P"/>Ἀμφίμεδον, τί παθόντες ἐρεμνὴν γαῖαν ἔδυτε</l><l n="107">πάντες κεκριμένοι καὶ ὁμήλικες; οὐδέ κεν ἄλλως</l><l n="108">κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους.</l><l n="109">ἦ ὔμμʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν,</l><l n="110">ὄρσας ἀργαλέους ἀνέμους καὶ κύματα μακρά;</l><l n="111">ἦ που ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου</l><l n="112">βοῦς περιταμνομένους ἠδʼ οἰῶν πώεα καλά,</l><l n="113">ἠὲ περὶ πτόλιος μαχεούμενοι ἠδὲ γυναικῶν;</l><l n="114">εἰπέ μοι εἰρομένῳ· ξεῖνος δέ τοι εὔχομαι εἶναι.</l><l n="115">ἦ οὐ μέμνῃ ὅτε κεῖσε κατήλυθον ὑμέτερον δῶ,</l><l n="116">ὀτρυνέων Ὀδυσῆα σὺν ἀντιθέῳ Μενελάῳ</l><l n="117">Ἴλιον εἰς ἅμʼ ἕπεσθαι ἐϋσσέλμων ἐπὶ νηῶν;</l><l n="118">μηνὶ δʼ ἄρʼ οὔλῳ πάντα περήσαμεν εὐρέα πόντον,</l><l n="119">σπουδῇ παρπεπιθόντες Ὀδυσσῆα πτολίπορθον.</l></q><l n="120">τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀμφιμέδοντος·</l><q type="unspecified"><l n="121">Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,</l><l n="122">μέμνημαι τάδε πάντα, διοτρεφές, ὡς ἀγορεύεις·</l><l n="123">σοὶ δʼ ἐγὼ εὖ μάλα πάντα καὶ ἀτρεκέως καταλέξω,</l><l n="124">ἡμετέρου θανάτοιο κακὸν τέλος, οἷον ἐτύχθη.</l><l n="125">μνώμεθʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα·</l><l n="126">ἡ δʼ οὔτʼ ἠρνεῖτο στυγερὸν γάμον οὔτʼ ἐτελεύτα,</l><l n="127">ἡμῖν φραζομένη θάνατον καὶ κῆρα μέλαιναν,</l><l n="128">ἀλλὰ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε·</l><l n="129">στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,</l><l n="130">λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ ἡμῖν μετέειπε·</l><q type="unspecified"><l n="131"><milestone unit="para" ed="P"/>κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος
                        Ὀδυσσεύς,</l><l n="132">μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος</l><l n="133">ἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται,</l><l n="134">Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν</l><l n="135">μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,</l><l n="136">μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,</l><l n="137">αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.</l></q><milestone n="138" unit="card" ed="p"/><l n="138"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς
                     ἀγήνωρ.</l><l n="139">ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,</l><l n="140">νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.</l><l n="141">ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς·</l><l n="142">ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,</l><l n="143">μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,</l><l n="144">καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη,</l><l n="145">καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.</l><l n="146">ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης.</l><l n="147"><milestone unit="para" ed="P"/>εὖθʼ ἡ φᾶρος ἔδειξεν, ὑφήνασα μέγαν ἱστόν,</l><l n="148">πλύνασʼ, ἠελίῳ ἐναλίγκιον ἠὲ σελήνῃ,</l><l n="149">καὶ τότε δή ῥʼ Ὀδυσῆα κακός ποθεν ἤγαγε δαίμων</l><l n="150">ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε συβώτης.</l><l n="151">ἔνθʼ ἦλθεν φίλος υἱὸς Ὀδυσσῆος θείοιο,</l><l n="152">ἐκ Πύλου ἠμαθόεντος ἰὼν σὺν νηῒ μελαίνῃ·</l><l n="153">τὼ δὲ μνηστῆρσιν θάνατον κακὸν ἀρτύναντε</l><l n="154">ἵκοντο προτὶ ἄστυ περικλυτόν, ἦ τοι Ὀδυσσεὺς</l><l n="155">ὕστερος, αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευε.</l><l n="156">τὸν δὲ συβώτης ἦγε κακὰ χροῒ εἵματʼ ἔχοντα,</l><l n="157">πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι</l><l n="158">σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο·</l><l n="159">οὐδέ τις ἡμείων δύνατο γνῶναι τὸν ἐόντα</l><l n="160">ἐξαπίνης προφανέντʼ, οὐδʼ οἳ προγενέστεροι ἦσαν,</l><l n="161">ἀλλʼ ἔπεσίν τε κακοῖσιν ἐνίσσομεν ἠδὲ βολῇσιν.</l><l n="162">αὐτὰρ ὁ τῆος ἐτόλμα ἐνὶ μεγάροισιν ἑοῖσι</l><l n="163">βαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ·</l><l n="164">ἀλλʼ ὅτε δή μιν ἔγειρε Διὸς νοός αἰγιόχοιο,</l><l n="165">σὺν μὲν Τηλεμάχῳ περικαλλέα τεύχεʼ ἀείρας</l><l n="166">ἐς θάλαμον κατέθηκε καὶ ἐκλήϊσεν ὀχῆας,</l><l n="167">αὐτὰρ ὁ ἣν ἄλοχον πολυκερδείῃσιν ἄνωγε</l><l n="168">τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον,</l><l n="169">ἡμῖν αἰνομόροισιν ἀέθλια καὶ φόνου ἀρχήν.</l><l n="170">οὐδέ τις ἡμείων δύνατο κρατεροῖο βιοῖο</l><l n="171">νευρὴν ἐντανύσαι, πολλὸν δʼ ἐπιδευέες ἦμεν.</l><l n="172">ἀλλʼ ὅτε χεῖρας ἵκανεν Ὀδυσσῆος μέγα τόξον,</l><l n="173">ἔνθʼ ἡμεῖς μὲν πάντες ὁμοκλέομεν ἐπέεσσι</l><l n="174">τόξον μὴ δόμεναι, μηδʼ εἰ μάλα πολλʼ ἀγορεύοι·</l><l n="175">Τηλέμαχος δέ μιν οἶος ἐποτρύνων ἐκέλευσεν.</l><l n="176">αὐτὰρ ὁ δέξατο χειρὶ πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="177">ῥηϊδίως δʼ ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου,</l><l n="178">στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺς</l><l n="179">δεινὸν παπταίνων, βάλε δʼ Ἀντίνοον βασιλῆα.</l><l n="180">αὐτὰρ ἔπειτʼ ἄλλοις ἐφίει βέλεα στονόεντα,</l><l n="181">ἄντα τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.</l><l n="182">γνωτὸν δʼ ἦν ὅ ῥά τίς σφι θεῶν ἐπιτάρροθος ἦεν·</l><l n="183">αὐτίκα γὰρ κατὰ δώματʼ ἐπισπόμενοι μένεϊ σφῷ</l><l n="184">κτεῖνον ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτʼ ἀεικὴς</l><l n="185">κράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦεν.</l><l n="186">ὣς ἡμεῖς, Ἀγάμεμνον, ἀπωλόμεθʼ, ὧν ἔτι καὶ νῦν</l><l n="187">σώματʼ ἀκηδέα κεῖται ἐνὶ μεγάροις Ὀδυσῆος·</l><l n="188">οὐ γάρ πω ἴσασι φίλοι κατὰ δώμαθʼ ἑκάστου,</l><l n="189">οἵ κʼ ἀπονίψαντες μέλανα βρότον ἐξ ὠτειλέων</l><l n="190">κατθέμενοι γοάοιεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων.</l></q><milestone n="191" unit="card" ed="p"/><l n="191"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·</l><q type="unspecified"><l n="192">ὄλβιε Λαέρταο πάϊ, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="193">ἦ ἄρα σὺν μεγάλῃ ἀρετῇ ἐκτήσω ἄκοιτιν.</l><l n="194">ὡς ἀγαθαὶ φρένες ἦσαν ἀμύμονι Πηνελοπείῃ,</l><l n="195">κούρῃ Ἰκαρίου· ὡς εὖ μέμνητʼ Ὀδυσῆος,</l><l n="196">ἀνδρὸς κουριδίου· τῷ οἱ κλέος οὔ ποτʼ ὀλεῖται</l><l n="197">ἧς ἀρετῆς, τεύξουσι δʼ ἐπιχθονίοισιν ἀοιδὴν</l><l n="198">ἀθάνατοι χαρίεσσαν ἐχέφρονι Πηνελοπείῃ,</l><l n="199">οὐχ ὡς Τυνδαρέου κούρη κακὰ μήσατο ἔργα,</l><l n="200">κουρίδιον κτείνασα πόσιν, στυγερὴ δέ τʼ ἀοιδὴ</l><l n="201">ἔσσετʼ ἐπʼ ἀνθρώπους, χαλεπὴν δέ τε φῆμιν ὀπάσσει</l><l n="202">θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν.</l></q><l n="203"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="204">ἑσταότʼ εἰν Ἀΐδαο δόμοις, ὑπὸ κεύθεσι γαίης·</l><l n="205"><milestone unit="para" ed="P"/>οἱ δʼ ἐπεὶ ἐκ πόλιος κατέβαν, τάχα δʼ ἀγρὸν
                  ἵκοντο</l><l n="206">καλὸν Λαέρταο τετυγμένον, ὅν ῥά ποτʼ αὐτὸς</l><l n="207">Λαέρτης κτεάτισσεν, ἐπεὶ μάλα πόλλʼ ἐμόγησεν.</l><l n="208">ἔνθα οἱ οἶκος ἔην, περὶ δὲ κλίσιον θέε πάντη,</l><l n="209">ἐν τῷ σιτέσκοντο καὶ ἵζανον ἠδὲ ἴαυον</l><l n="210">δμῶες ἀναγκαῖοι, τοί οἱ φίλα ἐργάζοντο.</l><l n="211">ἐν δὲ γυνὴ Σικελὴ γρηῢς πέλεν, ἥ ῥα γέροντα</l><l n="212">ἐνδυκέως κομέεσκεν ἐπʼ ἀγροῦ, νόσφι πόληος.</l><l n="213">ἔνθʼ Ὀδυσεὺς δμώεσσι καὶ υἱέϊ μῦθον ἔειπεν·</l><q type="unspecified"><l n="214"><milestone unit="para" ed="P"/>ὑμεῖς μὲν νῦν ἔλθετʼ ἐϋκτίμενον δόμον εἴσω,</l><l n="215">δεῖπνον δʼ αἶψα συῶν ἱερεύσατε ὅς τις ἄριστος·</l><l n="216">αὐτὰρ ἐγὼ πατρὸς πειρήσομαι ἡμετέροιο,</l><l n="217">αἴ κέ μʼ ἐπιγνώῃ καὶ φράσσεται ὀφθαλμοῖσιν,</l><l n="218">ἦέ κεν ἀγνοιῇσι, πολὺν χρόνον ἀμφὶς ἐόντα.</l></q><l n="219"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν δμώεσσιν ἀρήϊα τεύχεʼ ἔδωκεν.</l><l n="220">οἱ μὲν ἔπειτα δόμονδε θοῶς κίον, αὐτὰρ Ὀδυσσεὺς</l><l n="221">ἆσσον ἴεν πολυκάρπου ἀλωῆς πειρητίζων.</l><l n="222">οὐδʼ εὗρεν Δολίον, μέγαν ὄρχατον ἐσκαταβαίνων,</l><l n="223">οὐδέ τινα δμώων οὐδʼ υἱῶν· ἀλλʼ ἄρα τοί γε</l><l n="224">αἱμασιὰς λέξοντες ἀλωῆς ἔμμεναι ἕρκος</l><l n="225">ᾤχοντʼ, αὐτὰρ ὁ τοῖσι γέρων ὁδὸν ἡγεμόνευε.</l><l n="226">τὸν δʼ οἶον πατέρʼ εὗρεν ἐϋκτιμένῃ ἐν ἀλωῇ,</l><l n="227">λιστρεύοντα φυτόν· ῥυπόωντα δὲ ἕστο χιτῶνα</l><l n="228">ῥαπτὸν ἀεικέλιον, περὶ δὲ κνήμῃσι βοείας</l><l n="229">κνημῖδας ῥαπτὰς δέδετο, γραπτῦς ἀλεείνων,</l><l n="230">χειρῖδάς τʼ ἐπὶ χερσὶ βάτων ἕνεκʼ· αὐτὰρ ὕπερθεν</l><l n="231">αἰγείην κυνέην κεφαλῇ ἔχε, πένθος ἀέξων.</l><milestone n="232" unit="card" ed="p"/><l n="232">τὸν δʼ ὡς οὖν ἐνόησε πολύτλας δῖος Ὀδυσσεὺς</l><l n="233">γήραϊ τειρόμενον, μέγα δὲ φρεσὶ πένθος ἔχοντα,</l><l n="234">στὰς ἄρʼ ὑπὸ βλωθρὴν ὄγχνην κατὰ δάκρυον εἶβε.</l><l n="235">μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν</l><l n="236">κύσσαι καὶ περιφῦναι ἑὸν πατέρʼ, ἠδὲ ἕκαστα</l><l n="237">εἰπεῖν, ὡς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,</l><l n="238">ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.</l><l n="239">ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,</l><l n="240">πρῶτον κερτομίοις ἐπέεσσιν πειρηθῆναι.</l><l n="241">τὰ φρονέων ἰθὺς κίεν αὐτοῦ δῖος Ὀδυσσεύς.</l><l n="242">ἦ τοι ὁ μὲν κατέχων κεφαλὴν φυτὸν ἀμφελάχαινε·</l><l n="243">τὸν δὲ παριστάμενος προσεφώνεε φαίδιμος υἱός·</l><q type="unspecified"><l n="244"><milestone unit="para" ed="P"/>ὦ γέρον, οὐκ ἀδαημονίη σʼ ἔχει ἀμφιπολεύειν</l><l n="245">ὄρχατον, ἀλλʼ εὖ τοι κομιδὴ ἔχει, οὐδέ τι πάμπαν,</l><l n="246">οὐ φυτόν, οὐ συκέη, οὐκ ἄμπελος, οὐ μὲν ἐλαίη,</l><l n="247">οὐκ ὄγχνη, οὐ πρασιή τοι ἄνευ κομιδῆς κατὰ κῆπον.</l><l n="248">ἄλλο δέ τοι ἐρέω, σὺ δὲ μὴ χόλον ἔνθεο θυμῷ</l><l n="249">αὐτόν σʼ οὐκ ἀγαθὴ κομιδὴ ἔχει, ἀλλʼ ἅμα γῆρας</l><l n="250">λυγρὸν ἔχεις αὐχμεῖς τε κακῶς καὶ ἀεικέα ἕσσαι.</l><l n="251">οὐ μὲν ἀεργίης γε ἄναξ ἕνεκʼ οὔ σε κομίζει,</l><l n="252">οὐδέ τί τοι δούλειον ἐπιπρέπει εἰσοράασθαι</l><l n="253">εἶδος καὶ μέγεθος· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικας.</l><l n="254">τοιούτῳ δὲ ἔοικας, ἐπεὶ λούσαιτο φάγοι τε,</l><l n="255">εὑδέμεναι μαλακῶς· ἡ γὰρ δίκη ἐστὶ γερόντων.</l><l n="256">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="257">τεῦ δμὼς εἶς ἀνδρῶν; τεῦ δʼ ὄρχατον ἀμφιπολεύεις;</l><l n="258">καὶ μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ,</l><l n="259">εἰ ἐτεόν γʼ Ἰθάκην τήνδʼ ἱκόμεθʼ, ὥς μοι ἔειπεν</l><l n="260">οὗτος ἀνὴρ νῦν δὴ ξυμβλήμενος ἐνθάδʼ ἰόντι,</l><l n="261">οὔ τι μάλʼ ἀρτίφρων, ἐπεὶ οὐ τόλμησεν ἕκαστα</l><l n="262">εἰπεῖν ἠδʼ ἐπακοῦσαι ἐμὸν ἔπος, ὡς ἐρέεινον</l><l n="263">ἀμφὶ ξείνῳ ἐμῷ, ἤ που ζώει τε καὶ ἔστιν</l><l n="264">ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν.</l><l n="265">ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·</l><l n="266">ἄνδρα ποτʼ ἐξείνισσα φίλῃ ἐνὶ πατρίδι γαίῃ</l><l n="267">ἡμέτερόνδʼ ἐλθόντα, καὶ οὔ πω τις βροτὸς ἄλλος</l><l n="268">ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα·</l><l n="269">εὔχετο δʼ ἐξ Ἰθάκης γένος ἔμμεναι, αὐτὰρ ἔφασκε</l><l n="270">Λαέρτην Ἀρκεισιάδην πατέρʼ ἔμμεναι αὐτῷ.</l><l n="271">τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα,</l><l n="272">ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων,</l><l n="273">καί οἱ δῶρα πόρον ξεινήϊα, οἷα ἐῴκει.</l><l n="274">χρυσοῦ μέν οἱ δῶκʼ εὐεργέος ἑπτὰ τάλαντα,</l><l n="275">δῶκα δέ οἱ κρητῆρα πανάργυρον ἀνθεμόεντα,</l><l n="276">δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας,</l><l n="277">τόσσα δὲ φάρεα καλά, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας,</l><l n="278">χωρὶς δʼ αὖτε γυναῖκας, ἀμύμονα ἔργα ἰδυίας,</l><l n="279">τέσσαρας εἰδαλίμας, ἃς ἤθελεν αὐτὸς ἑλέσθαι.</l></q><milestone n="280" unit="card" ed="p"/><l n="280"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα πατὴρ κατὰ δάκρυον
                  εἴβων·</l><q type="unspecified"><l n="281">ξεῖνʼ, ἦ τοι μὲν γαῖαν ἱκάνεις, ἣν ἐρεείνεις,</l><l n="282">ὑβρισταὶ δʼ αὐτὴν καὶ ἀτάσθαλοι ἄνδρες ἔχουσιν·</l><l n="283">δῶρα δʼ ἐτώσια ταῦτα χαρίζεο, μυρίʼ ὀπάζων·</l><l n="284">εἰ γάρ μιν ζωόν γʼ ἐκίχεις Ἰθάκης ἐνὶ δήμῳ,</l><l n="285">τῷ κέν σʼ εὖ δώροισιν ἀμειψάμενος ἀπέπεμψε</l><l n="286">καὶ ξενίῃ ἀγαθῇ ἡ γὰρ θέμις, ὅς τις ὑπάρξῃ.</l><l n="287">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="288">πόστον δὴ ἔτος ἐστίν, ὅτε ξείνισσας ἐκεῖνον</l><l n="289">σὸν ξεῖνον δύστηνον, ἐμὸν παῖδʼ, εἴ ποτʼ ἔην γε,</l><l n="290">δύσμορον; ὅν που τῆλε φίλων καὶ πατρίδος αἴης</l><l n="291">ἠέ που ἐν πόντῳ φάγον ἰχθύες, ἢ ἐπὶ χέρσου</l><l n="292">θηρσὶ καὶ οἰωνοῖσιν ἕλωρ γένετʼ· οὐδέ ἑ μήτηρ</l><l n="293">κλαῦσε περιστείλασα πατήρ θʼ, οἵ μιν τεκόμεσθα·</l><l n="294">οὐδʼ ἄλοχος πολύδωρος, ἐχέφρων Πηνελόπεια,</l><l n="295">κώκυσʼ ἐν λεχέεσσιν ἑὸν πόσιν, ὡς ἐπεῴκει,</l><l n="296">ὀφθαλμοὺς καθελοῦσα· τὸ γὰρ γέρας ἐστὶ θανόντων.</l><l n="297">καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·</l><l n="298">τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;</l><l n="299">ποῦ δὲ νηῦς ἕστηκε θοή, ἥ σʼ ἤγαγε δεῦρο</l><l n="300">ἀντιθέους θʼ ἑτάρους; ἦ ἔμπορος εἰλήλουθας</l><l n="301">νηὸς ἐπʼ ἀλλοτρίης, οἱ δʼ ἐκβήσαντες ἔβησαν;</l></q><l n="302"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="303">τοιγὰρ ἐγώ τοι πάντα μάλʼ ἀτρεκέως καταλέξω.</l><l n="304">εἰμὶ μὲν ἐξ Ἀλύβαντος, ὅθι κλυτὰ δώματα ναίω,</l><l n="305">υἱὸς Ἀφείδαντος Πολυπημονίδαο ἄνακτος·</l><l n="306">αὐτὰρ ἐμοί γʼ ὄνομʼ ἐστὶν Ἐπήριτος· ἀλλά με δαίμων</l><l n="307">πλάγξʼ ἀπὸ Σικανίης δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα·</l><l n="308">νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος.</l><l n="309">αὐτὰρ Ὀδυσσῆϊ τόδε δὴ πέμπτον ἔτος ἐστίν,</l><l n="310">ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης,</l><l n="311">δύσμορος· ἦ τέ οἱ ἐσθλοὶ ἔσαν ὄρνιθες ἰόντι,</l><l n="312">δεξιοί, οἷς χαίρων μὲν ἐγὼν ἀπέπεμπον ἐκεῖνον,</l><l n="313">χαῖρε δὲ κεῖνος ἰών· θυμὸς δʼ ἔτι νῶϊν ἐώλπει</l><l n="314">μίξεσθαι ξενίῃ ἠδʼ ἀγλαὰ δῶρα διδώσειν.</l></q><l n="315"><milestone unit="para" ed="P"/>ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·</l><l n="316">ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν</l><l n="317">χεύατο κὰκ κεφαλῆς πολιῆς, ἁδινὰ στεναχίζων.</l><l n="318">τοῦ δʼ ὠρίνετο θυμός, ἀνὰ ῥῖνας δέ οἱ ἤδη</l><l n="319">δριμὺ μένος προὔτυψε φίλον πατέρʼ εἰσορόωντι.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>