<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.526-24.547</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.526-24.547</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="24" type="textpart" subtype="book"><l n="526">ἐν δʼ ἔπεσον προμάχοις Ὀδυσεὺς καὶ φαίδιμος υἱός,</l><l n="527">τύπτον δὲ ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.</l><l n="528">καί νύ κε δὴ πάντας ὄλεσαν καὶ ἔθηκαν ἀνόστους,</l><l n="529">εἰ μὴ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,</l><l n="530">ἤϋσεν φωνῇ, κατὰ ἔσχεθε λαὸν ἅπαντα.</l><q type="unspecified"><l n="531"><milestone unit="para" ed="P"/>ἴσχεσθε πτολέμου, Ἰθακήσιοι, ἀργαλέοιο,</l><l n="532">ὥς κεν ἀναιμωτί γε διακρινθῆτε τάχιστα.</l></q><l n="533"><milestone unit="para" ed="P"/>ὣς φάτʼ Ἀθηναίη, τοὺς δὲ χλωρὸν δέος εἷλεν·</l><l n="534">τῶν δʼ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατο τεύχεα,</l><l n="535">πάντα δʼ ἐπὶ χθονὶ πῖπτε, θεᾶς ὄπα φωνησάσης·</l><l n="536">πρὸς δὲ πόλιν τρωπῶντο λιλαιόμενοι βιότοιο.</l><l n="537">σμερδαλέον δʼ ἐβόησε πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="538">οἴμησεν δὲ ἀλεὶς ὥς τʼ αἰετὸς ὑψιπετήεις.</l><l n="539">καὶ τότε δὴ Κρονίδης ἀφίει ψολόεντα κεραυνόν,</l><l n="540">κὰδ δʼ ἔπεσε πρόσθε γλαυκώπιδος ὀβριμοπάτρης.</l><l n="541">δὴ τότʼ Ὀδυσσῆα προσέφη γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="542"><milestone unit="para" ed="P"/>διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="543">ἴσχεο, παῦε δὲ νεῖκος ὁμοιΐου πολέμοιο,</l><l n="544">μή πως τοι Κρονίδης κεχολώσεται εὐρύοπα Ζεύς.</l></q><l n="545"><milestone unit="para" ed="P"/>ὣς φάτʼ Ἀθηναίη, ὁ δʼ ἐπείθετο, χαῖρε δὲ θυμῷ.</l><l n="546">ὅρκια δʼ αὖ κατόπισθε μετʼ ἀμφοτέροισιν ἔθηκεν</l><l n="547">Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>