<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.514-24.548</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.514-24.548</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="24" type="textpart" subtype="book"><q type="unspecified"><l n="514">τίς νύ μοι ἡμέρη ἥδε, θεοὶ φίλοι; ἦ μάλα χαίρω·</l><l n="515">υἱός θʼ υἱωνός τʼ ἀρετῆς πέρι δῆριν ἔχουσιν.</l></q><l n="516"><milestone unit="para" ed="P"/>τὸν δὲ παρισταμένη προσέφη γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="517">ὦ Ἀρκεισιάδη, πάντων πολὺ φίλταθʼ ἑταίρων,</l><l n="518">εὐξάμενος κούρῃ γλαυκώπιδι καὶ Διὶ πατρί,</l><l n="519">αἶψα μαλʼ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος.</l></q><l n="520"><milestone unit="para" ed="P"/>ὣς φάτο, καί ῥʼ ἔμπνευσε μένος μέγα Παλλὰς
                  Ἀθήνη</l><l n="521">εὐξάμενος δʼ ἄρʼ ἔπειτα Διὸς κούρῃ μεγάλοιο,</l><l n="522">αἶψα μάλʼ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,</l><l n="523">καὶ βάλεν Εὐπείθεα κόρυθος διὰ χαλκοπαρῄου.</l><l n="524">ἡ δʼ οὐκ ἔγχος ἔρυτο, διαπρὸ δὲ εἴσατο χαλκός,</l><l n="525">δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.</l><l n="526">ἐν δʼ ἔπεσον προμάχοις Ὀδυσεὺς καὶ φαίδιμος υἱός,</l><l n="527">τύπτον δὲ ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.</l><l n="528">καί νύ κε δὴ πάντας ὄλεσαν καὶ ἔθηκαν ἀνόστους,</l><l n="529">εἰ μὴ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,</l><l n="530">ἤϋσεν φωνῇ, κατὰ ἔσχεθε λαὸν ἅπαντα.</l><q type="unspecified"><l n="531"><milestone unit="para" ed="P"/>ἴσχεσθε πτολέμου, Ἰθακήσιοι, ἀργαλέοιο,</l><l n="532">ὥς κεν ἀναιμωτί γε διακρινθῆτε τάχιστα.</l></q><l n="533"><milestone unit="para" ed="P"/>ὣς φάτʼ Ἀθηναίη, τοὺς δὲ χλωρὸν δέος εἷλεν·</l><l n="534">τῶν δʼ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατο τεύχεα,</l><l n="535">πάντα δʼ ἐπὶ χθονὶ πῖπτε, θεᾶς ὄπα φωνησάσης·</l><l n="536">πρὸς δὲ πόλιν τρωπῶντο λιλαιόμενοι βιότοιο.</l><l n="537">σμερδαλέον δʼ ἐβόησε πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="538">οἴμησεν δὲ ἀλεὶς ὥς τʼ αἰετὸς ὑψιπετήεις.</l><l n="539">καὶ τότε δὴ Κρονίδης ἀφίει ψολόεντα κεραυνόν,</l><l n="540">κὰδ δʼ ἔπεσε πρόσθε γλαυκώπιδος ὀβριμοπάτρης.</l><l n="541">δὴ τότʼ Ὀδυσσῆα προσέφη γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="542"><milestone unit="para" ed="P"/>διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="543">ἴσχεο, παῦε δὲ νεῖκος ὁμοιΐου πολέμοιο,</l><l n="544">μή πως τοι Κρονίδης κεχολώσεται εὐρύοπα Ζεύς.</l></q><l n="545"><milestone unit="para" ed="P"/>ὣς φάτʼ Ἀθηναίη, ὁ δʼ ἐπείθετο, χαῖρε δὲ θυμῷ.</l><l n="546">ὅρκια δʼ αὖ κατόπισθε μετʼ ἀμφοτέροισιν ἔθηκεν</l><l n="547">Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,</l><l n="548">Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>