<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.5-24.21</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.5-24.21</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="24" type="textpart" subtype="book"><l n="5">τῇ ῥʼ ἄγε κινήσας, ταὶ δὲ τρίζουσαι ἕποντο.</l><l n="6">ὡς δʼ ὅτε νυκτερίδες μυχῷ ἄντρου θεσπεσίοιο</l><l n="7">τρίζουσαι ποτέονται, ἐπεί κέ τις ἀποπέσῃσιν</l><l n="8">ὁρμαθοῦ ἐκ πέτρης, ἀνά τʼ ἀλλήλῃσιν ἔχονται,</l><l n="9">ὣς αἱ τετριγυῖαι ἅμʼ ἤϊσαν· ἦρχε δʼ ἄρα σφιν</l><l n="10">Ἑρμείας ἀκάκητα κατʼ εὐρώεντα κέλευθα.</l><l n="11">πὰρ δʼ ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην,</l><l n="12">ἠδὲ παρʼ Ἠελίοιο πύλας καὶ δῆμον ὀνείρων</l><l n="13">ἤϊσαν· αἶψα δʼ ἵκοντο κατʼ ἀσφοδελὸν λειμῶνα,</l><l n="14">ἔνθα τε ναίουσι ψυχαί, εἴδωλα καμόντων.</l><l n="15">εὗρον δὲ ψυχὴν Πηληϊάδεω Ἀχιλῆος</l><l n="16">καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο</l><l n="17">Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε</l><l n="18">τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐδαο</l><l n="19"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν περὶ κεῖνον ὁμίλεον· ἀγχίμολον δὲ</l><l n="20">ἤλυθʼ ἔπι ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο</l><l n="21">ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσαι ἅμʼ αὐτῷ</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>