<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.479-24.513</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.479-24.513</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="24" type="textpart" subtype="book"><q type="unspecified"><l n="479">οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,</l><l n="480">ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;</l><l n="481">ἔρξον ὅπως ἐθέλεις· ἐρέω τέ τοι ὡς ἐπέοικεν.</l><l n="482">ἐπεὶ δὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεύς,</l><l n="483">ὅρκια πιστὰ ταμόντες ὁ μὲν βασιλευέτω αἰεί,</l><l n="484">ἡμεῖς δʼ αὖ παίδων τε κασιγνήτων τε φόνοιο</l><l n="485">ἔκλησιν θέωμεν· τοὶ δʼ ἀλλήλους φιλεόντων</l><l n="486">ὡς τὸ πάρος, πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω.</l></q><l n="487"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ὤτρυνε πάρος μεμαυῖαν Ἀθήνην,</l><l n="488">βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.</l><l n="489"><milestone unit="para" ed="P"/>οἱ δʼ ἐπεὶ οὖν σίτοιο μελίφρονος ἐξ ἔρον ἕντο,</l><l n="490">τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="491">ἐξελθών τις ἴδοι μὴ δὴ σχεδὸν ὦσι κιόντες.</l></q><l n="492"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ· ἐκ δʼ υἱὸς Δολίου κίεν, ὡς ἐκέλευεν·</l><l n="493">στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, τοὺς δὲ σχεδὸν ἔσιδε πάντας·</l><l n="494">αἶψα δʼ Ὀδυσσῆα ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="495">οἵδε δὴ ἐγγὺς ἔασʼ· ἀλλʼ ὁπλιζώμεθα θᾶσσον.</l></q><milestone n="496" unit="card" ed="p"/><l n="496"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ὤρνυντο καὶ ἐν τεύχεσσι δύοντο,</l><l n="497">τέσσαρες ἀμφʼ Ὀδυσῆʼ, ἓξ δʼ υἱεῖς οἱ Δολίοιο·</l><l n="498">ἐν δʼ ἄρα Λαέρτης Δολίος τʼ ἐς τεύχεʼ ἔδυνον,</l><l n="499">καὶ πολιοί περ ἐόντες, ἀναγκαῖοι πολεμισταί.</l><l n="500">αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,</l><l n="501">ὤϊξάν ῥα θύρας, ἐκ δʼ ἤϊον, ἄρχε δʼ Ὀδυσσεύς.</l><l n="502"><milestone unit="para" ed="P"/>τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη</l><l n="503">Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.</l><l n="504">τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς·</l><l n="505">αἶψα δὲ Τηλέμαχον προσεφώνεεν ὃν φίλον υἱόν·</l><q type="unspecified"><l n="506"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, ἤδη μὲν τόδε γʼ εἴσεαι αὐτὸς
                     ἐπελθών,</l><l n="507">ἀνδρῶν μαρναμένων ἵνα τε κρίνονται ἄριστοι,</l><l n="508">μή τι καταισχύνειν πατέρων γένος, οἳ τὸ πάρος περ</l><l n="509">ἀλκῇ τʼ ἠνορέῃ τε κεκάσμεθα πᾶσαν ἐπʼ αἶαν.</l></q><l n="510">τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="511">ὄψεαι, αἴ κʼ ἐθέλῃσθα, πάτερ φίλε, τῷδʼ ἐπὶ θυμῷ</l><l n="512">οὔ τι καταισχύνοντα τεὸν γένος, ὡς ἀγορεύεις.</l></q><l n="513"><milestone unit="para" ed="P"/>ὣς φάτο, Λαέρτης δʼ ἐχάρη καὶ μῦθον ἔειπε·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>