<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.458-24.543</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.458-24.543</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="24" type="textpart" subtype="book"><q type="unspecified"><l n="458">οἳ μέγα ἔργον ἔρεξαν ἀτασθαλίῃσι κακῇσι,</l><l n="459">κτήματα κείροντες καὶ ἀτιμάζοντες ἄκοιτιν</l><l n="460">ἀνδρὸς ἀριστῆος· τὸν δʼ οὐκέτι φάντο νέεσθαι.</l><l n="461">καὶ νῦν ὧδε γένοιτο. πίθεσθέ μοι ὡς ἀγορεύω·</l><l n="462">μὴ ἴομεν, μή πού τις ἐπίσπαστον κακὸν εὕρῃ.</l></q><l n="463"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρʼ ἀνήϊξαν μεγάλῳ ἀλαλητῷ</l><l n="464">ἡμίσεων πλείους· τοὶ δʼ ἀθρόοι αὐτόθι μίμνον·</l><l n="465">οὐ γὰρ σφιν ἅδε μῦθος ἐνὶ φρεσίν, ἀλλʼ Εὐπείθει</l><l n="466">πείθοντʼ· αἶψα δʼ ἔπειτʼ ἐπὶ τεύχεα ἐσσεύοντο.</l><l n="467">αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,</l><l n="468">ἀθρόοι ἠγερέθοντο πρὸ ἄστεος εὐρυχόροιο.</l><l n="469">τοῖσιν δʼ Εὐπείθης ἡγήσατο νηπιέῃσι·</l><l n="470">φῆ δʼ ὅ γε τίσεσθαι παιδὸς φόνον, οὐδʼ ἄρʼ ἔμελλεν</l><l n="471">ἂψ ἀπονοστήσειν, ἀλλʼ αὐτοῦ πότμον ἐφέψειν.</l><l n="472"><milestone unit="para" ed="P"/>αὐτὰρ Ἀθηναίη Ζῆνα Κρονίωνα προσηύδα·</l><q type="unspecified"><l n="473">ὦ πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων,</l><l n="474">εἰπέ μοι εἰρομένῃ, τί νύ τοι νόος ἔνδοθι κεύθει;</l><l n="475">ἢ προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν</l><l n="476">τεύξεις, ἦ φιλότητα μετʼ ἀμφοτέροισι τίθησθα;</l></q><l n="477"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q type="unspecified"><l n="478">τέκνον ἐμόν, τί με ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς;</l><l n="479">οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,</l><l n="480">ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;</l><l n="481">ἔρξον ὅπως ἐθέλεις· ἐρέω τέ τοι ὡς ἐπέοικεν.</l><l n="482">ἐπεὶ δὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεύς,</l><l n="483">ὅρκια πιστὰ ταμόντες ὁ μὲν βασιλευέτω αἰεί,</l><l n="484">ἡμεῖς δʼ αὖ παίδων τε κασιγνήτων τε φόνοιο</l><l n="485">ἔκλησιν θέωμεν· τοὶ δʼ ἀλλήλους φιλεόντων</l><l n="486">ὡς τὸ πάρος, πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω.</l></q><l n="487"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ὤτρυνε πάρος μεμαυῖαν Ἀθήνην,</l><l n="488">βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.</l><l n="489"><milestone unit="para" ed="P"/>οἱ δʼ ἐπεὶ οὖν σίτοιο μελίφρονος ἐξ ἔρον ἕντο,</l><l n="490">τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="491">ἐξελθών τις ἴδοι μὴ δὴ σχεδὸν ὦσι κιόντες.</l></q><l n="492"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ· ἐκ δʼ υἱὸς Δολίου κίεν, ὡς ἐκέλευεν·</l><l n="493">στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, τοὺς δὲ σχεδὸν ἔσιδε πάντας·</l><l n="494">αἶψα δʼ Ὀδυσσῆα ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="495">οἵδε δὴ ἐγγὺς ἔασʼ· ἀλλʼ ὁπλιζώμεθα θᾶσσον.</l></q><milestone n="496" unit="card" ed="p"/><l n="496"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ὤρνυντο καὶ ἐν τεύχεσσι δύοντο,</l><l n="497">τέσσαρες ἀμφʼ Ὀδυσῆʼ, ἓξ δʼ υἱεῖς οἱ Δολίοιο·</l><l n="498">ἐν δʼ ἄρα Λαέρτης Δολίος τʼ ἐς τεύχεʼ ἔδυνον,</l><l n="499">καὶ πολιοί περ ἐόντες, ἀναγκαῖοι πολεμισταί.</l><l n="500">αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,</l><l n="501">ὤϊξάν ῥα θύρας, ἐκ δʼ ἤϊον, ἄρχε δʼ Ὀδυσσεύς.</l><l n="502"><milestone unit="para" ed="P"/>τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη</l><l n="503">Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.</l><l n="504">τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς·</l><l n="505">αἶψα δὲ Τηλέμαχον προσεφώνεεν ὃν φίλον υἱόν·</l><q type="unspecified"><l n="506"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, ἤδη μὲν τόδε γʼ εἴσεαι αὐτὸς
                     ἐπελθών,</l><l n="507">ἀνδρῶν μαρναμένων ἵνα τε κρίνονται ἄριστοι,</l><l n="508">μή τι καταισχύνειν πατέρων γένος, οἳ τὸ πάρος περ</l><l n="509">ἀλκῇ τʼ ἠνορέῃ τε κεκάσμεθα πᾶσαν ἐπʼ αἶαν.</l></q><l n="510">τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="511">ὄψεαι, αἴ κʼ ἐθέλῃσθα, πάτερ φίλε, τῷδʼ ἐπὶ θυμῷ</l><l n="512">οὔ τι καταισχύνοντα τεὸν γένος, ὡς ἀγορεύεις.</l></q><l n="513"><milestone unit="para" ed="P"/>ὣς φάτο, Λαέρτης δʼ ἐχάρη καὶ μῦθον ἔειπε·</l><q type="unspecified"><l n="514">τίς νύ μοι ἡμέρη ἥδε, θεοὶ φίλοι; ἦ μάλα χαίρω·</l><l n="515">υἱός θʼ υἱωνός τʼ ἀρετῆς πέρι δῆριν ἔχουσιν.</l></q><l n="516"><milestone unit="para" ed="P"/>τὸν δὲ παρισταμένη προσέφη γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="517">ὦ Ἀρκεισιάδη, πάντων πολὺ φίλταθʼ ἑταίρων,</l><l n="518">εὐξάμενος κούρῃ γλαυκώπιδι καὶ Διὶ πατρί,</l><l n="519">αἶψα μαλʼ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος.</l></q><l n="520"><milestone unit="para" ed="P"/>ὣς φάτο, καί ῥʼ ἔμπνευσε μένος μέγα Παλλὰς
                  Ἀθήνη</l><l n="521">εὐξάμενος δʼ ἄρʼ ἔπειτα Διὸς κούρῃ μεγάλοιο,</l><l n="522">αἶψα μάλʼ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,</l><l n="523">καὶ βάλεν Εὐπείθεα κόρυθος διὰ χαλκοπαρῄου.</l><l n="524">ἡ δʼ οὐκ ἔγχος ἔρυτο, διαπρὸ δὲ εἴσατο χαλκός,</l><l n="525">δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.</l><l n="526">ἐν δʼ ἔπεσον προμάχοις Ὀδυσεὺς καὶ φαίδιμος υἱός,</l><l n="527">τύπτον δὲ ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.</l><l n="528">καί νύ κε δὴ πάντας ὄλεσαν καὶ ἔθηκαν ἀνόστους,</l><l n="529">εἰ μὴ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,</l><l n="530">ἤϋσεν φωνῇ, κατὰ ἔσχεθε λαὸν ἅπαντα.</l><q type="unspecified"><l n="531"><milestone unit="para" ed="P"/>ἴσχεσθε πτολέμου, Ἰθακήσιοι, ἀργαλέοιο,</l><l n="532">ὥς κεν ἀναιμωτί γε διακρινθῆτε τάχιστα.</l></q><l n="533"><milestone unit="para" ed="P"/>ὣς φάτʼ Ἀθηναίη, τοὺς δὲ χλωρὸν δέος εἷλεν·</l><l n="534">τῶν δʼ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατο τεύχεα,</l><l n="535">πάντα δʼ ἐπὶ χθονὶ πῖπτε, θεᾶς ὄπα φωνησάσης·</l><l n="536">πρὸς δὲ πόλιν τρωπῶντο λιλαιόμενοι βιότοιο.</l><l n="537">σμερδαλέον δʼ ἐβόησε πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="538">οἴμησεν δὲ ἀλεὶς ὥς τʼ αἰετὸς ὑψιπετήεις.</l><l n="539">καὶ τότε δὴ Κρονίδης ἀφίει ψολόεντα κεραυνόν,</l><l n="540">κὰδ δʼ ἔπεσε πρόσθε γλαυκώπιδος ὀβριμοπάτρης.</l><l n="541">δὴ τότʼ Ὀδυσσῆα προσέφη γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="542"><milestone unit="para" ed="P"/>διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="543">ἴσχεο, παῦε δὲ νεῖκος ὁμοιΐου πολέμοιο,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>