<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.444-24.478</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.444-24.478</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="24" type="textpart" subtype="book"><q type="unspecified"><l n="444">ἀθανάτων ἀέκητι θεῶν τάδʼ ἐμήσατο ἔργα·</l><l n="445">αὐτὸς ἐγὼν εἶδον θεὸν ἄμβροτον, ὅς ῥʼ Ὀδυσῆϊ</l><l n="446">ἐγγύθεν ἑστήκει καὶ Μέντορι πάντα ἐῴκει.</l><l n="447">ἀθάνατος δὲ θεὸς τοτὲ μὲν προπάροιθʼ Ὀδυσῆος</l><l n="448">φαίνετο θαρσύνων, τοτὲ δὲ μνηστῆρας ὀρίνων</l><l n="449">θῦνε κατὰ μέγαρον· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.</l></q><milestone n="450" unit="card" ed="p"/><l n="450"><milestone unit="para" ed="P"/>ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος
                  ᾕρει.</l><l n="451">τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης</l><l n="452">Μαστορίδης· ὁ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·</l><l n="453">ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·</l><q type="unspecified"><l n="454"><milestone unit="para" ed="P"/>κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν
                     εἴπω·</l><l n="455">ὑμετέρῃ κακότητι, φίλοι, τάδε ἔργα γένοντο·</l><l n="456">οὐ γὰρ ἐμοὶ πείθεσθʼ, οὐ Μέντορι ποιμένι λαῶν,</l><l n="457">ὑμετέρους παῖδας καταπαυέμεν ἀφροσυνάων,</l><l n="458">οἳ μέγα ἔργον ἔρεξαν ἀτασθαλίῃσι κακῇσι,</l><l n="459">κτήματα κείροντες καὶ ἀτιμάζοντες ἄκοιτιν</l><l n="460">ἀνδρὸς ἀριστῆος· τὸν δʼ οὐκέτι φάντο νέεσθαι.</l><l n="461">καὶ νῦν ὧδε γένοιτο. πίθεσθέ μοι ὡς ἀγορεύω·</l><l n="462">μὴ ἴομεν, μή πού τις ἐπίσπαστον κακὸν εὕρῃ.</l></q><l n="463"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρʼ ἀνήϊξαν μεγάλῳ ἀλαλητῷ</l><l n="464">ἡμίσεων πλείους· τοὶ δʼ ἀθρόοι αὐτόθι μίμνον·</l><l n="465">οὐ γὰρ σφιν ἅδε μῦθος ἐνὶ φρεσίν, ἀλλʼ Εὐπείθει</l><l n="466">πείθοντʼ· αἶψα δʼ ἔπειτʼ ἐπὶ τεύχεα ἐσσεύοντο.</l><l n="467">αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,</l><l n="468">ἀθρόοι ἠγερέθοντο πρὸ ἄστεος εὐρυχόροιο.</l><l n="469">τοῖσιν δʼ Εὐπείθης ἡγήσατο νηπιέῃσι·</l><l n="470">φῆ δʼ ὅ γε τίσεσθαι παιδὸς φόνον, οὐδʼ ἄρʼ ἔμελλεν</l><l n="471">ἂψ ἀπονοστήσειν, ἀλλʼ αὐτοῦ πότμον ἐφέψειν.</l><l n="472"><milestone unit="para" ed="P"/>αὐτὰρ Ἀθηναίη Ζῆνα Κρονίωνα προσηύδα·</l><q type="unspecified"><l n="473">ὦ πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων,</l><l n="474">εἰπέ μοι εἰρομένῃ, τί νύ τοι νόος ἔνδοθι κεύθει;</l><l n="475">ἢ προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν</l><l n="476">τεύξεις, ἦ φιλότητα μετʼ ἀμφοτέροισι τίθησθα;</l></q><l n="477"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q type="unspecified"><l n="478">τέκνον ἐμόν, τί με ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς;</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>