<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.420-24.440</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.420-24.440</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="24" type="textpart" subtype="book"><l n="420">αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, ἀχνύμενοι κῆρ.</l><l n="421">αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,</l><l n="422">τοῖσιν δʼ Εὐπείθης ἀνά θʼ ἵστατο καὶ μετέειπε·</l><l n="423">παιδὸς γάρ οἱ ἄλαστον ἐνὶ φρεσὶ πένθος ἔκειτο,</l><l n="424">Ἀντινόου, τὸν πρῶτον ἐνήρατο δῖος Ὀδυσσεύς·</l><l n="425">τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπεν·</l><q type="unspecified"><l n="426"><milestone unit="para" ed="P"/>ὦ φίλοι, ἦ μέγα ἔργον ἀνὴρ ὅδʼ ἐμήσατʼ
                     Ἀχαιούς·</l><l n="427">τοὺς μὲν σὺν νήεσσιν ἄγων πολέας τε καὶ ἐσθλοὺς</l><l n="428">ὤλεσε μὲν νῆας γλαφυράς, ἀπὸ δʼ ὤλεσε λαούς·</l><l n="429">τοὺς δʼ ἐλθὼν ἔκτεινε Κεφαλλήνων ὄχʼ ἀρίστους,</l><l n="430">ἀλλʼ ἄγετε, πρὶν τοῦτον ἢ ἐς Πύλον ὦκα ἱκέσθαι</l><l n="431">ἢ καὶ ἐς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί,</l><l n="432">ἴομεν· ἦ καὶ ἔπειτα κατηφέες ἐσσόμεθʼ αἰεί·</l><l n="433">λώβη γὰρ τάδε γʼ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι,</l><l n="434">εἰ δὴ μὴ παίδων τε κασιγνήτων τε φονῆας</l><l n="435">τισόμεθʼ. οὐκ ἂν ἐμοί γε μετὰ φρεσὶν ἡδὺ γένοιτο</l><l n="436">ζωέμεν, ἀλλὰ τάχιστα θανὼν φθιμένοισι μετείην.</l><l n="437">ἀλλʼ ἴομεν, μὴ φθέωσι περαιωθέντες ἐκεῖνοι.</l></q><l n="438"><milestone unit="para" ed="P"/>ὣς φάτο δάκρυ χέων, οἶκτος δʼ ἕλε πάντας
                  Ἀχαιούς.</l><l n="439">ἀγχίμολον δέ σφʼ ἦλθε Μέδων καὶ θεῖος ἀοιδὸς</l><l n="440">ἐκ μεγάρων Ὀδυσῆος, ἐπεί σφεας ὕπνος ἀνῆκεν,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>