<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.402-24.422</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.402-24.422</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="24" type="textpart" subtype="book"><q type="unspecified"><l n="402">οὖλέ τε καὶ μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.</l><l n="403">καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ,</l><l n="404">ἢ ἤδη σάφα οἶδε περίφρων Πηνελόπεια</l><l n="405">νοστήσαντά σε δεῦρʼ, ἦ ἄγγελον ὀτρύνωμεν.</l></q><l n="406"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς</l><q type="unspecified"><l n="407">ὦ γέρον, ἤδη οἶδε· τί σε χρὴ ταῦτα πένεσθαι;</l></q><l n="408"><milestone unit="para" ed="P"/>ὣς φάθʼ, ὁ δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ
                  δίφρου.</l><l n="409">ὣς δʼ αὔτως παῖδες Δολίου κλυτὸν ἀμφʼ Ὀδυσῆα</l><l n="410">δεικανόωντʼ ἐπέεσσι καὶ ἐν χείρεσσι φύοντο,</l><l n="411">ἑξείης δʼ ἕζοντο παραὶ Δολίον, πατέρα σφόν.</l><milestone n="412" unit="card" ed="p"/><l n="412"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο·</l><l n="413">Ὄσσα δʼ ἄρʼ ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντη,</l><l n="414">μνηστήρων στυγερὸν θάνατον καὶ κῆρʼ ἐνέπουσα.</l><l n="415">οἱ δʼ ἄρʼ ὁμῶς ἀΐοντες ἐφοίτων ἄλλοθεν ἄλλος</l><l n="416">μυχμῷ τε στοναχῇ τε δόμων προπάροιθʼ Ὀδυσῆος,</l><l n="417">ἐκ δὲ νέκυς οἴκων φόρεον καὶ θάπτον ἕκαστοι,</l><l n="418">τοὺς δʼ ἐξ ἀλλάων πολίων οἶκόνδε ἕκαστον</l><l n="419">πέμπον ἄγειν ἁλιεῦσι θοῇς ἐπὶ νηυσὶ τιθέντες·</l><l n="420">αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, ἀχνύμενοι κῆρ.</l><l n="421">αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,</l><l n="422">τοῖσιν δʼ Εὐπείθης ἀνά θʼ ἵστατο καὶ μετέειπε·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>