<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.390-24.427</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.390-24.427</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="24" type="textpart" subtype="book"><l n="390">ἐνδυκέως κομέεσκεν, ἐπεὶ κατὰ γῆρας ἔμαρψεν.</l><l n="391">οἱ δʼ ὡς οὖν Ὀδυσῆα ἴδον φράσσαντό τε θυμῷ,</l><l n="392">ἔσταν ἐνὶ μεγάροισι τεθηπότες· αὐτὰρ Ὀδυσσεὺς</l><l n="393">μειλιχίοις ἐπέεσσι καθαπτόμενος προσέειπεν·</l><q type="unspecified"><l n="394"><milestone unit="para" ed="P"/>ὦ γέρον, ἵζʼ ἐπὶ δεῖπνον, ἀπεκλελάθεσθε δὲ
                     θάμβευς·</l><l n="395">δηρὸν γὰρ σίτῳ ἐπιχειρήσειν μεμαῶτες</l><l n="396">μίμνομεν ἐν μεγάροις, ὑμέας ποτιδέγμενοι αἰεί.</l></q><l n="397"><milestone unit="para" ed="P"/>ὣς ἄρ ἔφη, Δολίος δʼ ἰθὺς κίε χεῖρε πετάσσας</l><l n="398">ἀμφοτέρας, Ὀδυσεῦς δὲ λαβὼν κύσε χεῖρʼ ἐπὶ καρπῷ,</l><l n="399">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="400"><milestone unit="para" ed="P"/>ὦ φίλʼ, ἐπεὶ νόστησας ἐελδομένοισι μάλʼ ἡμῖν</l><l n="401">οὐδʼ ἔτʼ ὀϊομένοισι, θεοὶ δέ σʼ ἀνήγαγον αὐτοί,</l><l n="402">οὖλέ τε καὶ μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.</l><l n="403">καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ,</l><l n="404">ἢ ἤδη σάφα οἶδε περίφρων Πηνελόπεια</l><l n="405">νοστήσαντά σε δεῦρʼ, ἦ ἄγγελον ὀτρύνωμεν.</l></q><l n="406"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς</l><q type="unspecified"><l n="407">ὦ γέρον, ἤδη οἶδε· τί σε χρὴ ταῦτα πένεσθαι;</l></q><l n="408"><milestone unit="para" ed="P"/>ὣς φάθʼ, ὁ δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ
                  δίφρου.</l><l n="409">ὣς δʼ αὔτως παῖδες Δολίου κλυτὸν ἀμφʼ Ὀδυσῆα</l><l n="410">δεικανόωντʼ ἐπέεσσι καὶ ἐν χείρεσσι φύοντο,</l><l n="411">ἑξείης δʼ ἕζοντο παραὶ Δολίον, πατέρα σφόν.</l><milestone n="412" unit="card" ed="p"/><l n="412"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο·</l><l n="413">Ὄσσα δʼ ἄρʼ ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντη,</l><l n="414">μνηστήρων στυγερὸν θάνατον καὶ κῆρʼ ἐνέπουσα.</l><l n="415">οἱ δʼ ἄρʼ ὁμῶς ἀΐοντες ἐφοίτων ἄλλοθεν ἄλλος</l><l n="416">μυχμῷ τε στοναχῇ τε δόμων προπάροιθʼ Ὀδυσῆος,</l><l n="417">ἐκ δὲ νέκυς οἴκων φόρεον καὶ θάπτον ἕκαστοι,</l><l n="418">τοὺς δʼ ἐξ ἀλλάων πολίων οἶκόνδε ἕκαστον</l><l n="419">πέμπον ἄγειν ἁλιεῦσι θοῇς ἐπὶ νηυσὶ τιθέντες·</l><l n="420">αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, ἀχνύμενοι κῆρ.</l><l n="421">αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,</l><l n="422">τοῖσιν δʼ Εὐπείθης ἀνά θʼ ἵστατο καὶ μετέειπε·</l><l n="423">παιδὸς γάρ οἱ ἄλαστον ἐνὶ φρεσὶ πένθος ἔκειτο,</l><l n="424">Ἀντινόου, τὸν πρῶτον ἐνήρατο δῖος Ὀδυσσεύς·</l><l n="425">τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπεν·</l><q type="unspecified"><l n="426"><milestone unit="para" ed="P"/>ὦ φίλοι, ἦ μέγα ἔργον ἀνὴρ ὅδʼ ἐμήσατʼ
                     Ἀχαιούς·</l><l n="427">τοὺς μὲν σὺν νήεσσιν ἄγων πολέας τε καὶ ἐσθλοὺς</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>