<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.360-24.386</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.360-24.386</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="24" type="textpart" subtype="book"><q type="unspecified"><l n="360">προὔπεμψʼ, ὡς ἂν δεῖπνον ἐφοπλίσσωσι τάχιστα.</l></q><l n="361"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσαντε βάτην πρὸς δώματα καλά.</l><l n="362">οἱ δʼ ὅτε δή ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,</l><l n="363">εὗρον Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην</l><l n="364">ταμνομένους κρέα πολλὰ κερῶντάς τʼ αἴθοπα οἶνον.</l><milestone n="365" unit="card" ed="p"/><l n="365">τόφρα δὲ Λαέρτην μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ</l><l n="366">ἀμφίπολος Σικελὴ λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,</l><l n="367"><milestone unit="para" ed="P"/>ἀμφὶ δʼ ἄρα χλαῖναν καλὴν βάλεν· αὐτὰρ Ἀθήνη</l><l n="368">ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν,</l><l n="369">μείζονα δʼ ἠὲ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι.</l><l n="370">ἐκ δʼ ἀσαμίνθου βῆ· θαύμαζε δέ μιν φίλος υἱός,</l><l n="371">ὡς ἴδεν ἀθανάτοισι θεοῖς ἐναλίγκιον ἄντην·</l><l n="372">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="373"><milestone unit="para" ed="P"/>ὦ πάτερ, ἦ μάλα τίς σε θεῶν αἰειγενετάων</l><l n="374">εἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι.</l></q><l n="375">τὸν δʼ αὖ Λαέρτης πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="376">αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,</l><l n="377">οἷος Νήρικον εἷλον, ἐϋκτίμενον πτολίεθρον,</l><l n="378">ἀκτὴν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων,</l><l n="379">τοῖος ἐών τοι χθιζὸς ἐν ἡμετέροισι δόμοισιν,</l><l n="380">τεύχεʼ ἔχων ὤμοισιν, ἐφεστάμεναι καὶ ἀμύνειν</l><l n="381">ἄνδρας μνηστῆρας· τῷ κε σφέων γούνατʼ ἔλυσα</l><l n="382">πολλῶν ἐν μεγάροισι, σὺ δὲ φρένας ἔνδον ἐγήθεις.</l></q><l n="383"><milestone unit="para" ed="P"/>ὣς οἷ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.</l><l n="384">οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,</l><l n="385">ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε·</l><l n="386">ἔνθʼ οἱ μὲν δείπνῳ ἐπεχείρεον, ἀγχίμολον δὲ</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>