<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.339-24.359</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.339-24.359</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="24" type="textpart" subtype="book"><q type="unspecified"><l n="339">ἱκνεύμεσθα, σὺ δʼ ὠνόμασας καὶ ἔειπες ἕκαστα.</l><l n="340">ὄγχνας μοι δῶκας τρισκαίδεκα καὶ δέκα μηλέας,</l><l n="341">συκέας τεσσαράκοντʼ· ὄρχους δέ μοι ὧδʼ ὀνόμηνας</l><l n="342">δώσειν πεντήκοντα, διατρύγιος δὲ ἕκαστος</l><l n="343">ἤην· ἔνθα δʼ ἀνὰ σταφυλαὶ παντοῖαι ἔασιν—</l><l n="344">ὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερθεν.</l></q><l n="345"><milestone unit="para" ed="P"/>ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον
                  ἦτορ,</l><l n="346">σήματʼ ἀναγνόντος τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς.</l><l n="347">ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε· τὸν δὲ ποτὶ οἷ</l><l n="348">εἷλεν ἀποψύχοντα πολύτλας δῖος Ὀδυσσεύς.</l><l n="349">αὐτὰρ ἐπεί ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,</l><l n="350">ἐξαῦτις μύθοισιν ἀμειβόμενος προσέειπε·</l><q type="unspecified"><l n="351"><milestone unit="para" ed="P"/>Ζεῦ πάτερ, ἦ ῥα ἔτʼ ἔστε θεοὶ κατὰ μακρὸν
                     Ὄλυμπον,</l><l n="352">εἰ ἐτεὸν μνηστῆρες ἀτάσθαλον ὕβριν ἔτισαν.</l><l n="353">νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μὴ τάχα πάντες</l><l n="354">ἐνθάδʼ ἐπέλθωσιν Ἰθακήσιοι, ἀγγελίας δὲ</l><l n="355">πάντη ἐποτρύνωσι Κεφαλλήνων πολίεσσι.</l></q><l n="356"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="357">θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.</l><l n="358">ἀλλʼ ἴομεν προτὶ οἶκον, ὃς ὀρχάτου ἐγγύθι κεῖται·</l><l n="359">ἔνθα δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>