<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.303-24.350</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.303-24.350</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="24" type="textpart" subtype="book"><q type="unspecified"><l n="303">τοιγὰρ ἐγώ τοι πάντα μάλʼ ἀτρεκέως καταλέξω.</l><l n="304">εἰμὶ μὲν ἐξ Ἀλύβαντος, ὅθι κλυτὰ δώματα ναίω,</l><l n="305">υἱὸς Ἀφείδαντος Πολυπημονίδαο ἄνακτος·</l><l n="306">αὐτὰρ ἐμοί γʼ ὄνομʼ ἐστὶν Ἐπήριτος· ἀλλά με δαίμων</l><l n="307">πλάγξʼ ἀπὸ Σικανίης δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα·</l><l n="308">νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος.</l><l n="309">αὐτὰρ Ὀδυσσῆϊ τόδε δὴ πέμπτον ἔτος ἐστίν,</l><l n="310">ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης,</l><l n="311">δύσμορος· ἦ τέ οἱ ἐσθλοὶ ἔσαν ὄρνιθες ἰόντι,</l><l n="312">δεξιοί, οἷς χαίρων μὲν ἐγὼν ἀπέπεμπον ἐκεῖνον,</l><l n="313">χαῖρε δὲ κεῖνος ἰών· θυμὸς δʼ ἔτι νῶϊν ἐώλπει</l><l n="314">μίξεσθαι ξενίῃ ἠδʼ ἀγλαὰ δῶρα διδώσειν.</l></q><l n="315"><milestone unit="para" ed="P"/>ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·</l><l n="316">ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν</l><l n="317">χεύατο κὰκ κεφαλῆς πολιῆς, ἁδινὰ στεναχίζων.</l><l n="318">τοῦ δʼ ὠρίνετο θυμός, ἀνὰ ῥῖνας δέ οἱ ἤδη</l><l n="319">δριμὺ μένος προὔτυψε φίλον πατέρʼ εἰσορόωντι.</l><l n="320">κύσσε δέ μιν περιφὺς ἐπιάλμενος, ἠδὲ προσηύδα·</l><q type="unspecified"><l n="321"><milestone unit="para" ed="P"/>κεῖνος μέν τοι ὅδʼ αὐτὸς ἐγώ, πάτερ, ὃν σὺ
                     μεταλλᾷς,</l><l n="322">ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.</l><l n="323">ἀλλʼ ἴσχεο κλαυθμοῖο γόοιό τε δακρυόεντος.</l><l n="324">ἐκ γάρ τοι ἐρέω· μάλα δὲ χρὴ σπευδέμεν ἔμπης·</l><l n="325">μνηστῆρας κατέπεφνον ἐν ἡμετέροισι δόμοισι,</l><l n="326">λώβην τινύμενος θυμαλγέα καὶ κακὰ ἔργα.</l></q><milestone n="327" unit="card" ed="p"/><l n="327"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Λαέρτης ἀπαμείβετο φώνησέν τε·</l><q type="unspecified"><l n="328">εἰ μὲν δὴ Ὀδυσεύς γε ἐμὸς πάϊς ἐνθάδʼ ἱκάνεις,</l><l n="329">σῆμά τί μοι νῦν εἰπὲ ἀριφραδές, ὄφρα πεποίθω.</l></q><l n="330"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="331">οὐλὴν μὲν πρῶτον τήνδε φράσαι ὀφθαλμοῖσι,</l><l n="332">τὴν ἐν Παρνησῷ μʼ ἔλασεν σῦς λευκῷ ὀδόντι</l><l n="333">οἰχόμενον· σὺ δέ με προΐεις καὶ πότνια μήτηρ</l><l n="334">ἐς πατέρʼ Αὐτόλυκον μητρὸς φίλον, ὄφρʼ ἂν ἑλοίμην</l><l n="335">δῶρα, τὰ δεῦρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν.</l><l n="336">εἰ δʼ ἄγε τοι καὶ δένδρεʼ ἐϋκτιμένην κατʼ ἀλωὴν</l><l n="337">εἴπω, ἅ μοί ποτʼ ἔδωκας, ἐγὼ δʼ ᾔτεόν σε ἕκαστα</l><l n="338">παιδνὸς ἐών, κατὰ κῆπον ἐπισπόμενος· διὰ δʼ αὐτῶν</l><l n="339">ἱκνεύμεσθα, σὺ δʼ ὠνόμασας καὶ ἔειπες ἕκαστα.</l><l n="340">ὄγχνας μοι δῶκας τρισκαίδεκα καὶ δέκα μηλέας,</l><l n="341">συκέας τεσσαράκοντʼ· ὄρχους δέ μοι ὧδʼ ὀνόμηνας</l><l n="342">δώσειν πεντήκοντα, διατρύγιος δὲ ἕκαστος</l><l n="343">ἤην· ἔνθα δʼ ἀνὰ σταφυλαὶ παντοῖαι ἔασιν—</l><l n="344">ὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερθεν.</l></q><l n="345"><milestone unit="para" ed="P"/>ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον
                  ἦτορ,</l><l n="346">σήματʼ ἀναγνόντος τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς.</l><l n="347">ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε· τὸν δὲ ποτὶ οἷ</l><l n="348">εἷλεν ἀποψύχοντα πολύτλας δῖος Ὀδυσσεύς.</l><l n="349">αὐτὰρ ἐπεί ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,</l><l n="350">ἐξαῦτις μύθοισιν ἀμειβόμενος προσέειπε·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>