<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.288-24.311</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.288-24.311</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="24" type="textpart" subtype="book"><q type="unspecified"><l n="288">πόστον δὴ ἔτος ἐστίν, ὅτε ξείνισσας ἐκεῖνον</l><l n="289">σὸν ξεῖνον δύστηνον, ἐμὸν παῖδʼ, εἴ ποτʼ ἔην γε,</l><l n="290">δύσμορον; ὅν που τῆλε φίλων καὶ πατρίδος αἴης</l><l n="291">ἠέ που ἐν πόντῳ φάγον ἰχθύες, ἢ ἐπὶ χέρσου</l><l n="292">θηρσὶ καὶ οἰωνοῖσιν ἕλωρ γένετʼ· οὐδέ ἑ μήτηρ</l><l n="293">κλαῦσε περιστείλασα πατήρ θʼ, οἵ μιν τεκόμεσθα·</l><l n="294">οὐδʼ ἄλοχος πολύδωρος, ἐχέφρων Πηνελόπεια,</l><l n="295">κώκυσʼ ἐν λεχέεσσιν ἑὸν πόσιν, ὡς ἐπεῴκει,</l><l n="296">ὀφθαλμοὺς καθελοῦσα· τὸ γὰρ γέρας ἐστὶ θανόντων.</l><l n="297">καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·</l><l n="298">τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;</l><l n="299">ποῦ δὲ νηῦς ἕστηκε θοή, ἥ σʼ ἤγαγε δεῦρο</l><l n="300">ἀντιθέους θʼ ἑτάρους; ἦ ἔμπορος εἰλήλουθας</l><l n="301">νηὸς ἐπʼ ἀλλοτρίης, οἱ δʼ ἐκβήσαντες ἔβησαν;</l></q><l n="302"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="303">τοιγὰρ ἐγώ τοι πάντα μάλʼ ἀτρεκέως καταλέξω.</l><l n="304">εἰμὶ μὲν ἐξ Ἀλύβαντος, ὅθι κλυτὰ δώματα ναίω,</l><l n="305">υἱὸς Ἀφείδαντος Πολυπημονίδαο ἄνακτος·</l><l n="306">αὐτὰρ ἐμοί γʼ ὄνομʼ ἐστὶν Ἐπήριτος· ἀλλά με δαίμων</l><l n="307">πλάγξʼ ἀπὸ Σικανίης δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα·</l><l n="308">νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος.</l><l n="309">αὐτὰρ Ὀδυσσῆϊ τόδε δὴ πέμπτον ἔτος ἐστίν,</l><l n="310">ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης,</l><l n="311">δύσμορος· ἦ τέ οἱ ἐσθλοὶ ἔσαν ὄρνιθες ἰόντι,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>