<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.276-24.332</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.276-24.332</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="24" type="textpart" subtype="book"><q type="unspecified"><l n="276">δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας,</l><l n="277">τόσσα δὲ φάρεα καλά, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας,</l><l n="278">χωρὶς δʼ αὖτε γυναῖκας, ἀμύμονα ἔργα ἰδυίας,</l><l n="279">τέσσαρας εἰδαλίμας, ἃς ἤθελεν αὐτὸς ἑλέσθαι.</l></q><milestone n="280" unit="card" ed="p"/><l n="280"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα πατὴρ κατὰ δάκρυον
                  εἴβων·</l><q type="unspecified"><l n="281">ξεῖνʼ, ἦ τοι μὲν γαῖαν ἱκάνεις, ἣν ἐρεείνεις,</l><l n="282">ὑβρισταὶ δʼ αὐτὴν καὶ ἀτάσθαλοι ἄνδρες ἔχουσιν·</l><l n="283">δῶρα δʼ ἐτώσια ταῦτα χαρίζεο, μυρίʼ ὀπάζων·</l><l n="284">εἰ γάρ μιν ζωόν γʼ ἐκίχεις Ἰθάκης ἐνὶ δήμῳ,</l><l n="285">τῷ κέν σʼ εὖ δώροισιν ἀμειψάμενος ἀπέπεμψε</l><l n="286">καὶ ξενίῃ ἀγαθῇ ἡ γὰρ θέμις, ὅς τις ὑπάρξῃ.</l><l n="287">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="288">πόστον δὴ ἔτος ἐστίν, ὅτε ξείνισσας ἐκεῖνον</l><l n="289">σὸν ξεῖνον δύστηνον, ἐμὸν παῖδʼ, εἴ ποτʼ ἔην γε,</l><l n="290">δύσμορον; ὅν που τῆλε φίλων καὶ πατρίδος αἴης</l><l n="291">ἠέ που ἐν πόντῳ φάγον ἰχθύες, ἢ ἐπὶ χέρσου</l><l n="292">θηρσὶ καὶ οἰωνοῖσιν ἕλωρ γένετʼ· οὐδέ ἑ μήτηρ</l><l n="293">κλαῦσε περιστείλασα πατήρ θʼ, οἵ μιν τεκόμεσθα·</l><l n="294">οὐδʼ ἄλοχος πολύδωρος, ἐχέφρων Πηνελόπεια,</l><l n="295">κώκυσʼ ἐν λεχέεσσιν ἑὸν πόσιν, ὡς ἐπεῴκει,</l><l n="296">ὀφθαλμοὺς καθελοῦσα· τὸ γὰρ γέρας ἐστὶ θανόντων.</l><l n="297">καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·</l><l n="298">τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;</l><l n="299">ποῦ δὲ νηῦς ἕστηκε θοή, ἥ σʼ ἤγαγε δεῦρο</l><l n="300">ἀντιθέους θʼ ἑτάρους; ἦ ἔμπορος εἰλήλουθας</l><l n="301">νηὸς ἐπʼ ἀλλοτρίης, οἱ δʼ ἐκβήσαντες ἔβησαν;</l></q><l n="302"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="303">τοιγὰρ ἐγώ τοι πάντα μάλʼ ἀτρεκέως καταλέξω.</l><l n="304">εἰμὶ μὲν ἐξ Ἀλύβαντος, ὅθι κλυτὰ δώματα ναίω,</l><l n="305">υἱὸς Ἀφείδαντος Πολυπημονίδαο ἄνακτος·</l><l n="306">αὐτὰρ ἐμοί γʼ ὄνομʼ ἐστὶν Ἐπήριτος· ἀλλά με δαίμων</l><l n="307">πλάγξʼ ἀπὸ Σικανίης δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα·</l><l n="308">νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος.</l><l n="309">αὐτὰρ Ὀδυσσῆϊ τόδε δὴ πέμπτον ἔτος ἐστίν,</l><l n="310">ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης,</l><l n="311">δύσμορος· ἦ τέ οἱ ἐσθλοὶ ἔσαν ὄρνιθες ἰόντι,</l><l n="312">δεξιοί, οἷς χαίρων μὲν ἐγὼν ἀπέπεμπον ἐκεῖνον,</l><l n="313">χαῖρε δὲ κεῖνος ἰών· θυμὸς δʼ ἔτι νῶϊν ἐώλπει</l><l n="314">μίξεσθαι ξενίῃ ἠδʼ ἀγλαὰ δῶρα διδώσειν.</l></q><l n="315"><milestone unit="para" ed="P"/>ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·</l><l n="316">ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν</l><l n="317">χεύατο κὰκ κεφαλῆς πολιῆς, ἁδινὰ στεναχίζων.</l><l n="318">τοῦ δʼ ὠρίνετο θυμός, ἀνὰ ῥῖνας δέ οἱ ἤδη</l><l n="319">δριμὺ μένος προὔτυψε φίλον πατέρʼ εἰσορόωντι.</l><l n="320">κύσσε δέ μιν περιφὺς ἐπιάλμενος, ἠδὲ προσηύδα·</l><q type="unspecified"><l n="321"><milestone unit="para" ed="P"/>κεῖνος μέν τοι ὅδʼ αὐτὸς ἐγώ, πάτερ, ὃν σὺ
                     μεταλλᾷς,</l><l n="322">ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.</l><l n="323">ἀλλʼ ἴσχεο κλαυθμοῖο γόοιό τε δακρυόεντος.</l><l n="324">ἐκ γάρ τοι ἐρέω· μάλα δὲ χρὴ σπευδέμεν ἔμπης·</l><l n="325">μνηστῆρας κατέπεφνον ἐν ἡμετέροισι δόμοισι,</l><l n="326">λώβην τινύμενος θυμαλγέα καὶ κακὰ ἔργα.</l></q><milestone n="327" unit="card" ed="p"/><l n="327"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Λαέρτης ἀπαμείβετο φώνησέν τε·</l><q type="unspecified"><l n="328">εἰ μὲν δὴ Ὀδυσεύς γε ἐμὸς πάϊς ἐνθάδʼ ἱκάνεις,</l><l n="329">σῆμά τί μοι νῦν εἰπὲ ἀριφραδές, ὄφρα πεποίθω.</l></q><l n="330"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="331">οὐλὴν μὲν πρῶτον τήνδε φράσαι ὀφθαλμοῖσι,</l><l n="332">τὴν ἐν Παρνησῷ μʼ ἔλασεν σῦς λευκῷ ὀδόντι</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>