<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.272-24.387</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.272-24.387</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="24" type="textpart" subtype="book"><q type="unspecified"><l n="272">ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων,</l><l n="273">καί οἱ δῶρα πόρον ξεινήϊα, οἷα ἐῴκει.</l><l n="274">χρυσοῦ μέν οἱ δῶκʼ εὐεργέος ἑπτὰ τάλαντα,</l><l n="275">δῶκα δέ οἱ κρητῆρα πανάργυρον ἀνθεμόεντα,</l><l n="276">δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας,</l><l n="277">τόσσα δὲ φάρεα καλά, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας,</l><l n="278">χωρὶς δʼ αὖτε γυναῖκας, ἀμύμονα ἔργα ἰδυίας,</l><l n="279">τέσσαρας εἰδαλίμας, ἃς ἤθελεν αὐτὸς ἑλέσθαι.</l></q><milestone n="280" unit="card" ed="p"/><l n="280"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα πατὴρ κατὰ δάκρυον
                  εἴβων·</l><q type="unspecified"><l n="281">ξεῖνʼ, ἦ τοι μὲν γαῖαν ἱκάνεις, ἣν ἐρεείνεις,</l><l n="282">ὑβρισταὶ δʼ αὐτὴν καὶ ἀτάσθαλοι ἄνδρες ἔχουσιν·</l><l n="283">δῶρα δʼ ἐτώσια ταῦτα χαρίζεο, μυρίʼ ὀπάζων·</l><l n="284">εἰ γάρ μιν ζωόν γʼ ἐκίχεις Ἰθάκης ἐνὶ δήμῳ,</l><l n="285">τῷ κέν σʼ εὖ δώροισιν ἀμειψάμενος ἀπέπεμψε</l><l n="286">καὶ ξενίῃ ἀγαθῇ ἡ γὰρ θέμις, ὅς τις ὑπάρξῃ.</l><l n="287">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="288">πόστον δὴ ἔτος ἐστίν, ὅτε ξείνισσας ἐκεῖνον</l><l n="289">σὸν ξεῖνον δύστηνον, ἐμὸν παῖδʼ, εἴ ποτʼ ἔην γε,</l><l n="290">δύσμορον; ὅν που τῆλε φίλων καὶ πατρίδος αἴης</l><l n="291">ἠέ που ἐν πόντῳ φάγον ἰχθύες, ἢ ἐπὶ χέρσου</l><l n="292">θηρσὶ καὶ οἰωνοῖσιν ἕλωρ γένετʼ· οὐδέ ἑ μήτηρ</l><l n="293">κλαῦσε περιστείλασα πατήρ θʼ, οἵ μιν τεκόμεσθα·</l><l n="294">οὐδʼ ἄλοχος πολύδωρος, ἐχέφρων Πηνελόπεια,</l><l n="295">κώκυσʼ ἐν λεχέεσσιν ἑὸν πόσιν, ὡς ἐπεῴκει,</l><l n="296">ὀφθαλμοὺς καθελοῦσα· τὸ γὰρ γέρας ἐστὶ θανόντων.</l><l n="297">καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·</l><l n="298">τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;</l><l n="299">ποῦ δὲ νηῦς ἕστηκε θοή, ἥ σʼ ἤγαγε δεῦρο</l><l n="300">ἀντιθέους θʼ ἑτάρους; ἦ ἔμπορος εἰλήλουθας</l><l n="301">νηὸς ἐπʼ ἀλλοτρίης, οἱ δʼ ἐκβήσαντες ἔβησαν;</l></q><l n="302"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="303">τοιγὰρ ἐγώ τοι πάντα μάλʼ ἀτρεκέως καταλέξω.</l><l n="304">εἰμὶ μὲν ἐξ Ἀλύβαντος, ὅθι κλυτὰ δώματα ναίω,</l><l n="305">υἱὸς Ἀφείδαντος Πολυπημονίδαο ἄνακτος·</l><l n="306">αὐτὰρ ἐμοί γʼ ὄνομʼ ἐστὶν Ἐπήριτος· ἀλλά με δαίμων</l><l n="307">πλάγξʼ ἀπὸ Σικανίης δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα·</l><l n="308">νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος.</l><l n="309">αὐτὰρ Ὀδυσσῆϊ τόδε δὴ πέμπτον ἔτος ἐστίν,</l><l n="310">ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης,</l><l n="311">δύσμορος· ἦ τέ οἱ ἐσθλοὶ ἔσαν ὄρνιθες ἰόντι,</l><l n="312">δεξιοί, οἷς χαίρων μὲν ἐγὼν ἀπέπεμπον ἐκεῖνον,</l><l n="313">χαῖρε δὲ κεῖνος ἰών· θυμὸς δʼ ἔτι νῶϊν ἐώλπει</l><l n="314">μίξεσθαι ξενίῃ ἠδʼ ἀγλαὰ δῶρα διδώσειν.</l></q><l n="315"><milestone unit="para" ed="P"/>ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·</l><l n="316">ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν</l><l n="317">χεύατο κὰκ κεφαλῆς πολιῆς, ἁδινὰ στεναχίζων.</l><l n="318">τοῦ δʼ ὠρίνετο θυμός, ἀνὰ ῥῖνας δέ οἱ ἤδη</l><l n="319">δριμὺ μένος προὔτυψε φίλον πατέρʼ εἰσορόωντι.</l><l n="320">κύσσε δέ μιν περιφὺς ἐπιάλμενος, ἠδὲ προσηύδα·</l><q type="unspecified"><l n="321"><milestone unit="para" ed="P"/>κεῖνος μέν τοι ὅδʼ αὐτὸς ἐγώ, πάτερ, ὃν σὺ
                     μεταλλᾷς,</l><l n="322">ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.</l><l n="323">ἀλλʼ ἴσχεο κλαυθμοῖο γόοιό τε δακρυόεντος.</l><l n="324">ἐκ γάρ τοι ἐρέω· μάλα δὲ χρὴ σπευδέμεν ἔμπης·</l><l n="325">μνηστῆρας κατέπεφνον ἐν ἡμετέροισι δόμοισι,</l><l n="326">λώβην τινύμενος θυμαλγέα καὶ κακὰ ἔργα.</l></q><milestone n="327" unit="card" ed="p"/><l n="327"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Λαέρτης ἀπαμείβετο φώνησέν τε·</l><q type="unspecified"><l n="328">εἰ μὲν δὴ Ὀδυσεύς γε ἐμὸς πάϊς ἐνθάδʼ ἱκάνεις,</l><l n="329">σῆμά τί μοι νῦν εἰπὲ ἀριφραδές, ὄφρα πεποίθω.</l></q><l n="330"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="331">οὐλὴν μὲν πρῶτον τήνδε φράσαι ὀφθαλμοῖσι,</l><l n="332">τὴν ἐν Παρνησῷ μʼ ἔλασεν σῦς λευκῷ ὀδόντι</l><l n="333">οἰχόμενον· σὺ δέ με προΐεις καὶ πότνια μήτηρ</l><l n="334">ἐς πατέρʼ Αὐτόλυκον μητρὸς φίλον, ὄφρʼ ἂν ἑλοίμην</l><l n="335">δῶρα, τὰ δεῦρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν.</l><l n="336">εἰ δʼ ἄγε τοι καὶ δένδρεʼ ἐϋκτιμένην κατʼ ἀλωὴν</l><l n="337">εἴπω, ἅ μοί ποτʼ ἔδωκας, ἐγὼ δʼ ᾔτεόν σε ἕκαστα</l><l n="338">παιδνὸς ἐών, κατὰ κῆπον ἐπισπόμενος· διὰ δʼ αὐτῶν</l><l n="339">ἱκνεύμεσθα, σὺ δʼ ὠνόμασας καὶ ἔειπες ἕκαστα.</l><l n="340">ὄγχνας μοι δῶκας τρισκαίδεκα καὶ δέκα μηλέας,</l><l n="341">συκέας τεσσαράκοντʼ· ὄρχους δέ μοι ὧδʼ ὀνόμηνας</l><l n="342">δώσειν πεντήκοντα, διατρύγιος δὲ ἕκαστος</l><l n="343">ἤην· ἔνθα δʼ ἀνὰ σταφυλαὶ παντοῖαι ἔασιν—</l><l n="344">ὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερθεν.</l></q><l n="345"><milestone unit="para" ed="P"/>ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον
                  ἦτορ,</l><l n="346">σήματʼ ἀναγνόντος τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς.</l><l n="347">ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε· τὸν δὲ ποτὶ οἷ</l><l n="348">εἷλεν ἀποψύχοντα πολύτλας δῖος Ὀδυσσεύς.</l><l n="349">αὐτὰρ ἐπεί ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,</l><l n="350">ἐξαῦτις μύθοισιν ἀμειβόμενος προσέειπε·</l><q type="unspecified"><l n="351"><milestone unit="para" ed="P"/>Ζεῦ πάτερ, ἦ ῥα ἔτʼ ἔστε θεοὶ κατὰ μακρὸν
                     Ὄλυμπον,</l><l n="352">εἰ ἐτεὸν μνηστῆρες ἀτάσθαλον ὕβριν ἔτισαν.</l><l n="353">νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μὴ τάχα πάντες</l><l n="354">ἐνθάδʼ ἐπέλθωσιν Ἰθακήσιοι, ἀγγελίας δὲ</l><l n="355">πάντη ἐποτρύνωσι Κεφαλλήνων πολίεσσι.</l></q><l n="356"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="357">θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.</l><l n="358">ἀλλʼ ἴομεν προτὶ οἶκον, ὃς ὀρχάτου ἐγγύθι κεῖται·</l><l n="359">ἔνθα δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην</l><l n="360">προὔπεμψʼ, ὡς ἂν δεῖπνον ἐφοπλίσσωσι τάχιστα.</l></q><l n="361"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσαντε βάτην πρὸς δώματα καλά.</l><l n="362">οἱ δʼ ὅτε δή ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,</l><l n="363">εὗρον Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην</l><l n="364">ταμνομένους κρέα πολλὰ κερῶντάς τʼ αἴθοπα οἶνον.</l><milestone n="365" unit="card" ed="p"/><l n="365">τόφρα δὲ Λαέρτην μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ</l><l n="366">ἀμφίπολος Σικελὴ λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,</l><l n="367"><milestone unit="para" ed="P"/>ἀμφὶ δʼ ἄρα χλαῖναν καλὴν βάλεν· αὐτὰρ Ἀθήνη</l><l n="368">ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν,</l><l n="369">μείζονα δʼ ἠὲ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι.</l><l n="370">ἐκ δʼ ἀσαμίνθου βῆ· θαύμαζε δέ μιν φίλος υἱός,</l><l n="371">ὡς ἴδεν ἀθανάτοισι θεοῖς ἐναλίγκιον ἄντην·</l><l n="372">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="373"><milestone unit="para" ed="P"/>ὦ πάτερ, ἦ μάλα τίς σε θεῶν αἰειγενετάων</l><l n="374">εἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι.</l></q><l n="375">τὸν δʼ αὖ Λαέρτης πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="376">αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,</l><l n="377">οἷος Νήρικον εἷλον, ἐϋκτίμενον πτολίεθρον,</l><l n="378">ἀκτὴν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων,</l><l n="379">τοῖος ἐών τοι χθιζὸς ἐν ἡμετέροισι δόμοισιν,</l><l n="380">τεύχεʼ ἔχων ὤμοισιν, ἐφεστάμεναι καὶ ἀμύνειν</l><l n="381">ἄνδρας μνηστῆρας· τῷ κε σφέων γούνατʼ ἔλυσα</l><l n="382">πολλῶν ἐν μεγάροισι, σὺ δὲ φρένας ἔνδον ἐγήθεις.</l></q><l n="383"><milestone unit="para" ed="P"/>ὣς οἷ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.</l><l n="384">οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,</l><l n="385">ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε·</l><l n="386">ἔνθʼ οἱ μὲν δείπνῳ ἐπεχείρεον, ἀγχίμολον δὲ</l><l n="387">ἦλθʼ ὁ γέρων Δολίος, σὺν δʼ υἱεῖς τοῖο γέροντος,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>