<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.264-24.293</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.264-24.293</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="24" type="textpart" subtype="book"><q type="unspecified"><l n="264">ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν.</l><l n="265">ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·</l><l n="266">ἄνδρα ποτʼ ἐξείνισσα φίλῃ ἐνὶ πατρίδι γαίῃ</l><l n="267">ἡμέτερόνδʼ ἐλθόντα, καὶ οὔ πω τις βροτὸς ἄλλος</l><l n="268">ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα·</l><l n="269">εὔχετο δʼ ἐξ Ἰθάκης γένος ἔμμεναι, αὐτὰρ ἔφασκε</l><l n="270">Λαέρτην Ἀρκεισιάδην πατέρʼ ἔμμεναι αὐτῷ.</l><l n="271">τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα,</l><l n="272">ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων,</l><l n="273">καί οἱ δῶρα πόρον ξεινήϊα, οἷα ἐῴκει.</l><l n="274">χρυσοῦ μέν οἱ δῶκʼ εὐεργέος ἑπτὰ τάλαντα,</l><l n="275">δῶκα δέ οἱ κρητῆρα πανάργυρον ἀνθεμόεντα,</l><l n="276">δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας,</l><l n="277">τόσσα δὲ φάρεα καλά, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας,</l><l n="278">χωρὶς δʼ αὖτε γυναῖκας, ἀμύμονα ἔργα ἰδυίας,</l><l n="279">τέσσαρας εἰδαλίμας, ἃς ἤθελεν αὐτὸς ἑλέσθαι.</l></q><milestone n="280" unit="card" ed="p"/><l n="280"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα πατὴρ κατὰ δάκρυον
                  εἴβων·</l><q type="unspecified"><l n="281">ξεῖνʼ, ἦ τοι μὲν γαῖαν ἱκάνεις, ἣν ἐρεείνεις,</l><l n="282">ὑβρισταὶ δʼ αὐτὴν καὶ ἀτάσθαλοι ἄνδρες ἔχουσιν·</l><l n="283">δῶρα δʼ ἐτώσια ταῦτα χαρίζεο, μυρίʼ ὀπάζων·</l><l n="284">εἰ γάρ μιν ζωόν γʼ ἐκίχεις Ἰθάκης ἐνὶ δήμῳ,</l><l n="285">τῷ κέν σʼ εὖ δώροισιν ἀμειψάμενος ἀπέπεμψε</l><l n="286">καὶ ξενίῃ ἀγαθῇ ἡ γὰρ θέμις, ὅς τις ὑπάρξῃ.</l><l n="287">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="288">πόστον δὴ ἔτος ἐστίν, ὅτε ξείνισσας ἐκεῖνον</l><l n="289">σὸν ξεῖνον δύστηνον, ἐμὸν παῖδʼ, εἴ ποτʼ ἔην γε,</l><l n="290">δύσμορον; ὅν που τῆλε φίλων καὶ πατρίδος αἴης</l><l n="291">ἠέ που ἐν πόντῳ φάγον ἰχθύες, ἢ ἐπὶ χέρσου</l><l n="292">θηρσὶ καὶ οἰωνοῖσιν ἕλωρ γένετʼ· οὐδέ ἑ μήτηρ</l><l n="293">κλαῦσε περιστείλασα πατήρ θʼ, οἵ μιν τεκόμεσθα·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>