<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.234-24.278</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.234-24.278</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="24" type="textpart" subtype="book"><l n="234">στὰς ἄρʼ ὑπὸ βλωθρὴν ὄγχνην κατὰ δάκρυον εἶβε.</l><l n="235">μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν</l><l n="236">κύσσαι καὶ περιφῦναι ἑὸν πατέρʼ, ἠδὲ ἕκαστα</l><l n="237">εἰπεῖν, ὡς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,</l><l n="238">ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.</l><l n="239">ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,</l><l n="240">πρῶτον κερτομίοις ἐπέεσσιν πειρηθῆναι.</l><l n="241">τὰ φρονέων ἰθὺς κίεν αὐτοῦ δῖος Ὀδυσσεύς.</l><l n="242">ἦ τοι ὁ μὲν κατέχων κεφαλὴν φυτὸν ἀμφελάχαινε·</l><l n="243">τὸν δὲ παριστάμενος προσεφώνεε φαίδιμος υἱός·</l><q type="unspecified"><l n="244"><milestone unit="para" ed="P"/>ὦ γέρον, οὐκ ἀδαημονίη σʼ ἔχει ἀμφιπολεύειν</l><l n="245">ὄρχατον, ἀλλʼ εὖ τοι κομιδὴ ἔχει, οὐδέ τι πάμπαν,</l><l n="246">οὐ φυτόν, οὐ συκέη, οὐκ ἄμπελος, οὐ μὲν ἐλαίη,</l><l n="247">οὐκ ὄγχνη, οὐ πρασιή τοι ἄνευ κομιδῆς κατὰ κῆπον.</l><l n="248">ἄλλο δέ τοι ἐρέω, σὺ δὲ μὴ χόλον ἔνθεο θυμῷ</l><l n="249">αὐτόν σʼ οὐκ ἀγαθὴ κομιδὴ ἔχει, ἀλλʼ ἅμα γῆρας</l><l n="250">λυγρὸν ἔχεις αὐχμεῖς τε κακῶς καὶ ἀεικέα ἕσσαι.</l><l n="251">οὐ μὲν ἀεργίης γε ἄναξ ἕνεκʼ οὔ σε κομίζει,</l><l n="252">οὐδέ τί τοι δούλειον ἐπιπρέπει εἰσοράασθαι</l><l n="253">εἶδος καὶ μέγεθος· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικας.</l><l n="254">τοιούτῳ δὲ ἔοικας, ἐπεὶ λούσαιτο φάγοι τε,</l><l n="255">εὑδέμεναι μαλακῶς· ἡ γὰρ δίκη ἐστὶ γερόντων.</l><l n="256">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="257">τεῦ δμὼς εἶς ἀνδρῶν; τεῦ δʼ ὄρχατον ἀμφιπολεύεις;</l><l n="258">καὶ μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ,</l><l n="259">εἰ ἐτεόν γʼ Ἰθάκην τήνδʼ ἱκόμεθʼ, ὥς μοι ἔειπεν</l><l n="260">οὗτος ἀνὴρ νῦν δὴ ξυμβλήμενος ἐνθάδʼ ἰόντι,</l><l n="261">οὔ τι μάλʼ ἀρτίφρων, ἐπεὶ οὐ τόλμησεν ἕκαστα</l><l n="262">εἰπεῖν ἠδʼ ἐπακοῦσαι ἐμὸν ἔπος, ὡς ἐρέεινον</l><l n="263">ἀμφὶ ξείνῳ ἐμῷ, ἤ που ζώει τε καὶ ἔστιν</l><l n="264">ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν.</l><l n="265">ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·</l><l n="266">ἄνδρα ποτʼ ἐξείνισσα φίλῃ ἐνὶ πατρίδι γαίῃ</l><l n="267">ἡμέτερόνδʼ ἐλθόντα, καὶ οὔ πω τις βροτὸς ἄλλος</l><l n="268">ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα·</l><l n="269">εὔχετο δʼ ἐξ Ἰθάκης γένος ἔμμεναι, αὐτὰρ ἔφασκε</l><l n="270">Λαέρτην Ἀρκεισιάδην πατέρʼ ἔμμεναι αὐτῷ.</l><l n="271">τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα,</l><l n="272">ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων,</l><l n="273">καί οἱ δῶρα πόρον ξεινήϊα, οἷα ἐῴκει.</l><l n="274">χρυσοῦ μέν οἱ δῶκʼ εὐεργέος ἑπτὰ τάλαντα,</l><l n="275">δῶκα δέ οἱ κρητῆρα πανάργυρον ἀνθεμόεντα,</l><l n="276">δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας,</l><l n="277">τόσσα δὲ φάρεα καλά, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας,</l><l n="278">χωρὶς δʼ αὖτε γυναῖκας, ἀμύμονα ἔργα ἰδυίας,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>