<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.224-24.243</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.224-24.243</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="24" type="textpart" subtype="book"><l n="224">αἱμασιὰς λέξοντες ἀλωῆς ἔμμεναι ἕρκος</l><l n="225">ᾤχοντʼ, αὐτὰρ ὁ τοῖσι γέρων ὁδὸν ἡγεμόνευε.</l><l n="226">τὸν δʼ οἶον πατέρʼ εὗρεν ἐϋκτιμένῃ ἐν ἀλωῇ,</l><l n="227">λιστρεύοντα φυτόν· ῥυπόωντα δὲ ἕστο χιτῶνα</l><l n="228">ῥαπτὸν ἀεικέλιον, περὶ δὲ κνήμῃσι βοείας</l><l n="229">κνημῖδας ῥαπτὰς δέδετο, γραπτῦς ἀλεείνων,</l><l n="230">χειρῖδάς τʼ ἐπὶ χερσὶ βάτων ἕνεκʼ· αὐτὰρ ὕπερθεν</l><l n="231">αἰγείην κυνέην κεφαλῇ ἔχε, πένθος ἀέξων.</l><milestone n="232" unit="card" ed="p"/><l n="232">τὸν δʼ ὡς οὖν ἐνόησε πολύτλας δῖος Ὀδυσσεὺς</l><l n="233">γήραϊ τειρόμενον, μέγα δὲ φρεσὶ πένθος ἔχοντα,</l><l n="234">στὰς ἄρʼ ὑπὸ βλωθρὴν ὄγχνην κατὰ δάκρυον εἶβε.</l><l n="235">μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν</l><l n="236">κύσσαι καὶ περιφῦναι ἑὸν πατέρʼ, ἠδὲ ἕκαστα</l><l n="237">εἰπεῖν, ὡς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,</l><l n="238">ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.</l><l n="239">ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,</l><l n="240">πρῶτον κερτομίοις ἐπέεσσιν πειρηθῆναι.</l><l n="241">τὰ φρονέων ἰθὺς κίεν αὐτοῦ δῖος Ὀδυσσεύς.</l><l n="242">ἦ τοι ὁ μὲν κατέχων κεφαλὴν φυτὸν ἀμφελάχαινε·</l><l n="243">τὸν δὲ παριστάμενος προσεφώνεε φαίδιμος υἱός·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>