<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.189-24.233</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.189-24.233</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="24" type="textpart" subtype="book"><q type="unspecified"><l n="189">οἵ κʼ ἀπονίψαντες μέλανα βρότον ἐξ ὠτειλέων</l><l n="190">κατθέμενοι γοάοιεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων.</l></q><milestone n="191" unit="card" ed="p"/><l n="191"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·</l><q type="unspecified"><l n="192">ὄλβιε Λαέρταο πάϊ, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="193">ἦ ἄρα σὺν μεγάλῃ ἀρετῇ ἐκτήσω ἄκοιτιν.</l><l n="194">ὡς ἀγαθαὶ φρένες ἦσαν ἀμύμονι Πηνελοπείῃ,</l><l n="195">κούρῃ Ἰκαρίου· ὡς εὖ μέμνητʼ Ὀδυσῆος,</l><l n="196">ἀνδρὸς κουριδίου· τῷ οἱ κλέος οὔ ποτʼ ὀλεῖται</l><l n="197">ἧς ἀρετῆς, τεύξουσι δʼ ἐπιχθονίοισιν ἀοιδὴν</l><l n="198">ἀθάνατοι χαρίεσσαν ἐχέφρονι Πηνελοπείῃ,</l><l n="199">οὐχ ὡς Τυνδαρέου κούρη κακὰ μήσατο ἔργα,</l><l n="200">κουρίδιον κτείνασα πόσιν, στυγερὴ δέ τʼ ἀοιδὴ</l><l n="201">ἔσσετʼ ἐπʼ ἀνθρώπους, χαλεπὴν δέ τε φῆμιν ὀπάσσει</l><l n="202">θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν.</l></q><l n="203"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="204">ἑσταότʼ εἰν Ἀΐδαο δόμοις, ὑπὸ κεύθεσι γαίης·</l><l n="205"><milestone unit="para" ed="P"/>οἱ δʼ ἐπεὶ ἐκ πόλιος κατέβαν, τάχα δʼ ἀγρὸν
                  ἵκοντο</l><l n="206">καλὸν Λαέρταο τετυγμένον, ὅν ῥά ποτʼ αὐτὸς</l><l n="207">Λαέρτης κτεάτισσεν, ἐπεὶ μάλα πόλλʼ ἐμόγησεν.</l><l n="208">ἔνθα οἱ οἶκος ἔην, περὶ δὲ κλίσιον θέε πάντη,</l><l n="209">ἐν τῷ σιτέσκοντο καὶ ἵζανον ἠδὲ ἴαυον</l><l n="210">δμῶες ἀναγκαῖοι, τοί οἱ φίλα ἐργάζοντο.</l><l n="211">ἐν δὲ γυνὴ Σικελὴ γρηῢς πέλεν, ἥ ῥα γέροντα</l><l n="212">ἐνδυκέως κομέεσκεν ἐπʼ ἀγροῦ, νόσφι πόληος.</l><l n="213">ἔνθʼ Ὀδυσεὺς δμώεσσι καὶ υἱέϊ μῦθον ἔειπεν·</l><q type="unspecified"><l n="214"><milestone unit="para" ed="P"/>ὑμεῖς μὲν νῦν ἔλθετʼ ἐϋκτίμενον δόμον εἴσω,</l><l n="215">δεῖπνον δʼ αἶψα συῶν ἱερεύσατε ὅς τις ἄριστος·</l><l n="216">αὐτὰρ ἐγὼ πατρὸς πειρήσομαι ἡμετέροιο,</l><l n="217">αἴ κέ μʼ ἐπιγνώῃ καὶ φράσσεται ὀφθαλμοῖσιν,</l><l n="218">ἦέ κεν ἀγνοιῇσι, πολὺν χρόνον ἀμφὶς ἐόντα.</l></q><l n="219"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν δμώεσσιν ἀρήϊα τεύχεʼ ἔδωκεν.</l><l n="220">οἱ μὲν ἔπειτα δόμονδε θοῶς κίον, αὐτὰρ Ὀδυσσεὺς</l><l n="221">ἆσσον ἴεν πολυκάρπου ἀλωῆς πειρητίζων.</l><l n="222">οὐδʼ εὗρεν Δολίον, μέγαν ὄρχατον ἐσκαταβαίνων,</l><l n="223">οὐδέ τινα δμώων οὐδʼ υἱῶν· ἀλλʼ ἄρα τοί γε</l><l n="224">αἱμασιὰς λέξοντες ἀλωῆς ἔμμεναι ἕρκος</l><l n="225">ᾤχοντʼ, αὐτὰρ ὁ τοῖσι γέρων ὁδὸν ἡγεμόνευε.</l><l n="226">τὸν δʼ οἶον πατέρʼ εὗρεν ἐϋκτιμένῃ ἐν ἀλωῇ,</l><l n="227">λιστρεύοντα φυτόν· ῥυπόωντα δὲ ἕστο χιτῶνα</l><l n="228">ῥαπτὸν ἀεικέλιον, περὶ δὲ κνήμῃσι βοείας</l><l n="229">κνημῖδας ῥαπτὰς δέδετο, γραπτῦς ἀλεείνων,</l><l n="230">χειρῖδάς τʼ ἐπὶ χερσὶ βάτων ἕνεκʼ· αὐτὰρ ὕπερθεν</l><l n="231">αἰγείην κυνέην κεφαλῇ ἔχε, πένθος ἀέξων.</l><milestone n="232" unit="card" ed="p"/><l n="232">τὸν δʼ ὡς οὖν ἐνόησε πολύτλας δῖος Ὀδυσσεὺς</l><l n="233">γήραϊ τειρόμενον, μέγα δὲ φρεσὶ πένθος ἔχοντα,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>