<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.168-24.223</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.168-24.223</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="24" type="textpart" subtype="book"><q type="unspecified"><l n="168">τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον,</l><l n="169">ἡμῖν αἰνομόροισιν ἀέθλια καὶ φόνου ἀρχήν.</l><l n="170">οὐδέ τις ἡμείων δύνατο κρατεροῖο βιοῖο</l><l n="171">νευρὴν ἐντανύσαι, πολλὸν δʼ ἐπιδευέες ἦμεν.</l><l n="172">ἀλλʼ ὅτε χεῖρας ἵκανεν Ὀδυσσῆος μέγα τόξον,</l><l n="173">ἔνθʼ ἡμεῖς μὲν πάντες ὁμοκλέομεν ἐπέεσσι</l><l n="174">τόξον μὴ δόμεναι, μηδʼ εἰ μάλα πολλʼ ἀγορεύοι·</l><l n="175">Τηλέμαχος δέ μιν οἶος ἐποτρύνων ἐκέλευσεν.</l><l n="176">αὐτὰρ ὁ δέξατο χειρὶ πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="177">ῥηϊδίως δʼ ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου,</l><l n="178">στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺς</l><l n="179">δεινὸν παπταίνων, βάλε δʼ Ἀντίνοον βασιλῆα.</l><l n="180">αὐτὰρ ἔπειτʼ ἄλλοις ἐφίει βέλεα στονόεντα,</l><l n="181">ἄντα τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.</l><l n="182">γνωτὸν δʼ ἦν ὅ ῥά τίς σφι θεῶν ἐπιτάρροθος ἦεν·</l><l n="183">αὐτίκα γὰρ κατὰ δώματʼ ἐπισπόμενοι μένεϊ σφῷ</l><l n="184">κτεῖνον ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτʼ ἀεικὴς</l><l n="185">κράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦεν.</l><l n="186">ὣς ἡμεῖς, Ἀγάμεμνον, ἀπωλόμεθʼ, ὧν ἔτι καὶ νῦν</l><l n="187">σώματʼ ἀκηδέα κεῖται ἐνὶ μεγάροις Ὀδυσῆος·</l><l n="188">οὐ γάρ πω ἴσασι φίλοι κατὰ δώμαθʼ ἑκάστου,</l><l n="189">οἵ κʼ ἀπονίψαντες μέλανα βρότον ἐξ ὠτειλέων</l><l n="190">κατθέμενοι γοάοιεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων.</l></q><milestone n="191" unit="card" ed="p"/><l n="191"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·</l><q type="unspecified"><l n="192">ὄλβιε Λαέρταο πάϊ, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="193">ἦ ἄρα σὺν μεγάλῃ ἀρετῇ ἐκτήσω ἄκοιτιν.</l><l n="194">ὡς ἀγαθαὶ φρένες ἦσαν ἀμύμονι Πηνελοπείῃ,</l><l n="195">κούρῃ Ἰκαρίου· ὡς εὖ μέμνητʼ Ὀδυσῆος,</l><l n="196">ἀνδρὸς κουριδίου· τῷ οἱ κλέος οὔ ποτʼ ὀλεῖται</l><l n="197">ἧς ἀρετῆς, τεύξουσι δʼ ἐπιχθονίοισιν ἀοιδὴν</l><l n="198">ἀθάνατοι χαρίεσσαν ἐχέφρονι Πηνελοπείῃ,</l><l n="199">οὐχ ὡς Τυνδαρέου κούρη κακὰ μήσατο ἔργα,</l><l n="200">κουρίδιον κτείνασα πόσιν, στυγερὴ δέ τʼ ἀοιδὴ</l><l n="201">ἔσσετʼ ἐπʼ ἀνθρώπους, χαλεπὴν δέ τε φῆμιν ὀπάσσει</l><l n="202">θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν.</l></q><l n="203"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="204">ἑσταότʼ εἰν Ἀΐδαο δόμοις, ὑπὸ κεύθεσι γαίης·</l><l n="205"><milestone unit="para" ed="P"/>οἱ δʼ ἐπεὶ ἐκ πόλιος κατέβαν, τάχα δʼ ἀγρὸν
                  ἵκοντο</l><l n="206">καλὸν Λαέρταο τετυγμένον, ὅν ῥά ποτʼ αὐτὸς</l><l n="207">Λαέρτης κτεάτισσεν, ἐπεὶ μάλα πόλλʼ ἐμόγησεν.</l><l n="208">ἔνθα οἱ οἶκος ἔην, περὶ δὲ κλίσιον θέε πάντη,</l><l n="209">ἐν τῷ σιτέσκοντο καὶ ἵζανον ἠδὲ ἴαυον</l><l n="210">δμῶες ἀναγκαῖοι, τοί οἱ φίλα ἐργάζοντο.</l><l n="211">ἐν δὲ γυνὴ Σικελὴ γρηῢς πέλεν, ἥ ῥα γέροντα</l><l n="212">ἐνδυκέως κομέεσκεν ἐπʼ ἀγροῦ, νόσφι πόληος.</l><l n="213">ἔνθʼ Ὀδυσεὺς δμώεσσι καὶ υἱέϊ μῦθον ἔειπεν·</l><q type="unspecified"><l n="214"><milestone unit="para" ed="P"/>ὑμεῖς μὲν νῦν ἔλθετʼ ἐϋκτίμενον δόμον εἴσω,</l><l n="215">δεῖπνον δʼ αἶψα συῶν ἱερεύσατε ὅς τις ἄριστος·</l><l n="216">αὐτὰρ ἐγὼ πατρὸς πειρήσομαι ἡμετέροιο,</l><l n="217">αἴ κέ μʼ ἐπιγνώῃ καὶ φράσσεται ὀφθαλμοῖσιν,</l><l n="218">ἦέ κεν ἀγνοιῇσι, πολὺν χρόνον ἀμφὶς ἐόντα.</l></q><l n="219"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν δμώεσσιν ἀρήϊα τεύχεʼ ἔδωκεν.</l><l n="220">οἱ μὲν ἔπειτα δόμονδε θοῶς κίον, αὐτὰρ Ὀδυσσεὺς</l><l n="221">ἆσσον ἴεν πολυκάρπου ἀλωῆς πειρητίζων.</l><l n="222">οὐδʼ εὗρεν Δολίον, μέγαν ὄρχατον ἐσκαταβαίνων,</l><l n="223">οὐδέ τινα δμώων οὐδʼ υἱῶν· ἀλλʼ ἄρα τοί γε</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>