<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.140-24.167</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.140-24.167</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="24" type="textpart" subtype="book"><q type="unspecified"><l n="140">νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.</l><l n="141">ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς·</l><l n="142">ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,</l><l n="143">μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,</l><l n="144">καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη,</l><l n="145">καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.</l><l n="146">ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης.</l><l n="147"><milestone unit="para" ed="P"/>εὖθʼ ἡ φᾶρος ἔδειξεν, ὑφήνασα μέγαν ἱστόν,</l><l n="148">πλύνασʼ, ἠελίῳ ἐναλίγκιον ἠὲ σελήνῃ,</l><l n="149">καὶ τότε δή ῥʼ Ὀδυσῆα κακός ποθεν ἤγαγε δαίμων</l><l n="150">ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε συβώτης.</l><l n="151">ἔνθʼ ἦλθεν φίλος υἱὸς Ὀδυσσῆος θείοιο,</l><l n="152">ἐκ Πύλου ἠμαθόεντος ἰὼν σὺν νηῒ μελαίνῃ·</l><l n="153">τὼ δὲ μνηστῆρσιν θάνατον κακὸν ἀρτύναντε</l><l n="154">ἵκοντο προτὶ ἄστυ περικλυτόν, ἦ τοι Ὀδυσσεὺς</l><l n="155">ὕστερος, αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευε.</l><l n="156">τὸν δὲ συβώτης ἦγε κακὰ χροῒ εἵματʼ ἔχοντα,</l><l n="157">πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι</l><l n="158">σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο·</l><l n="159">οὐδέ τις ἡμείων δύνατο γνῶναι τὸν ἐόντα</l><l n="160">ἐξαπίνης προφανέντʼ, οὐδʼ οἳ προγενέστεροι ἦσαν,</l><l n="161">ἀλλʼ ἔπεσίν τε κακοῖσιν ἐνίσσομεν ἠδὲ βολῇσιν.</l><l n="162">αὐτὰρ ὁ τῆος ἐτόλμα ἐνὶ μεγάροισιν ἑοῖσι</l><l n="163">βαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ·</l><l n="164">ἀλλʼ ὅτε δή μιν ἔγειρε Διὸς νοός αἰγιόχοιο,</l><l n="165">σὺν μὲν Τηλεμάχῳ περικαλλέα τεύχεʼ ἀείρας</l><l n="166">ἐς θάλαμον κατέθηκε καὶ ἐκλήϊσεν ὀχῆας,</l><l n="167">αὐτὰρ ὁ ἣν ἄλοχον πολυκερδείῃσιν ἄνωγε</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>