<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.14-24.83</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.14-24.83</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="24" type="textpart" subtype="book"><l n="14">ἔνθα τε ναίουσι ψυχαί, εἴδωλα καμόντων.</l><l n="15">εὗρον δὲ ψυχὴν Πηληϊάδεω Ἀχιλῆος</l><l n="16">καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο</l><l n="17">Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε</l><l n="18">τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐδαο</l><l n="19"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν περὶ κεῖνον ὁμίλεον· ἀγχίμολον δὲ</l><l n="20">ἤλυθʼ ἔπι ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο</l><l n="21">ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσαι ἅμʼ αὐτῷ</l><l n="22">οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.</l><l n="23">τὸν προτέρη ψυχὴ προσεφώνεε Πηλεΐωνος·</l><q type="unspecified"><l n="24"><milestone unit="para" ed="P"/>Ἀτρεΐδη, περὶ μέν σʼ ἔφαμεν Διὶ τερπικεραύνῳ</l><l n="25">ἀνδρῶν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα,</l><l n="26">οὕνεκα πολλοῖσίν τε καὶ ἰφθίμοισιν ἄνασσες</l><l n="27">δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί.</l><l n="28">ἦ τʼ ἄρα καὶ σοὶ πρῶϊ παραστήσεσθαι ἔμελλεν</l><l n="29">μοῖρʼ ὀλοή, τὴν οὔ τις ἀλεύεται ὅς κε γένηται.</l><l n="30">ὡς ὄφελες τιμῆς ἀπονήμενος, ἧς περ ἄνασσες,</l><l n="31">δήμῳ ἔνι Τρώων θάνατον καὶ πότμον ἐπισπεῖν·</l><l n="32">τῷ κέν τοι τύμβον μὲν ἐποίησαν Παναχαιοί,</l><l n="33">ἠδέ κε καὶ σῷ παιδὶ μέγα κλέος ἤραʼ ὀπίσσω·</l><l n="34">νῦν δʼ ἄρα σʼ οἰκτίστῳ θανάτῳ εἵμαρτο ἁλῶναι.</l></q><milestone n="35" unit="card" ed="p"/><l n="35">τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρείδαο·</l><q type="unspecified"><l n="36">ὄλβιε Πηλέος υἱέ, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,</l><l n="37">ὃς θάνες ἐν Τροίῃ ἑκὰς Ἄργεος· ἀμφὶ δέ σʼ ἄλλοι</l><l n="38">κτείνοντο Τρώων καὶ Ἀχαιῶν υἷες ἄριστοι,</l><l n="39">μαρνάμενοι περὶ σεῖο· σὺ δʼ ἐν στροφάλιγγι κονίης</l><l n="40">κεῖσο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.</l><l n="41">ἡμεῖς δὲ πρόπαν ἦμαρ ἐμαρνάμεθʼ· οὐδέ κε πάμπαν</l><l n="42">παυσάμεθα πτολέμου, εἰ μὴ Ζεὺς λαίλαπι παῦσεν.</l><l n="43">αὐτὰρ ἐπεί σʼ ἐπὶ νῆας ἐνείκαμεν ἐκ πολέμοιο,</l><l n="44">κάτθεμεν ἐν λεχέεσσι, καθήραντες χρόα καλὸν</l><l n="45">ὕδατί τε λιαρῷ καὶ ἀλείφατι· πολλὰ δέ σʼ ἀμφὶ</l><l n="46">δάκρυα θερμὰ χέον Δαναοὶ κείροντό τε χαίτας.</l><l n="47">μήτηρ δʼ ἐξ ἁλὸς ἦλθε σὺν ἀθανάτῃς ἁλίῃσιν</l><l n="48">ἀγγελίης ἀΐουσα· βοὴ δʼ ἐπὶ πόντον ὀρώρει</l><l n="49">θεσπεσίη, ὑπὸ δὲ τρόμος ἔλλαβε πάντας Ἀχαιούς·</l><l n="50">καί νύ κʼ ἀναΐξαντες ἔβαν κοίλας ἐπὶ νῆας,</l><l n="51">εἰ μὴ ἀνὴρ κατέρυκε παλαιά τε πολλά τε εἰδώς,</l><l n="52">Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·</l><l n="53">ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q type="unspecified"><l n="54"><milestone unit="para" ed="P"/>ἴσχεσθʼ, Ἀργεῖοι, μὴ φεύγετε, κοῦροι
                        Ἀχαιῶν·</l><l n="55">μήτηρ ἐξ ἁλὸς ἥδε σὺν ἀθανάτῃς ἁλίῃσιν</l><l n="56">ἔρχεται, οὗ παιδὸς τεθνηότος ἀντιόωσα.</l></q><l n="57"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἔσχοντο φόβου μεγάθυμοι
                     Ἀχαιοί·</l><l n="58">ἀμφὶ δέ σʼ ἔστησαν κοῦραι ἁλίοιο γέροντος</l><l n="59">οἴκτρʼ ὀλοφυρόμεναι, περὶ δʼ ἄμβροτα εἵματα ἕσσαν.</l><l n="60">Μοῦσαι δʼ ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ</l><l n="61">θρήνεον· ἔνθα κεν οὔ τινʼ ἀδάκρυτόν γʼ ἐνόησας</l><l n="62">Ἀργείων· τοῖον γὰρ ὑπώρορε Μοῦσα λίγεια.</l><l n="63">ἑπτὰ δὲ καὶ δέκα μέν σε ὁμῶς νύκτας τε καὶ ἦμαρ</l><l n="64">κλαίομεν ἀθάνατοί τε θεοὶ θνητοί τʼ ἄνθρωποι·</l><l n="65">ὀκτωκαιδεκάτῃ δʼ ἔδομεν πυρί, πολλὰ δέ σʼ ἀμφὶ</l><l n="66">μῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς.</l><l n="67">καίεο δʼ ἔν τʼ ἐσθῆτι θεῶν καὶ ἀλείφατι πολλῷ</l><l n="68">καὶ μέλιτι γλυκερῷ· πολλοὶ δʼ ἥρωες Ἀχαιοὶ</l><l n="69">τεύχεσιν ἐρρώσαντο πυρὴν πέρι καιομένοιο,</l><l n="70">πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει</l><l n="71">αὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο,</l><l n="72">ἠῶθεν δή τοι λέγομεν λεύκʼ ὀστέʼ, Ἀχιλλεῦ,</l><l n="73">οἴνῳ ἐν ἀκρήτῳ καὶ ἀλείφατι· δῶκε δὲ μήτηρ</l><l n="74">χρύσεον ἀμφιφορῆα· Διωνύσοιο δὲ δῶρον</l><l n="75">φάσκʼ ἔμεναι, ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο.</l><l n="76">ἐν τῷ τοι κεῖται λεύκʼ ὀστέα, φαίδιμʼ Ἀχιλλεῦ,</l><l n="77">μίγδα δὲ Πατρόκλοιο Μενοιτιάδαο θανόντος,</l><l n="78">χωρὶς δʼ Ἀντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντων</l><l n="79">τῶν ἄλλων ἑτάρων, μετὰ Πάτροκλόν γε θανόντα.</l><l n="80">ἀμφʼ αὐτοῖσι δʼ ἔπειτα μέγαν καὶ ἀμύμονα τύμβον</l><l n="81">χεύαμεν Ἀργείων ἱερὸς στρατὸς αἰχμητάων</l><l n="82">ἀκτῇ ἔπι προὐχούσῃ, ἐπὶ πλατεῖ Ἑλλησπόντῳ,</l><l n="83">ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴη</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>