<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.124-24.185</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:24.124-24.185</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="24" type="textpart" subtype="book"><q type="unspecified"><l n="124">ἡμετέρου θανάτοιο κακὸν τέλος, οἷον ἐτύχθη.</l><l n="125">μνώμεθʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα·</l><l n="126">ἡ δʼ οὔτʼ ἠρνεῖτο στυγερὸν γάμον οὔτʼ ἐτελεύτα,</l><l n="127">ἡμῖν φραζομένη θάνατον καὶ κῆρα μέλαιναν,</l><l n="128">ἀλλὰ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε·</l><l n="129">στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,</l><l n="130">λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ ἡμῖν μετέειπε·</l><q type="unspecified"><l n="131"><milestone unit="para" ed="P"/>κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος
                        Ὀδυσσεύς,</l><l n="132">μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος</l><l n="133">ἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται,</l><l n="134">Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν</l><l n="135">μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,</l><l n="136">μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,</l><l n="137">αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.</l></q><milestone n="138" unit="card" ed="p"/><l n="138"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς
                     ἀγήνωρ.</l><l n="139">ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,</l><l n="140">νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.</l><l n="141">ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς·</l><l n="142">ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,</l><l n="143">μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,</l><l n="144">καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη,</l><l n="145">καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.</l><l n="146">ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης.</l><l n="147"><milestone unit="para" ed="P"/>εὖθʼ ἡ φᾶρος ἔδειξεν, ὑφήνασα μέγαν ἱστόν,</l><l n="148">πλύνασʼ, ἠελίῳ ἐναλίγκιον ἠὲ σελήνῃ,</l><l n="149">καὶ τότε δή ῥʼ Ὀδυσῆα κακός ποθεν ἤγαγε δαίμων</l><l n="150">ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε συβώτης.</l><l n="151">ἔνθʼ ἦλθεν φίλος υἱὸς Ὀδυσσῆος θείοιο,</l><l n="152">ἐκ Πύλου ἠμαθόεντος ἰὼν σὺν νηῒ μελαίνῃ·</l><l n="153">τὼ δὲ μνηστῆρσιν θάνατον κακὸν ἀρτύναντε</l><l n="154">ἵκοντο προτὶ ἄστυ περικλυτόν, ἦ τοι Ὀδυσσεὺς</l><l n="155">ὕστερος, αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευε.</l><l n="156">τὸν δὲ συβώτης ἦγε κακὰ χροῒ εἵματʼ ἔχοντα,</l><l n="157">πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι</l><l n="158">σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο·</l><l n="159">οὐδέ τις ἡμείων δύνατο γνῶναι τὸν ἐόντα</l><l n="160">ἐξαπίνης προφανέντʼ, οὐδʼ οἳ προγενέστεροι ἦσαν,</l><l n="161">ἀλλʼ ἔπεσίν τε κακοῖσιν ἐνίσσομεν ἠδὲ βολῇσιν.</l><l n="162">αὐτὰρ ὁ τῆος ἐτόλμα ἐνὶ μεγάροισιν ἑοῖσι</l><l n="163">βαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ·</l><l n="164">ἀλλʼ ὅτε δή μιν ἔγειρε Διὸς νοός αἰγιόχοιο,</l><l n="165">σὺν μὲν Τηλεμάχῳ περικαλλέα τεύχεʼ ἀείρας</l><l n="166">ἐς θάλαμον κατέθηκε καὶ ἐκλήϊσεν ὀχῆας,</l><l n="167">αὐτὰρ ὁ ἣν ἄλοχον πολυκερδείῃσιν ἄνωγε</l><l n="168">τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον,</l><l n="169">ἡμῖν αἰνομόροισιν ἀέθλια καὶ φόνου ἀρχήν.</l><l n="170">οὐδέ τις ἡμείων δύνατο κρατεροῖο βιοῖο</l><l n="171">νευρὴν ἐντανύσαι, πολλὸν δʼ ἐπιδευέες ἦμεν.</l><l n="172">ἀλλʼ ὅτε χεῖρας ἵκανεν Ὀδυσσῆος μέγα τόξον,</l><l n="173">ἔνθʼ ἡμεῖς μὲν πάντες ὁμοκλέομεν ἐπέεσσι</l><l n="174">τόξον μὴ δόμεναι, μηδʼ εἰ μάλα πολλʼ ἀγορεύοι·</l><l n="175">Τηλέμαχος δέ μιν οἶος ἐποτρύνων ἐκέλευσεν.</l><l n="176">αὐτὰρ ὁ δέξατο χειρὶ πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="177">ῥηϊδίως δʼ ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου,</l><l n="178">στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺς</l><l n="179">δεινὸν παπταίνων, βάλε δʼ Ἀντίνοον βασιλῆα.</l><l n="180">αὐτὰρ ἔπειτʼ ἄλλοις ἐφίει βέλεα στονόεντα,</l><l n="181">ἄντα τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.</l><l n="182">γνωτὸν δʼ ἦν ὅ ῥά τίς σφι θεῶν ἐπιτάρροθος ἦεν·</l><l n="183">αὐτίκα γὰρ κατὰ δώματʼ ἐπισπόμενοι μένεϊ σφῷ</l><l n="184">κτεῖνον ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτʼ ἀεικὴς</l><l n="185">κράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦεν.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>