<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:23.81-23.115</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:23.81-23.115</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="23" type="textpart" subtype="book"><q type="unspecified"><l n="81">μαῖα φίλη, χαλεπόν σε θεῶν αἰειγενετάων</l><l n="82">δήνεα εἴρυσθαι, μὰλα περ πολύϊδριν ἐοῦσαν.</l><l n="83">ἀλλʼ ἔμπης ἴομεν μετὰ παῖδʼ ἐμόν, ὄφρα ἴδωμαι</l><l n="84">ἄνδρας μνηστῆρας τεθνηότας, ἠδʼ ὃς ἔπεφνεν.</l></q><milestone n="85" unit="card" ed="p"/><l n="85">ὣς φαμένη κατέβαινʼ ὑπερώϊα· πολλὰ δέ οἱ κῆρ</l><l n="86">ὥρμαινʼ, ἢ ἀπάνευθε φίλον πόσιν ἐξερεείνοι,</l><l n="87">ἦ παρστᾶσα κύσειε κάρη καὶ χεῖρε λαβοῦσα.</l><l n="88">ἡ δʼ ἐπεὶ εἰσῆλθεν καὶ ὑπέρβη λάϊνον οὐδόν,</l><l n="89">ἕζετʼ ἔπειτʼ Ὀδυσῆος ἐναντίη, ἐν πυρὸς αὐγῇ,</l><l n="90">τοίχου τοῦ ἑτέρου· ὁ δʼ ἄρα πρὸς κίονα μακρὴν</l><l n="91">ἧστο κάτω ὁρόων, ποτιδέγμενος εἴ τί μιν εἴποι</l><l n="92">ἰφθίμη παράκοιτις, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν.</l><l n="93">ἡ δʼ ἄνεω δὴν ἧστο, τάφος δέ οἱ ἦτορ ἵκανεν·</l><l n="94">ὄψει δʼ ἄλλοτε μέν μιν ἐνωπαδίως ἐσίδεσκεν,</l><l n="95">ἄλλοτε δʼ ἀγνώσασκε κακὰ χροῒ εἵματʼ ἔχοντα.</l><l n="96">Τηλέμαχος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q type="unspecified"><l n="97"><milestone unit="para" ed="P"/>μῆτερ ἐμή, δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα,</l><l n="98">τίφθʼ οὕτω πατρὸς νοσφίζεαι, οὐδὲ παρʼ αὐτὸν</l><l n="99">ἑζομένη μύθοισιν ἀνείρεαι οὐδὲ μεταλλᾷς;</l><l n="100">οὐ μέν κʼ ἄλλη γʼ ὧδε γυνὴ τετληότι θυμῷ</l><l n="101">ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας</l><l n="102">ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν·</l><l n="103">σοὶ δʼ αἰεὶ κραδίη στερεωτέρη ἐστὶ λίθοιο.</l></q><l n="104"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="105">τέκνον ἐμόν, θυμός μοι ἐνὶ στήθεσσι τέθηπεν,</l><l n="106">οὐδέ τι προσφάσθαι δύναμαι ἔπος οὐδʼ ἐρέεσθαι</l><l n="107">οὐδʼ εἰς ὦπα ἰδέσθαι ἐναντίον. εἰ δʼ ἐτεὸν δὴ</l><l n="108">ἔστʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ἦ μάλα νῶϊ</l><l n="109">γνωσόμεθʼ ἀλλήλων καὶ λώϊον· ἔστι γὰρ ἡμῖν</l><l n="110">σήμαθʼ, ἃ δὴ καὶ νῶϊ κεκρυμμένα ἴδμεν ἀπʼ ἄλλων.</l></q><l n="111"><milestone unit="para" ed="P"/>ὣς φάτο, μείδησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="112">αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="113"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, ἦ τοι μητέρʼ ἐνὶ μεγάροισιν ἔασον</l><l n="114">πειράζειν ἐμέθεν· τάχα δὲ φράσεται καὶ ἄρειον.</l><l n="115">νῦν δʼ ὅττι ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>