<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:23.69-23.143</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:23.69-23.143</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="23" type="textpart" subtype="book"><l n="69"><milestone unit="para" ed="P"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα φίλη τροφὸς Εὐρύκλεια·</l><q type="unspecified"><l n="70">τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,</l><l n="71">ἣ πόσιν ἔνδον ἐόντα παρʼ ἐσχάρῃ οὔ ποτʼ ἔφησθα</l><l n="72">οἴκαδʼ ἐλεύσεσθαι· θυμὸς δέ τοι αἰὲν ἄπιστος.</l><l n="73">ἀλλʼ ἄγε τοι καὶ σῆμα ἀριφραδὲς ἄλλο τι εἴπω,</l><l n="74">οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι.</l><l n="75">τὴν ἀπονίζουσα φρασάμην, ἔθελον δὲ σοὶ αὐτῇ</l><l n="76">εἰπέμεν· ἀλλά με κεῖνος ἑλὼν ἐπὶ μάστακα χερσὶν</l><l n="77">οὐκ ἔα εἰπέμεναι πολυϊδρείῃσι νόοιο.</l><l n="78">ἀλλʼ ἕπευ· αὐτὰρ ἐγὼν ἐμέθεν περιδώσομαι αὐτῆς,</l><l n="79">αἴ κέν σʼ ἐξαπάφω, κτεῖναί μʼ οἰκτίστῳ ὀλέθρῳ.</l></q><l n="80">τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="81">μαῖα φίλη, χαλεπόν σε θεῶν αἰειγενετάων</l><l n="82">δήνεα εἴρυσθαι, μὰλα περ πολύϊδριν ἐοῦσαν.</l><l n="83">ἀλλʼ ἔμπης ἴομεν μετὰ παῖδʼ ἐμόν, ὄφρα ἴδωμαι</l><l n="84">ἄνδρας μνηστῆρας τεθνηότας, ἠδʼ ὃς ἔπεφνεν.</l></q><milestone n="85" unit="card" ed="p"/><l n="85">ὣς φαμένη κατέβαινʼ ὑπερώϊα· πολλὰ δέ οἱ κῆρ</l><l n="86">ὥρμαινʼ, ἢ ἀπάνευθε φίλον πόσιν ἐξερεείνοι,</l><l n="87">ἦ παρστᾶσα κύσειε κάρη καὶ χεῖρε λαβοῦσα.</l><l n="88">ἡ δʼ ἐπεὶ εἰσῆλθεν καὶ ὑπέρβη λάϊνον οὐδόν,</l><l n="89">ἕζετʼ ἔπειτʼ Ὀδυσῆος ἐναντίη, ἐν πυρὸς αὐγῇ,</l><l n="90">τοίχου τοῦ ἑτέρου· ὁ δʼ ἄρα πρὸς κίονα μακρὴν</l><l n="91">ἧστο κάτω ὁρόων, ποτιδέγμενος εἴ τί μιν εἴποι</l><l n="92">ἰφθίμη παράκοιτις, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν.</l><l n="93">ἡ δʼ ἄνεω δὴν ἧστο, τάφος δέ οἱ ἦτορ ἵκανεν·</l><l n="94">ὄψει δʼ ἄλλοτε μέν μιν ἐνωπαδίως ἐσίδεσκεν,</l><l n="95">ἄλλοτε δʼ ἀγνώσασκε κακὰ χροῒ εἵματʼ ἔχοντα.</l><l n="96">Τηλέμαχος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q type="unspecified"><l n="97"><milestone unit="para" ed="P"/>μῆτερ ἐμή, δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα,</l><l n="98">τίφθʼ οὕτω πατρὸς νοσφίζεαι, οὐδὲ παρʼ αὐτὸν</l><l n="99">ἑζομένη μύθοισιν ἀνείρεαι οὐδὲ μεταλλᾷς;</l><l n="100">οὐ μέν κʼ ἄλλη γʼ ὧδε γυνὴ τετληότι θυμῷ</l><l n="101">ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας</l><l n="102">ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν·</l><l n="103">σοὶ δʼ αἰεὶ κραδίη στερεωτέρη ἐστὶ λίθοιο.</l></q><l n="104"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="105">τέκνον ἐμόν, θυμός μοι ἐνὶ στήθεσσι τέθηπεν,</l><l n="106">οὐδέ τι προσφάσθαι δύναμαι ἔπος οὐδʼ ἐρέεσθαι</l><l n="107">οὐδʼ εἰς ὦπα ἰδέσθαι ἐναντίον. εἰ δʼ ἐτεὸν δὴ</l><l n="108">ἔστʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ἦ μάλα νῶϊ</l><l n="109">γνωσόμεθʼ ἀλλήλων καὶ λώϊον· ἔστι γὰρ ἡμῖν</l><l n="110">σήμαθʼ, ἃ δὴ καὶ νῶϊ κεκρυμμένα ἴδμεν ἀπʼ ἄλλων.</l></q><l n="111"><milestone unit="para" ed="P"/>ὣς φάτο, μείδησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="112">αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="113"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, ἦ τοι μητέρʼ ἐνὶ μεγάροισιν ἔασον</l><l n="114">πειράζειν ἐμέθεν· τάχα δὲ φράσεται καὶ ἄρειον.</l><l n="115">νῦν δʼ ὅττι ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,</l><l n="116">τοὔνεκʼ ἀτιμάζει με καὶ οὔ πω φησὶ τὸν εἶναι.</l><l n="117">ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.</l><l n="118">καὶ γάρ τίς θʼ ἕνα φῶτα κατακτείνας ἐνὶ δήμῳ,</l><l n="119">ᾧ μὴ πολλοὶ ἔωσιν ἀοσσητῆρες ὀπίσσω,</l><l n="120">φεύγει πηούς τε προλιπὼν καὶ πατρίδα γαῖαν·</l><l n="121">ἡμεῖς δʼ ἕρμα πόληος ἀπέκταμεν, οἳ μέγʼ ἄριστοι</l><l n="122">κούρων εἰν Ἰθάκῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.</l></q><l n="123"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="124">αὐτὸς ταῦτά γε λεῦσσε, πάτερ φίλε· σὴν γὰρ ἀρίστην</l><l n="125">μῆτιν ἐπʼ ἀνθρώπους φάσʼ ἔμμεναι, οὐδέ κέ τίς τοι</l><l n="126">ἄλλος ἀνὴρ ἐρίσειε καταθνητῶν ἀνθρώπων.</l><l n="127">ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημι</l><l n="128">ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστιν.</l></q><milestone n="129" unit="card" ed="p"/><l n="129"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς</l><q type="unspecified"><l n="130">τοιγὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.</l><l n="131">πρῶτα μὲν ἂρ λούσασθε καὶ ἀμφιέσασθε χιτῶνας,</l><l n="132">δμῳὰς δʼ ἐν μεγάροισιν ἀνώγετε εἵμαθʼ ἑλέσθαι·</l><l n="133">αὐτὰρ θεῖος ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν</l><l n="134">ἡμῖν ἡγείσθω φιλοπαίγμονος ὀρχηθμοῖο,</l><l n="135">ὥς κέν τις φαίη γάμον ἔμμεναι ἐκτὸς ἀκούων,</l><l n="136">ἢ ἀνʼ ὁδὸν στείχων, ἢ οἳ περιναιετάουσι·</l><l n="137">μὴ πρόσθε κλέος εὐρὺ φόνου κατὰ ἄστυ γένηται</l><l n="138">ἀνδρῶν μνηστήρων, πρίν γʼ ἡμέας ἐλθέμεν ἔξω</l><l n="139">ἀγρὸν ἐς ἡμέτερον πολυδένδρεον· ἔνθα δʼ ἔπειτα</l><l n="140">φρασσόμεθʼ ὅττι κε κέρδος Ὀλύμπιος ἐγγυαλίξῃ.</l></q><l n="141"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ
                  ἐπίθοντο</l><l n="142">πρῶτα μὲν οὖν λούσαντο καὶ ἀμφιέσαντο χιτῶνας,</l><l n="143">ὅπλισθεν δὲ γυναῖκες· ὁ δʼ εἵλετο θεῖος ἀοιδὸς</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>