<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:23.60-23.83</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:23.60-23.83</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="23" type="textpart" subtype="book"><q type="unspecified"><l n="60">οἶσθα γὰρ ὥς κʼ ἀσπαστὸς ἐνὶ μεγάροισι φανείη</l><l n="61">πᾶσι, μάλιστα δʼ ἐμοί τε καὶ υἱέϊ, τὸν τεκόμεσθα·</l><l n="62">ἀλλʼ οὐκ ἔσθʼ ὅδε μῦθος ἐτήτυμος, ὡς ἀγορεύεις,</l><l n="63">ἀλλά τις ἀθανάτων κτεῖνε μνηστῆρας ἀγαυούς,</l><l n="64">ὕβριν ἀγασσάμενος θυμαλγέα καὶ κακὰ ἔργα.</l><l n="65">οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,</l><l n="66">οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο·</l><l n="67">τῷ διʼ ἀτασθαλίας ἔπαθον κακόν· αὐτὰρ Ὀδυσσεὺς</l><l n="68">ὤλεσε τηλοῦ νόστον Ἀχαιΐδος, ὤλετο δʼ αὐτός.</l></q><l n="69"><milestone unit="para" ed="P"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα φίλη τροφὸς Εὐρύκλεια·</l><q type="unspecified"><l n="70">τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,</l><l n="71">ἣ πόσιν ἔνδον ἐόντα παρʼ ἐσχάρῃ οὔ ποτʼ ἔφησθα</l><l n="72">οἴκαδʼ ἐλεύσεσθαι· θυμὸς δέ τοι αἰὲν ἄπιστος.</l><l n="73">ἀλλʼ ἄγε τοι καὶ σῆμα ἀριφραδὲς ἄλλο τι εἴπω,</l><l n="74">οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι.</l><l n="75">τὴν ἀπονίζουσα φρασάμην, ἔθελον δὲ σοὶ αὐτῇ</l><l n="76">εἰπέμεν· ἀλλά με κεῖνος ἑλὼν ἐπὶ μάστακα χερσὶν</l><l n="77">οὐκ ἔα εἰπέμεναι πολυϊδρείῃσι νόοιο.</l><l n="78">ἀλλʼ ἕπευ· αὐτὰρ ἐγὼν ἐμέθεν περιδώσομαι αὐτῆς,</l><l n="79">αἴ κέν σʼ ἐξαπάφω, κτεῖναί μʼ οἰκτίστῳ ὀλέθρῳ.</l></q><l n="80">τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="81">μαῖα φίλη, χαλεπόν σε θεῶν αἰειγενετάων</l><l n="82">δήνεα εἴρυσθαι, μὰλα περ πολύϊδριν ἐοῦσαν.</l><l n="83">ἀλλʼ ἔμπης ἴομεν μετὰ παῖδʼ ἐμόν, ὄφρα ἴδωμαι</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>