<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:23.56-24.225</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:23.56-24.225</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="23" type="textpart" subtype="book"><q type="unspecified"><l n="56">καὶ παῖδʼ ἐν μεγάροισι· κακῶς δʼ οἵ πέρ μιν ἔρεζον</l><l n="57">μνηστῆρες, τοὺς πάντας ἐτίσατο ᾧ ἐνὶ οἴκῳ.</l></q><l n="58"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="59">μαῖα φίλη, μή πω μέγʼ ἐπεύχεο καγχαλόωσα.</l><l n="60">οἶσθα γὰρ ὥς κʼ ἀσπαστὸς ἐνὶ μεγάροισι φανείη</l><l n="61">πᾶσι, μάλιστα δʼ ἐμοί τε καὶ υἱέϊ, τὸν τεκόμεσθα·</l><l n="62">ἀλλʼ οὐκ ἔσθʼ ὅδε μῦθος ἐτήτυμος, ὡς ἀγορεύεις,</l><l n="63">ἀλλά τις ἀθανάτων κτεῖνε μνηστῆρας ἀγαυούς,</l><l n="64">ὕβριν ἀγασσάμενος θυμαλγέα καὶ κακὰ ἔργα.</l><l n="65">οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,</l><l n="66">οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο·</l><l n="67">τῷ διʼ ἀτασθαλίας ἔπαθον κακόν· αὐτὰρ Ὀδυσσεὺς</l><l n="68">ὤλεσε τηλοῦ νόστον Ἀχαιΐδος, ὤλετο δʼ αὐτός.</l></q><l n="69"><milestone unit="para" ed="P"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα φίλη τροφὸς Εὐρύκλεια·</l><q type="unspecified"><l n="70">τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,</l><l n="71">ἣ πόσιν ἔνδον ἐόντα παρʼ ἐσχάρῃ οὔ ποτʼ ἔφησθα</l><l n="72">οἴκαδʼ ἐλεύσεσθαι· θυμὸς δέ τοι αἰὲν ἄπιστος.</l><l n="73">ἀλλʼ ἄγε τοι καὶ σῆμα ἀριφραδὲς ἄλλο τι εἴπω,</l><l n="74">οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι.</l><l n="75">τὴν ἀπονίζουσα φρασάμην, ἔθελον δὲ σοὶ αὐτῇ</l><l n="76">εἰπέμεν· ἀλλά με κεῖνος ἑλὼν ἐπὶ μάστακα χερσὶν</l><l n="77">οὐκ ἔα εἰπέμεναι πολυϊδρείῃσι νόοιο.</l><l n="78">ἀλλʼ ἕπευ· αὐτὰρ ἐγὼν ἐμέθεν περιδώσομαι αὐτῆς,</l><l n="79">αἴ κέν σʼ ἐξαπάφω, κτεῖναί μʼ οἰκτίστῳ ὀλέθρῳ.</l></q><l n="80">τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="81">μαῖα φίλη, χαλεπόν σε θεῶν αἰειγενετάων</l><l n="82">δήνεα εἴρυσθαι, μὰλα περ πολύϊδριν ἐοῦσαν.</l><l n="83">ἀλλʼ ἔμπης ἴομεν μετὰ παῖδʼ ἐμόν, ὄφρα ἴδωμαι</l><l n="84">ἄνδρας μνηστῆρας τεθνηότας, ἠδʼ ὃς ἔπεφνεν.</l></q><milestone n="85" unit="card" ed="p"/><l n="85">ὣς φαμένη κατέβαινʼ ὑπερώϊα· πολλὰ δέ οἱ κῆρ</l><l n="86">ὥρμαινʼ, ἢ ἀπάνευθε φίλον πόσιν ἐξερεείνοι,</l><l n="87">ἦ παρστᾶσα κύσειε κάρη καὶ χεῖρε λαβοῦσα.</l><l n="88">ἡ δʼ ἐπεὶ εἰσῆλθεν καὶ ὑπέρβη λάϊνον οὐδόν,</l><l n="89">ἕζετʼ ἔπειτʼ Ὀδυσῆος ἐναντίη, ἐν πυρὸς αὐγῇ,</l><l n="90">τοίχου τοῦ ἑτέρου· ὁ δʼ ἄρα πρὸς κίονα μακρὴν</l><l n="91">ἧστο κάτω ὁρόων, ποτιδέγμενος εἴ τί μιν εἴποι</l><l n="92">ἰφθίμη παράκοιτις, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν.</l><l n="93">ἡ δʼ ἄνεω δὴν ἧστο, τάφος δέ οἱ ἦτορ ἵκανεν·</l><l n="94">ὄψει δʼ ἄλλοτε μέν μιν ἐνωπαδίως ἐσίδεσκεν,</l><l n="95">ἄλλοτε δʼ ἀγνώσασκε κακὰ χροῒ εἵματʼ ἔχοντα.</l><l n="96">Τηλέμαχος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q type="unspecified"><l n="97"><milestone unit="para" ed="P"/>μῆτερ ἐμή, δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα,</l><l n="98">τίφθʼ οὕτω πατρὸς νοσφίζεαι, οὐδὲ παρʼ αὐτὸν</l><l n="99">ἑζομένη μύθοισιν ἀνείρεαι οὐδὲ μεταλλᾷς;</l><l n="100">οὐ μέν κʼ ἄλλη γʼ ὧδε γυνὴ τετληότι θυμῷ</l><l n="101">ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας</l><l n="102">ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν·</l><l n="103">σοὶ δʼ αἰεὶ κραδίη στερεωτέρη ἐστὶ λίθοιο.</l></q><l n="104"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="105">τέκνον ἐμόν, θυμός μοι ἐνὶ στήθεσσι τέθηπεν,</l><l n="106">οὐδέ τι προσφάσθαι δύναμαι ἔπος οὐδʼ ἐρέεσθαι</l><l n="107">οὐδʼ εἰς ὦπα ἰδέσθαι ἐναντίον. εἰ δʼ ἐτεὸν δὴ</l><l n="108">ἔστʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ἦ μάλα νῶϊ</l><l n="109">γνωσόμεθʼ ἀλλήλων καὶ λώϊον· ἔστι γὰρ ἡμῖν</l><l n="110">σήμαθʼ, ἃ δὴ καὶ νῶϊ κεκρυμμένα ἴδμεν ἀπʼ ἄλλων.</l></q><l n="111"><milestone unit="para" ed="P"/>ὣς φάτο, μείδησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="112">αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="113"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, ἦ τοι μητέρʼ ἐνὶ μεγάροισιν ἔασον</l><l n="114">πειράζειν ἐμέθεν· τάχα δὲ φράσεται καὶ ἄρειον.</l><l n="115">νῦν δʼ ὅττι ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,</l><l n="116">τοὔνεκʼ ἀτιμάζει με καὶ οὔ πω φησὶ τὸν εἶναι.</l><l n="117">ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.</l><l n="118">καὶ γάρ τίς θʼ ἕνα φῶτα κατακτείνας ἐνὶ δήμῳ,</l><l n="119">ᾧ μὴ πολλοὶ ἔωσιν ἀοσσητῆρες ὀπίσσω,</l><l n="120">φεύγει πηούς τε προλιπὼν καὶ πατρίδα γαῖαν·</l><l n="121">ἡμεῖς δʼ ἕρμα πόληος ἀπέκταμεν, οἳ μέγʼ ἄριστοι</l><l n="122">κούρων εἰν Ἰθάκῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.</l></q><l n="123"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="124">αὐτὸς ταῦτά γε λεῦσσε, πάτερ φίλε· σὴν γὰρ ἀρίστην</l><l n="125">μῆτιν ἐπʼ ἀνθρώπους φάσʼ ἔμμεναι, οὐδέ κέ τίς τοι</l><l n="126">ἄλλος ἀνὴρ ἐρίσειε καταθνητῶν ἀνθρώπων.</l><l n="127">ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημι</l><l n="128">ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστιν.</l></q><milestone n="129" unit="card" ed="p"/><l n="129"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς</l><q type="unspecified"><l n="130">τοιγὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.</l><l n="131">πρῶτα μὲν ἂρ λούσασθε καὶ ἀμφιέσασθε χιτῶνας,</l><l n="132">δμῳὰς δʼ ἐν μεγάροισιν ἀνώγετε εἵμαθʼ ἑλέσθαι·</l><l n="133">αὐτὰρ θεῖος ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν</l><l n="134">ἡμῖν ἡγείσθω φιλοπαίγμονος ὀρχηθμοῖο,</l><l n="135">ὥς κέν τις φαίη γάμον ἔμμεναι ἐκτὸς ἀκούων,</l><l n="136">ἢ ἀνʼ ὁδὸν στείχων, ἢ οἳ περιναιετάουσι·</l><l n="137">μὴ πρόσθε κλέος εὐρὺ φόνου κατὰ ἄστυ γένηται</l><l n="138">ἀνδρῶν μνηστήρων, πρίν γʼ ἡμέας ἐλθέμεν ἔξω</l><l n="139">ἀγρὸν ἐς ἡμέτερον πολυδένδρεον· ἔνθα δʼ ἔπειτα</l><l n="140">φρασσόμεθʼ ὅττι κε κέρδος Ὀλύμπιος ἐγγυαλίξῃ.</l></q><l n="141"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ
                  ἐπίθοντο</l><l n="142">πρῶτα μὲν οὖν λούσαντο καὶ ἀμφιέσαντο χιτῶνας,</l><l n="143">ὅπλισθεν δὲ γυναῖκες· ὁ δʼ εἵλετο θεῖος ἀοιδὸς</l><l n="144">φόρμιγγα γλαφυρήν, ἐν δέ σφισιν ἵμερον ὦρσε</l><l n="145">μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο.</l><l n="146">τοῖσιν δὲ μέγα δῶμα περιστεναχίζετο ποσσὶν</l><l n="147">ἀνδρῶν παιζόντων καλλιζώνων τε γυναικῶν.</l><l n="148">ὧδε δέ τις εἴπεσκε δόμων ἔκτοσθεν ἀκούων·</l><q type="unspecified"><l n="149"><milestone unit="para" ed="P"/>ἦ μάλα δή τις ἔγημε πολυμνήστην βασίλειαν·</l><l n="150">σχετλίη, οὐδʼ ἔτλη πόσιος οὗ κουριδίοιο</l><l n="151">εἴρυσθαι μέγα δῶμα διαμπερές, ἧος ἵκοιτο.</l></q><l n="152"><milestone unit="para" ed="P"/>ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.</l><l n="153">αὐτὰρ Ὀδυσσῆα μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ</l><l n="154">Εὐρυνόμη ταμίη λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,</l><l n="155">ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα·</l><l n="156">αὐτὰρ κὰκ κεφαλῆς κάλλος πολὺ χεῦεν Ἀθήνη</l><l n="157">μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα· κὰδ δὲ κάρητος</l><l n="158">οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.</l><l n="159">ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ</l><l n="160">ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη</l><l n="161">τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει·</l><l n="162">ὣς μὲν τῷ περίχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.</l><l n="163">ἐκ δʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·</l><l n="164">ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη,</l><l n="165">ἀντίον ἧς ἀλόχου, καί μιν πρὸς μῦθον ἔειπε·</l><q type="unspecified"><l n="166"><milestone unit="para" ed="P"/>δαιμονίη, περί σοί γε γυναικῶν θηλυτεράων</l><l n="167">κῆρ ἀτέραμνον ἔθηκαν Ὀλύμπια δώματʼ ἔχοντες·</l><l n="168">οὐ μέν κʼ ἄλλη γʼ ὧδε γυνὴ τετληότι θυμῷ</l><l n="169">ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας</l><l n="170">ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.</l><l n="171">ἀλλʼ ἄγε μοι, μαῖα, στόρεσον λέχος, ὄφρα καὶ αὐτὸς</l><l n="172">λέξομαι· ἦ γὰρ τῇ γε σιδήρεον ἐν φρεσὶ ἦτορ.</l></q><l n="173"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="174">δαιμόνιʼ, οὔτʼ ἄρ τι μεγαλίζομαι οὔτʼ ἀθερίζω</l><l n="175">οὔτε λίην ἄγαμαι, μάλα δʼ εὖ οἶδʼ οἷος ἔησθα</l><l n="176">ἐξ Ἰθάκης ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο.</l><l n="177">ἀλλʼ ἄγε οἱ στόρεσον πυκινὸν λέχος, Εὐρύκλεια,</l><l n="178">ἐκτὸς ἐϋσταθέος θαλάμου, τόν ῥʼ αὐτὸς ἐποίει·</l><l n="179">ἔνθα οἱ ἐκθεῖσαι πυκινὸν λέχος ἐμβάλετʼ εὐνήν,</l><l n="180">κώεα καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα.</l></q><milestone n="181" unit="card" ed="p"/><l n="181"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη πόσιος πειρωμένη· αὐτὰρ Ὀδυσσεὺς</l><l n="182">ὀχθήσας ἄλοχον προσεφώνεε κεδνὰ ἰδυῖαν·</l><q type="unspecified"><l n="183"><milestone unit="para" ed="P"/>ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες·</l><l n="184">τίς δέ μοι ἄλλοσε θῆκε λέχος; χαλεπὸν δέ κεν εἴη</l><l n="185">καὶ μάλʼ ἐπισταμένῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν</l><l n="186">ῥηϊδίως ἐθέλων θείη ἄλλῃ ἐνὶ χώρῃ.</l><l n="187">ἀνδρῶν δʼ οὔ κέν τις ζωὸς βροτός, οὐδὲ μάλʼ ἡβῶν,</l><l n="188">ῥεῖα μετοχλίσσειεν, ἐπεὶ μέγα σῆμα τέτυκται</l><l n="189">ἐν λέχει ἀσκητῷ· τὸ δʼ ἐγὼ κάμον οὐδέ τις ἄλλος.</l><l n="190">θάμνος ἔφυ τανύφυλλος ἐλαίης ἕρκεος ἐντός,</l><l n="191">ἀκμηνὸς θαλέθων· πάχετος δʼ ἦν ἠΰτε κίων.</l><l n="192">τῷ δʼ ἐγὼ ἀμφιβαλὼν θάλαμον δέμον, ὄφρʼ ἐτέλεσσα,</l><l n="193">πυκνῇσιν λιθάδεσσι, καὶ εὖ καθύπερθεν ἔρεψα,</l><l n="194">κολλητὰς δʼ ἐπέθηκα θύρας, πυκινῶς ἀραρυίας.</l><l n="195">καὶ τότʼ ἔπειτʼ ἀπέκοψα κόμην τανυφύλλου ἐλαίης,</l><l n="196">κορμὸν δʼ ἐκ ῥίζης προταμὼν ἀμφέξεσα χαλκῷ</l><l n="197">εὖ καὶ ἐπισταμένως, καὶ ἐπὶ στάθμην ἴθυνα,</l><l n="198">ἑρμῖνʼ ἀσκήσας, τέτρηνα δὲ πάντα τερέτρῳ.</l><l n="199">ἐκ δὲ τοῦ ἀρχόμενος λέχος ἔξεον, ὄφρʼ ἐτέλεσσα,</l><l n="200">δαιδάλλων χρυσῷ τε καὶ ἀργύρῳ ἠδʼ ἐλέφαντι·</l><l n="201">ἐκ δʼ ἐτάνυσσα ἱμάντα βοὸς φοίνικι φαεινόν.</l><l n="202">οὕτω τοι τόδε σῆμα πιφαύσκομαι· οὐδέ τι οἶδα,</l><l n="203">ἤ μοι ἔτʼ ἔμπεδόν ἐστι, γύναι, λέχος, ἦέ τις ἤδη</l><l n="204">ἀνδρῶν ἄλλοσε θῆκε, ταμὼν ὕπο πυθμένʼ ἐλαίης.</l></q><l n="205"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον
                  ἦτορ,</l><l n="206">σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς·</l><l n="207">δακρύσασα δʼ ἔπειτʼ ἰθὺς δράμεν, ἀμφὶ δὲ χεῖρας</l><l n="208">δειρῇ βάλλʼ Ὀδυσῆϊ, κάρη δʼ ἔκυσʼ ἠδὲ προσηύδα·</l><q type="unspecified"><l n="209"><milestone unit="para" ed="P"/>μή μοι, Ὀδυσσεῦ, σκύζευ, ἐπεὶ τά περ ἄλλα
                     μάλιστα</l><l n="210">ἀνθρώπων πέπνυσο· θεοὶ δʼ ὤπαζον ὀϊζύν,</l><l n="211">οἳ νῶϊν ἀγάσαντο παρʼ ἀλλήλοισι μένοντε</l><l n="212">ἥβης ταρπῆναι καὶ γήραος οὐδὸν ἱκέσθαι.</l><l n="213">αὐτὰρ μὴ νῦν μοι τόδε χώεο μηδὲ νεμέσσα,</l><l n="214">οὕνεκά σʼ οὐ τὸ πρῶτον, ἐπεὶ ἴδον, ὧδʼ ἀγάπησα.</l><l n="215">αἰεὶ γάρ μοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν</l><l n="216">ἐρρίγει μή τίς με βροτῶν ἀπάφοιτο ἔπεσσιν</l><l n="217">ἐλθών· πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσιν.</l><l n="218">οὐδέ κεν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,</l><l n="219">ἀνδρὶ παρʼ ἀλλοδαπῷ ἐμίγη φιλότητι καὶ εὐνῇ,</l><l n="220">εἰ ᾔδη ὅ μιν αὖτις ἀρήϊοι υἷες Ἀχαιῶν</l><l n="221">ἀξέμεναι οἶκόνδε φίλην ἐς πατρίδʼ ἔμελλον.</l><l n="222">τὴν δʼ ἦ τοι ῥέξαι θεὸς ὤρορεν ἔργον ἀεικές·</l><l n="223">τὴν δʼ ἄτην οὐ πρόσθεν ἑῷ ἐγκάτθετο θυμῷ</l><l n="224">λυγρήν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος.</l><l n="225">νῦν δʼ, ἐπεὶ ἤδη σήματʼ ἀριφραδέα κατέλεξας</l><l n="226">εὐνῆς ἡμετέρης, ἣν οὐ βροτὸς ἄλλος ὀπώπει,</l><l n="227">ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε καὶ ἀμφίπολος μία μούνη,</l><l n="228">Ἀκτορίς, ἥν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,</l><l n="229">ἣ νῶϊν εἴρυτο θύρας πυκινοῦ θαλάμοιο,</l><l n="230">πείθεις δή μευ θυμόν, ἀπηνέα περ μάλʼ ἐόντα.</l></q><milestone n="231" unit="card" ed="p"/><l n="231"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε
                  γόοιο·</l><l n="232">κλαῖε δʼ ἔχων ἄλοχον θυμαρέα, κεδνὰ ἰδυῖαν.</l><l n="233">ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος γῆ νηχομένοισι φανήῃ,</l><l n="234">ὧν τε Ποσειδάων εὐεργέα νῆʼ ἐνὶ πόντῳ</l><l n="235">ῥαίσῃ, ἐπειγομένην ἀνέμῳ καὶ κύματι πηγῷ·</l><l n="236">παῦροι δʼ ἐξέφυγον πολιῆς ἁλὸς ἤπειρόνδε</l><l n="237">νηχόμενοι, πολλὴ δὲ περὶ χροῒ τέτροφεν ἅλμη,</l><l n="238">ἀσπάσιοι δʼ ἐπέβαν γαίης, κακότητα φυγόντες·</l><l n="239">ὣς ἄρα τῇ ἀσπαστὸς ἔην πόσις εἰσοροώσῃ,</l><l n="240">δειρῆς δʼ οὔ πω πάμπαν ἀφίετο πήχεε λευκώ.</l><l n="241">καί νύ κʼ ὀδυρομένοισι φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="242">εἰ μὴ ἄρʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη.</l><l n="243">νύκτα μὲν ἐν περάτῃ δολιχὴν σχέθεν, Ἠῶ δʼ αὖτε</l><l n="244">ῥύσατʼ ἐπʼ Ὠκεανῷ χρυσόθρονον, οὐδʼ ἔα ἵππους</l><l n="245">ζεύγνυσθʼ ὠκύποδας, φάος ἀνθρώποισι φέροντας,</l><l n="246">Λάμπον καὶ Φαέθονθʼ, οἵ τʼ Ἠῶ πῶλοι ἄγουσι.</l><l n="247"><milestone unit="para" ed="P"/>καὶ τότʼ ἄρʼ ἣν ἄλοχον προσέφη πολύμητις
                  Ὀδυσσεύς</l><q type="unspecified"><l n="248">ὦ γύναι, οὐ γάρ πω πάντων ἐπὶ πείρατʼ ἀέθλων</l><l n="249">ἤλθομεν, ἀλλʼ ἔτʼ ὄπισθεν ἀμέτρητος πόνος ἔσται,</l><l n="250">πολλὸς καὶ χαλεπός, τὸν ἐμὲ χρὴ πάντα τελέσσαι.</l><l n="251">ὣς γάρ μοι ψυχὴ μαντεύσατο Τειρεσίαο</l><l n="252">ἤματι τῷ ὅτε δὴ κατέβην δόμον Ἄϊδος εἴσω,</l><l n="253">νόστον ἑταίροισιν διζήμενος ἠδʼ ἐμοὶ αὐτῷ.</l><l n="254">ἀλλʼ ἔρχευ, λέκτρονδʼ ἴομεν, γύναι, ὄφρα καὶ ἤδη</l><l n="255">ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντε.</l></q><l n="256"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="257">εὐνὴ μὲν δή σοί γε τότʼ ἔσσεται ὁππότε θυμῷ</l><l n="258">σῷ ἐθέλῃς, ἐπεὶ ἄρ σε θεοὶ ποίησαν ἱκέσθαι</l><l n="259">οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν·</l><l n="260">ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,</l><l n="261">εἴπʼ ἄγε μοι τὸν ἄεθλον, ἐπεὶ καὶ ὄπισθεν, ὀΐω,</l><l n="262">πεύσομαι, αὐτίκα δʼ ἐστὶ δαήμεναι οὔ τι χέρειον.</l></q><milestone n="263" unit="card" ed="p"/><l n="263"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="264">δαιμονίη, τί τʼ ἄρʼ αὖ με μάλʼ ὀτρύνουσα κελεύεις</l><l n="265">εἰπέμεν; αὐτὰρ ἐγὼ μυθήσομαι οὐδʼ ἐπικεύσω.</l><l n="266">οὐ μέν τοι θυμὸς κεχαρήσεται· οὐδὲ γὰρ αὐτὸς</l><l n="267">χαίρω, ἐπεὶ μάλα πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἄνωγεν</l><l n="268">ἐλθεῖν, ἐν χείρεσσιν ἔχοντʼ εὐῆρες ἐρετμόν,</l><l n="269">εἰς ὅ κε τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι θάλασσαν</l><l n="270">ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·</l><l n="271">οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους,</l><l n="272">οὐδʼ εὐήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.</l><l n="273">σῆμα δέ μοι τόδʼ ἔειπεν ἀριφραδές, οὐδέ σε κεύσω·</l><l n="274">ὁππότε κεν δή μοι ξυμβλήμενος ἄλλος ὁδίτης</l><l n="275">φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,</l><l n="276">καὶ τότε μʼ ἐν γαίῃ πήξαντʼ ἐκέλευεν ἐρετμόν,</l><l n="277">ἔρξανθʼ ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,</l><l n="278">ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον,</l><l n="279">οἴκαδʼ ἀποστείχειν, ἔρδειν θʼ ἱερὰς ἑκατόμβας</l><l n="280">ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,</l><l n="281">πᾶσι μάλʼ ἑξείης· θάνατος δέ μοι ἐξ ἁλὸς αὐτῷ</l><l n="282">ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ με πέφνῃ</l><l n="283">γήρα’ ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ</l><l n="284">ὄλβιοι ἔσσονται· τὰ δέ μοι φάτο πάντα τελεῖσθαι.</l></q><l n="285">τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="286">εἰ μὲν δὴ γῆράς γε θεοὶ τελέουσιν ἄρειον,</l><l n="287">ἐλπωρή τοι ἔπειτα κακῶν ὑπάλυξιν ἔσεσθαι.</l></q><l n="288"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·</l><l n="289">τόφρα δʼ ἄρʼ Εὐρυνόμη τε ἰδὲ τροφὸς ἔντυον εὐνὴν</l><l n="290">ἐσθῆτος μαλακῆς, δαΐδων ὕπο λαμπομενάων.</l><l n="291">αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,</l><l n="292">γρηῢς μὲν κείουσα πάλιν οἶκόνδε βεβήκει,</l><l n="293">τοῖσιν δʼ Εὐρυνόμη θαλαμηπόλος ἡγεμόνευεν</l><l n="294">ἐρχομένοισι λέχοσδε, δάος μετὰ χερσὶν ἔχουσα·</l><l n="295">ἐς θάλαμον δʼ ἀγαγοῦσα πάλιν κίεν. οἱ μὲν ἔπειτα</l><l n="296">ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο·</l><l n="297">αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτης</l><l n="298">παῦσαν ἄρʼ ὀρχηθμοῖο πόδας, παῦσαν δὲ γυναῖκας,</l><l n="299">αὐτοὶ δʼ εὐνάζοντο κατὰ μέγαρα σκιόεντα.</l><l n="300"><milestone unit="para" ed="P"/>τὼ δʼ ἐπεὶ οὖν φιλότητος ἐταρπήτην ἐρατεινῆς,</l><l n="301">τερπέσθην μύθοισι, πρὸς ἀλλήλους ἐνέποντε,</l><l n="302">ἡ μὲν ὅσʼ ἐν μεγάροισιν ἀνέσχετο δῖα γυναικῶν,</l><l n="303">ἀνδρῶν μνηστήρων ἐσορῶσʼ ἀΐδηλον ὅμιλον,</l><l n="304">οἳ ἕθεν εἵνεκα πολλά, βόας καὶ ἴφια μῆλα,</l><l n="305">ἔσφαζον, πολλὸς δὲ πίθων ἠφύσσετο οἶνος·</l><l n="306">αὐτὰρ ὁ διογενὴς Ὀδυσεὺς ὅσα κήδεʼ ἔθηκεν</l><l n="307">ἀνθρώποις ὅσα τʼ αὐτὸς ὀϊζύσας ἐμόγησε,</l><l n="308">πάντʼ ἔλεγʼ· ἡ δʼ ἄρʼ ἐτέρπετʼ ἀκούουσʼ, οὐδέ οἱ ὕπνος</l><l n="309">πῖπτεν ἐπὶ βλεφάροισι πάρος καταλέξαι ἅπαντα.</l><milestone n="310" unit="card" ed="p"/><l n="310"><milestone unit="para" ed="P"/>ἤρξατο δʼ ὡς πρῶτον Κίκονας δάμασʼ, αὐτὰρ
                  ἔπειτα</l><l n="311">ἦλθʼ ἐς Λωτοφάγων ἀνδρῶν πίειραν ἄρουραν·</l><l n="312">ἠδʼ ὅσα Κύκλωψ ἔρξε, καὶ ὡς ἀπετίσατο ποινὴν</l><l n="313">ἰφθίμων ἑτάρων, οὓς ἤσθιεν οὐδʼ ἐλέαιρεν·</l><l n="314">ἠδʼ ὡς Αἴολον ἵκεθʼ, ὅ μιν πρόφρων ὑπέδεκτο</l><l n="315">καὶ πέμπʼ, οὐδέ πω αἶσα φίλην ἐς πατρίδʼ ἱκέσθαι</l><l n="316">ἤην, ἀλλά μιν αὖτις ἀναρπάξασα θύελλα</l><l n="317">πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα·</l><l n="318">ἠδʼ ὡς Τηλέπυλον Λαιστρυγονίην ἀφίκανεν,</l><l n="319">οἳ νῆάς τʼ ὄλεσαν καὶ ἐϋκνήμιδας ἑταίρους</l><l n="320">πάντας· Ὀδυσσεὺς δʼ οἶος ὑπέκφυγε νηῒ μελαίνῃ·</l><l n="321">καὶ Κίρκης κατέλεξε δόλον πολυμηχανίην τε,</l><l n="322">ἠδʼ ὡς εἰς Ἀΐδεω δόμον ἤλυθεν εὐρώεντα,</l><l n="323">ψυχῇ χρησόμενος Θηβαίου Τειρεσίαο,</l><l n="324">νηῒ πολυκλήϊδι, καὶ εἴσιδε πάντας ἑταίρους</l><l n="325">μητέρα θʼ, ἥ μιν ἔτικτε καὶ ἔτρεφε τυτθὸν ἐόντα·</l><l n="326">ἠδʼ ὡς Σειρήνων ἁδινάων φθόγγον ἄκουσεν,</l><l n="327">ὥς θʼ ἵκετο Πλαγκτὰς πέτρας δεινήν τε Χάρυβδιν</l><l n="328">Σκύλλην θʼ, ἣν οὔ πώ ποτʼ ἀκήριοι ἄνδρες ἄλυξαν·</l><l n="329">ἠδʼ ὡς Ἠελίοιο βόας κατέπεφνον ἑταῖροι·</l><l n="330">ἠδʼ ὡς νῆα θοὴν ἔβαλε ψολόεντι κεραυνῷ</l><l n="331">Ζεὺς ὑψιβρεμέτης, ἀπὸ δʼ ἔφθιθεν ἐσθλοὶ ἑταῖροι</l><l n="332">πάντες ὁμῶς, αὐτὸς δὲ κακὰς ὑπὸ κῆρας ἄλυξεν·</l><l n="333">ὥς θʼ ἵκετʼ Ὠγυγίην νῆσον νύμφην τε Καλυψώ,</l><l n="334">ἣ δή μιν κατέρυκε, λιλαιομένη πόσιν εἶναι,</l><l n="335">ἐν σπέσσι γλαφυροῖσι, καὶ ἔτρεφεν ἠδὲ ἔφασκε</l><l n="336">θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·</l><l n="337">ἀλλὰ τοῦ οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν·</l><l n="338">ἠδʼ ὡς ἐς Φαίηκας ἀφίκετο πολλὰ μογήσας,</l><l n="339">οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο</l><l n="340">καὶ πέμψαν σὺν νηῒ φίλην ἐς πατρίδα γαῖαν,</l><l n="341">χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες.</l><l n="342">τοῦτʼ ἄρα δεύτατον εἶπεν ἔπος, ὅτε οἱ γλυκὺς ὕπνος</l><l n="343">λυσιμελὴς ἐπόρουσε, λύων μελεδήματα θυμοῦ.</l><milestone n="344" unit="card" ed="p"/><l n="344"><milestone unit="para" ed="P"/>ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·</l><l n="345">ὁππότε δή ῥʼ Ὀδυσῆα ἐέλπετο ὃν κατὰ θυμὸν</l><l n="346">εὐνῆς ἧς ἀλόχου ταρπήμεναι ἠδὲ καὶ ὕπνου,</l><l n="347">αὐτίκʼ ἀπʼ Ὠκεανοῦ χρυσόθρονον ἠριγένειαν</l><l n="348">ὦρσεν, ἵνʼ ἀνθρώποισι φόως φέροι· ὦρτο δʼ Ὀδυσσεὺς</l><l n="349">εὐνῆς ἐκ μαλακῆς, ἀλόχῳ δʼ ἐπὶ μῦθον ἔτελλεν·</l><q type="unspecified"><l n="350"><milestone unit="para" ed="P"/>ὦ γύναι, ἤδη μὲν πολέων κεκορήμεθʼ ἀέθλων</l><l n="351">ἀμφοτέρω, σὺ μὲν ἐνθάδʼ ἐμὸν πολυκηδέα νόστον</l><l n="352">κλαίουσʼ. αὐτὰρ ἐμὲ Ζεὺς ἄλγεσι καὶ θεοὶ ἄλλοι</l><l n="353">ἱέμενον πεδάασκον ἐμῆς ἀπὸ πατρίδος αἴης·</l><l n="354">νῦν δʼ ἐπεὶ ἀμφοτέρω πολυήρατον ἱκόμεθʼ εὐνήν,</l><l n="355">κτήματα μὲν τά μοι ἔστι, κομιζέμεν ἐν μεγάροισι,</l><l n="356">μῆλα δʼ ἅ μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν,</l><l n="357">πολλὰ μὲν αὐτὸς ἐγὼ ληΐσσομαι, ἄλλα δʼ Ἀχαιοὶ</l><l n="358">δώσουσʼ, εἰς ὅ κε πάντας ἐνιπλήσωσιν ἐπαύλους.</l><l n="359">ἀλλʼ ἦ τοι μὲν ἐγὼ πολυδένδρεον ἀγρὸν ἔπειμι,</l><l n="360">ὀψόμενος πατέρʼ ἐσθλόν, ὅ μοι πυκινῶς ἀκάχηται·</l><l n="361">σοὶ δέ, γύναι, τάδʼ ἐπιτέλλω, πινυτῇ περ ἐούσῃ·</l><l n="362">αὐτίκα γὰρ φάτις εἶσιν ἅμʼ ἠελίῳ ἀνιόντι</l><l n="363">ἀνδρῶν μνηστήρων, οὓς ἔκτανον ἐν μεγάροισιν·</l><l n="364">εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν</l><l n="365">ἧσθαι, μηδέ τινα προτιόσσεο μηδʼ ἐρέεινε.</l></q><l n="366"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἐδύσετο τεύχεα καλά,</l><l n="367">ὦρσε δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην,</l><l n="368">πάντας δʼ ἔντεʼ ἄνωγεν ἀρήϊα χερσὶν ἑλέσθαι.</l><l n="369">οἱ δέ οἱ οὐκ ἀπίθησαν, ἐθωρήσσοντο δὲ χαλκῷ,</l><l n="370">ὤϊξαν δὲ θύρας, ἐκ δʼ ἤϊον· ἦρχε δʼ Ὀδυσσεύς.</l><l n="371">ἤδη μὲν φάος ἦεν ἐπὶ χθόνα, τοὺς δʼ ἄρʼ Ἀθήνη</l><l n="372">νυκτὶ κατακρύψασα θοῶς ἐξῆγε πόληος.</l></div><div n="24" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο</l><l n="2">ἀνδρῶν μνηστήρων· ἔχε δὲ ῥάβδον μετὰ χερσὶν</l><l n="3">καλὴν χρυσείην, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει</l><l n="4">ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει·</l><l n="5">τῇ ῥʼ ἄγε κινήσας, ταὶ δὲ τρίζουσαι ἕποντο.</l><l n="6">ὡς δʼ ὅτε νυκτερίδες μυχῷ ἄντρου θεσπεσίοιο</l><l n="7">τρίζουσαι ποτέονται, ἐπεί κέ τις ἀποπέσῃσιν</l><l n="8">ὁρμαθοῦ ἐκ πέτρης, ἀνά τʼ ἀλλήλῃσιν ἔχονται,</l><l n="9">ὣς αἱ τετριγυῖαι ἅμʼ ἤϊσαν· ἦρχε δʼ ἄρα σφιν</l><l n="10">Ἑρμείας ἀκάκητα κατʼ εὐρώεντα κέλευθα.</l><l n="11">πὰρ δʼ ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην,</l><l n="12">ἠδὲ παρʼ Ἠελίοιο πύλας καὶ δῆμον ὀνείρων</l><l n="13">ἤϊσαν· αἶψα δʼ ἵκοντο κατʼ ἀσφοδελὸν λειμῶνα,</l><l n="14">ἔνθα τε ναίουσι ψυχαί, εἴδωλα καμόντων.</l><l n="15">εὗρον δὲ ψυχὴν Πηληϊάδεω Ἀχιλῆος</l><l n="16">καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο</l><l n="17">Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε</l><l n="18">τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐδαο</l><l n="19"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν περὶ κεῖνον ὁμίλεον· ἀγχίμολον δὲ</l><l n="20">ἤλυθʼ ἔπι ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο</l><l n="21">ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσαι ἅμʼ αὐτῷ</l><l n="22">οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.</l><l n="23">τὸν προτέρη ψυχὴ προσεφώνεε Πηλεΐωνος·</l><q type="unspecified"><l n="24"><milestone unit="para" ed="P"/>Ἀτρεΐδη, περὶ μέν σʼ ἔφαμεν Διὶ τερπικεραύνῳ</l><l n="25">ἀνδρῶν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα,</l><l n="26">οὕνεκα πολλοῖσίν τε καὶ ἰφθίμοισιν ἄνασσες</l><l n="27">δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί.</l><l n="28">ἦ τʼ ἄρα καὶ σοὶ πρῶϊ παραστήσεσθαι ἔμελλεν</l><l n="29">μοῖρʼ ὀλοή, τὴν οὔ τις ἀλεύεται ὅς κε γένηται.</l><l n="30">ὡς ὄφελες τιμῆς ἀπονήμενος, ἧς περ ἄνασσες,</l><l n="31">δήμῳ ἔνι Τρώων θάνατον καὶ πότμον ἐπισπεῖν·</l><l n="32">τῷ κέν τοι τύμβον μὲν ἐποίησαν Παναχαιοί,</l><l n="33">ἠδέ κε καὶ σῷ παιδὶ μέγα κλέος ἤραʼ ὀπίσσω·</l><l n="34">νῦν δʼ ἄρα σʼ οἰκτίστῳ θανάτῳ εἵμαρτο ἁλῶναι.</l></q><milestone n="35" unit="card" ed="p"/><l n="35">τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρείδαο·</l><q type="unspecified"><l n="36">ὄλβιε Πηλέος υἱέ, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,</l><l n="37">ὃς θάνες ἐν Τροίῃ ἑκὰς Ἄργεος· ἀμφὶ δέ σʼ ἄλλοι</l><l n="38">κτείνοντο Τρώων καὶ Ἀχαιῶν υἷες ἄριστοι,</l><l n="39">μαρνάμενοι περὶ σεῖο· σὺ δʼ ἐν στροφάλιγγι κονίης</l><l n="40">κεῖσο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.</l><l n="41">ἡμεῖς δὲ πρόπαν ἦμαρ ἐμαρνάμεθʼ· οὐδέ κε πάμπαν</l><l n="42">παυσάμεθα πτολέμου, εἰ μὴ Ζεὺς λαίλαπι παῦσεν.</l><l n="43">αὐτὰρ ἐπεί σʼ ἐπὶ νῆας ἐνείκαμεν ἐκ πολέμοιο,</l><l n="44">κάτθεμεν ἐν λεχέεσσι, καθήραντες χρόα καλὸν</l><l n="45">ὕδατί τε λιαρῷ καὶ ἀλείφατι· πολλὰ δέ σʼ ἀμφὶ</l><l n="46">δάκρυα θερμὰ χέον Δαναοὶ κείροντό τε χαίτας.</l><l n="47">μήτηρ δʼ ἐξ ἁλὸς ἦλθε σὺν ἀθανάτῃς ἁλίῃσιν</l><l n="48">ἀγγελίης ἀΐουσα· βοὴ δʼ ἐπὶ πόντον ὀρώρει</l><l n="49">θεσπεσίη, ὑπὸ δὲ τρόμος ἔλλαβε πάντας Ἀχαιούς·</l><l n="50">καί νύ κʼ ἀναΐξαντες ἔβαν κοίλας ἐπὶ νῆας,</l><l n="51">εἰ μὴ ἀνὴρ κατέρυκε παλαιά τε πολλά τε εἰδώς,</l><l n="52">Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·</l><l n="53">ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q type="unspecified"><l n="54"><milestone unit="para" ed="P"/>ἴσχεσθʼ, Ἀργεῖοι, μὴ φεύγετε, κοῦροι
                        Ἀχαιῶν·</l><l n="55">μήτηρ ἐξ ἁλὸς ἥδε σὺν ἀθανάτῃς ἁλίῃσιν</l><l n="56">ἔρχεται, οὗ παιδὸς τεθνηότος ἀντιόωσα.</l></q><l n="57"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἔσχοντο φόβου μεγάθυμοι
                     Ἀχαιοί·</l><l n="58">ἀμφὶ δέ σʼ ἔστησαν κοῦραι ἁλίοιο γέροντος</l><l n="59">οἴκτρʼ ὀλοφυρόμεναι, περὶ δʼ ἄμβροτα εἵματα ἕσσαν.</l><l n="60">Μοῦσαι δʼ ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ</l><l n="61">θρήνεον· ἔνθα κεν οὔ τινʼ ἀδάκρυτόν γʼ ἐνόησας</l><l n="62">Ἀργείων· τοῖον γὰρ ὑπώρορε Μοῦσα λίγεια.</l><l n="63">ἑπτὰ δὲ καὶ δέκα μέν σε ὁμῶς νύκτας τε καὶ ἦμαρ</l><l n="64">κλαίομεν ἀθάνατοί τε θεοὶ θνητοί τʼ ἄνθρωποι·</l><l n="65">ὀκτωκαιδεκάτῃ δʼ ἔδομεν πυρί, πολλὰ δέ σʼ ἀμφὶ</l><l n="66">μῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς.</l><l n="67">καίεο δʼ ἔν τʼ ἐσθῆτι θεῶν καὶ ἀλείφατι πολλῷ</l><l n="68">καὶ μέλιτι γλυκερῷ· πολλοὶ δʼ ἥρωες Ἀχαιοὶ</l><l n="69">τεύχεσιν ἐρρώσαντο πυρὴν πέρι καιομένοιο,</l><l n="70">πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει</l><l n="71">αὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο,</l><l n="72">ἠῶθεν δή τοι λέγομεν λεύκʼ ὀστέʼ, Ἀχιλλεῦ,</l><l n="73">οἴνῳ ἐν ἀκρήτῳ καὶ ἀλείφατι· δῶκε δὲ μήτηρ</l><l n="74">χρύσεον ἀμφιφορῆα· Διωνύσοιο δὲ δῶρον</l><l n="75">φάσκʼ ἔμεναι, ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο.</l><l n="76">ἐν τῷ τοι κεῖται λεύκʼ ὀστέα, φαίδιμʼ Ἀχιλλεῦ,</l><l n="77">μίγδα δὲ Πατρόκλοιο Μενοιτιάδαο θανόντος,</l><l n="78">χωρὶς δʼ Ἀντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντων</l><l n="79">τῶν ἄλλων ἑτάρων, μετὰ Πάτροκλόν γε θανόντα.</l><l n="80">ἀμφʼ αὐτοῖσι δʼ ἔπειτα μέγαν καὶ ἀμύμονα τύμβον</l><l n="81">χεύαμεν Ἀργείων ἱερὸς στρατὸς αἰχμητάων</l><l n="82">ἀκτῇ ἔπι προὐχούσῃ, ἐπὶ πλατεῖ Ἑλλησπόντῳ,</l><l n="83">ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴη</l><l n="84">τοῖς οἳ νῦν γεγάασι καὶ οἳ μετόπισθεν ἔσονται.</l><milestone n="85" unit="card" ed="p"/><l n="85">μήτηρ δʼ αἰτήσασα θεοὺς περικαλλέʼ ἄεθλα</l><l n="86">θῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσσιν Ἀχαιῶν.</l><l n="87">ἤδη μὲν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησας</l><l n="88">ἡρώων, ὅτε κέν ποτʼ ἀποφθιμένου βασιλῆος</l><l n="89">ζώννυνταί τε νέοι καὶ ἐπεντύνονται ἄεθλα·</l><l n="90">ἀλλά κε κεῖνα μάλιστα ἰδὼν θηήσαο θυμῷ,</l><l n="91">οἷʼ ἐπὶ σοὶ κατέθηκε θεὰ περικαλλέʼ ἄεθλα,</l><l n="92">ἀργυρόπεζα Θέτις· μάλα γὰρ φίλος ἦσθα θεοῖσιν.</l><l n="93">ὣς σὺ μὲν οὐδὲ θανὼν ὄνομʼ ὤλεσας, ἀλλά τοι αἰεὶ</l><l n="94">πάντας ἐπʼ ἀνθρώπους κλέος ἔσσεται ἐσθλόν, Ἀχιλλεῦ,</l><l n="95">αὐτὰρ ἐμοὶ τί τόδʼ ἦδος, ἐπεὶ πόλεμον τολύπευσα;</l><l n="96">ἐν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρον</l><l n="97">Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο.</l></q><l n="98"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="99">ἀγχίμολον δέ σφʼ ἦλθε διάκτορος ἀργεϊφόντης,</l><l n="100">ψυχὰς μνηστήρων κατάγων Ὀδυσῆϊ δαμέντων,</l><l n="101">τὼ δʼ ἄρα θαμβήσαντʼ ἰθὺς κίον, ὡς ἐσιδέσθην.</l><l n="102">ἔγνω δὲ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο</l><l n="103">παῖδα φίλον Μελανῆος, ἀγακλυτὸν Ἀμφιμέδοντα·</l><l n="104">ξεῖνος γάρ οἱ ἔην Ἰθάκῃ ἔνι οἰκία ναίων.</l><l n="105">τὸν προτέρη ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·</l><q type="unspecified"><l n="106"><milestone unit="para" ed="P"/>Ἀμφίμεδον, τί παθόντες ἐρεμνὴν γαῖαν ἔδυτε</l><l n="107">πάντες κεκριμένοι καὶ ὁμήλικες; οὐδέ κεν ἄλλως</l><l n="108">κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους.</l><l n="109">ἦ ὔμμʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν,</l><l n="110">ὄρσας ἀργαλέους ἀνέμους καὶ κύματα μακρά;</l><l n="111">ἦ που ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου</l><l n="112">βοῦς περιταμνομένους ἠδʼ οἰῶν πώεα καλά,</l><l n="113">ἠὲ περὶ πτόλιος μαχεούμενοι ἠδὲ γυναικῶν;</l><l n="114">εἰπέ μοι εἰρομένῳ· ξεῖνος δέ τοι εὔχομαι εἶναι.</l><l n="115">ἦ οὐ μέμνῃ ὅτε κεῖσε κατήλυθον ὑμέτερον δῶ,</l><l n="116">ὀτρυνέων Ὀδυσῆα σὺν ἀντιθέῳ Μενελάῳ</l><l n="117">Ἴλιον εἰς ἅμʼ ἕπεσθαι ἐϋσσέλμων ἐπὶ νηῶν;</l><l n="118">μηνὶ δʼ ἄρʼ οὔλῳ πάντα περήσαμεν εὐρέα πόντον,</l><l n="119">σπουδῇ παρπεπιθόντες Ὀδυσσῆα πτολίπορθον.</l></q><l n="120">τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀμφιμέδοντος·</l><q type="unspecified"><l n="121">Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,</l><l n="122">μέμνημαι τάδε πάντα, διοτρεφές, ὡς ἀγορεύεις·</l><l n="123">σοὶ δʼ ἐγὼ εὖ μάλα πάντα καὶ ἀτρεκέως καταλέξω,</l><l n="124">ἡμετέρου θανάτοιο κακὸν τέλος, οἷον ἐτύχθη.</l><l n="125">μνώμεθʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα·</l><l n="126">ἡ δʼ οὔτʼ ἠρνεῖτο στυγερὸν γάμον οὔτʼ ἐτελεύτα,</l><l n="127">ἡμῖν φραζομένη θάνατον καὶ κῆρα μέλαιναν,</l><l n="128">ἀλλὰ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε·</l><l n="129">στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,</l><l n="130">λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ ἡμῖν μετέειπε·</l><q type="unspecified"><l n="131"><milestone unit="para" ed="P"/>κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος
                        Ὀδυσσεύς,</l><l n="132">μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος</l><l n="133">ἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται,</l><l n="134">Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν</l><l n="135">μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,</l><l n="136">μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,</l><l n="137">αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.</l></q><milestone n="138" unit="card" ed="p"/><l n="138"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς
                     ἀγήνωρ.</l><l n="139">ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,</l><l n="140">νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.</l><l n="141">ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς·</l><l n="142">ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,</l><l n="143">μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,</l><l n="144">καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη,</l><l n="145">καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.</l><l n="146">ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης.</l><l n="147"><milestone unit="para" ed="P"/>εὖθʼ ἡ φᾶρος ἔδειξεν, ὑφήνασα μέγαν ἱστόν,</l><l n="148">πλύνασʼ, ἠελίῳ ἐναλίγκιον ἠὲ σελήνῃ,</l><l n="149">καὶ τότε δή ῥʼ Ὀδυσῆα κακός ποθεν ἤγαγε δαίμων</l><l n="150">ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε συβώτης.</l><l n="151">ἔνθʼ ἦλθεν φίλος υἱὸς Ὀδυσσῆος θείοιο,</l><l n="152">ἐκ Πύλου ἠμαθόεντος ἰὼν σὺν νηῒ μελαίνῃ·</l><l n="153">τὼ δὲ μνηστῆρσιν θάνατον κακὸν ἀρτύναντε</l><l n="154">ἵκοντο προτὶ ἄστυ περικλυτόν, ἦ τοι Ὀδυσσεὺς</l><l n="155">ὕστερος, αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευε.</l><l n="156">τὸν δὲ συβώτης ἦγε κακὰ χροῒ εἵματʼ ἔχοντα,</l><l n="157">πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι</l><l n="158">σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο·</l><l n="159">οὐδέ τις ἡμείων δύνατο γνῶναι τὸν ἐόντα</l><l n="160">ἐξαπίνης προφανέντʼ, οὐδʼ οἳ προγενέστεροι ἦσαν,</l><l n="161">ἀλλʼ ἔπεσίν τε κακοῖσιν ἐνίσσομεν ἠδὲ βολῇσιν.</l><l n="162">αὐτὰρ ὁ τῆος ἐτόλμα ἐνὶ μεγάροισιν ἑοῖσι</l><l n="163">βαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ·</l><l n="164">ἀλλʼ ὅτε δή μιν ἔγειρε Διὸς νοός αἰγιόχοιο,</l><l n="165">σὺν μὲν Τηλεμάχῳ περικαλλέα τεύχεʼ ἀείρας</l><l n="166">ἐς θάλαμον κατέθηκε καὶ ἐκλήϊσεν ὀχῆας,</l><l n="167">αὐτὰρ ὁ ἣν ἄλοχον πολυκερδείῃσιν ἄνωγε</l><l n="168">τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον,</l><l n="169">ἡμῖν αἰνομόροισιν ἀέθλια καὶ φόνου ἀρχήν.</l><l n="170">οὐδέ τις ἡμείων δύνατο κρατεροῖο βιοῖο</l><l n="171">νευρὴν ἐντανύσαι, πολλὸν δʼ ἐπιδευέες ἦμεν.</l><l n="172">ἀλλʼ ὅτε χεῖρας ἵκανεν Ὀδυσσῆος μέγα τόξον,</l><l n="173">ἔνθʼ ἡμεῖς μὲν πάντες ὁμοκλέομεν ἐπέεσσι</l><l n="174">τόξον μὴ δόμεναι, μηδʼ εἰ μάλα πολλʼ ἀγορεύοι·</l><l n="175">Τηλέμαχος δέ μιν οἶος ἐποτρύνων ἐκέλευσεν.</l><l n="176">αὐτὰρ ὁ δέξατο χειρὶ πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="177">ῥηϊδίως δʼ ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου,</l><l n="178">στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺς</l><l n="179">δεινὸν παπταίνων, βάλε δʼ Ἀντίνοον βασιλῆα.</l><l n="180">αὐτὰρ ἔπειτʼ ἄλλοις ἐφίει βέλεα στονόεντα,</l><l n="181">ἄντα τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.</l><l n="182">γνωτὸν δʼ ἦν ὅ ῥά τίς σφι θεῶν ἐπιτάρροθος ἦεν·</l><l n="183">αὐτίκα γὰρ κατὰ δώματʼ ἐπισπόμενοι μένεϊ σφῷ</l><l n="184">κτεῖνον ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτʼ ἀεικὴς</l><l n="185">κράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦεν.</l><l n="186">ὣς ἡμεῖς, Ἀγάμεμνον, ἀπωλόμεθʼ, ὧν ἔτι καὶ νῦν</l><l n="187">σώματʼ ἀκηδέα κεῖται ἐνὶ μεγάροις Ὀδυσῆος·</l><l n="188">οὐ γάρ πω ἴσασι φίλοι κατὰ δώμαθʼ ἑκάστου,</l><l n="189">οἵ κʼ ἀπονίψαντες μέλανα βρότον ἐξ ὠτειλέων</l><l n="190">κατθέμενοι γοάοιεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων.</l></q><milestone n="191" unit="card" ed="p"/><l n="191"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·</l><q type="unspecified"><l n="192">ὄλβιε Λαέρταο πάϊ, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="193">ἦ ἄρα σὺν μεγάλῃ ἀρετῇ ἐκτήσω ἄκοιτιν.</l><l n="194">ὡς ἀγαθαὶ φρένες ἦσαν ἀμύμονι Πηνελοπείῃ,</l><l n="195">κούρῃ Ἰκαρίου· ὡς εὖ μέμνητʼ Ὀδυσῆος,</l><l n="196">ἀνδρὸς κουριδίου· τῷ οἱ κλέος οὔ ποτʼ ὀλεῖται</l><l n="197">ἧς ἀρετῆς, τεύξουσι δʼ ἐπιχθονίοισιν ἀοιδὴν</l><l n="198">ἀθάνατοι χαρίεσσαν ἐχέφρονι Πηνελοπείῃ,</l><l n="199">οὐχ ὡς Τυνδαρέου κούρη κακὰ μήσατο ἔργα,</l><l n="200">κουρίδιον κτείνασα πόσιν, στυγερὴ δέ τʼ ἀοιδὴ</l><l n="201">ἔσσετʼ ἐπʼ ἀνθρώπους, χαλεπὴν δέ τε φῆμιν ὀπάσσει</l><l n="202">θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν.</l></q><l n="203"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="204">ἑσταότʼ εἰν Ἀΐδαο δόμοις, ὑπὸ κεύθεσι γαίης·</l><l n="205"><milestone unit="para" ed="P"/>οἱ δʼ ἐπεὶ ἐκ πόλιος κατέβαν, τάχα δʼ ἀγρὸν
                  ἵκοντο</l><l n="206">καλὸν Λαέρταο τετυγμένον, ὅν ῥά ποτʼ αὐτὸς</l><l n="207">Λαέρτης κτεάτισσεν, ἐπεὶ μάλα πόλλʼ ἐμόγησεν.</l><l n="208">ἔνθα οἱ οἶκος ἔην, περὶ δὲ κλίσιον θέε πάντη,</l><l n="209">ἐν τῷ σιτέσκοντο καὶ ἵζανον ἠδὲ ἴαυον</l><l n="210">δμῶες ἀναγκαῖοι, τοί οἱ φίλα ἐργάζοντο.</l><l n="211">ἐν δὲ γυνὴ Σικελὴ γρηῢς πέλεν, ἥ ῥα γέροντα</l><l n="212">ἐνδυκέως κομέεσκεν ἐπʼ ἀγροῦ, νόσφι πόληος.</l><l n="213">ἔνθʼ Ὀδυσεὺς δμώεσσι καὶ υἱέϊ μῦθον ἔειπεν·</l><q type="unspecified"><l n="214"><milestone unit="para" ed="P"/>ὑμεῖς μὲν νῦν ἔλθετʼ ἐϋκτίμενον δόμον εἴσω,</l><l n="215">δεῖπνον δʼ αἶψα συῶν ἱερεύσατε ὅς τις ἄριστος·</l><l n="216">αὐτὰρ ἐγὼ πατρὸς πειρήσομαι ἡμετέροιο,</l><l n="217">αἴ κέ μʼ ἐπιγνώῃ καὶ φράσσεται ὀφθαλμοῖσιν,</l><l n="218">ἦέ κεν ἀγνοιῇσι, πολὺν χρόνον ἀμφὶς ἐόντα.</l></q><l n="219"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν δμώεσσιν ἀρήϊα τεύχεʼ ἔδωκεν.</l><l n="220">οἱ μὲν ἔπειτα δόμονδε θοῶς κίον, αὐτὰρ Ὀδυσσεὺς</l><l n="221">ἆσσον ἴεν πολυκάρπου ἀλωῆς πειρητίζων.</l><l n="222">οὐδʼ εὗρεν Δολίον, μέγαν ὄρχατον ἐσκαταβαίνων,</l><l n="223">οὐδέ τινα δμώων οὐδʼ υἱῶν· ἀλλʼ ἄρα τοί γε</l><l n="224">αἱμασιὰς λέξοντες ἀλωῆς ἔμμεναι ἕρκος</l><l n="225">ᾤχοντʼ, αὐτὰρ ὁ τοῖσι γέρων ὁδὸν ἡγεμόνευε.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>