<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:23.41-23.319</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:23.41-23.319</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="23" type="textpart" subtype="book"><q type="unspecified"><l n="41">κτεινομένων· ἡμεῖς δὲ μυχῷ θαλάμων εὐπήκτων</l><l n="42">ἥμεθʼ ἀτυζόμεναι, σανίδες δʼ ἔχον εὖ ἀραρυῖαι,</l><l n="43">πρίν γʼ ὅτε δή με σὸς υἱὸς ἀπὸ μεγάροιο κάλεσσε</l><l n="44">Τηλέμαχος· τὸν γάρ ῥα πατὴρ προέηκε καλέσσαι.</l><l n="45">εὗρον ἔπειτʼ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν</l><l n="46">ἑσταόθʼ· οἱ δέ μιν ἀμφί, κραταίπεδον οὖδας ἔχοντες,</l><l n="47">κείατʼ ἐπʼ ἀλλήλοισιν· ἰδοῦσά κε θυμὸν ἰάνθης.</l><milestone n="49" unit="card" ed="p"/><l n="48">νῦν δʼ οἱ μὲν δὴ πάντες ἐπʼ αὐλείῃσι θύρῃσιν</l><l n="50">ἀθρόοι, αὐτὰρ ὁ δῶμα θεειοῦται περικαλλές,</l><l n="51">πῦρ μέγα κηάμενος· σὲ δέ με προέηκε καλέσσαι.</l><l n="52">ἀλλʼ ἕπευ, ὄφρα σφῶϊν ἐϋφροσύνης ἐπιβῆτον</l><l n="53">ἀμφοτέρω φίλον ἦτορ, ἐπεὶ κακὰ πολλὰ πέποσθε.</l><l n="54">νῦν δʼ ἤδη τόδε μακρὸν ἐέλδωρ ἐκτετέλεσται·</l><l n="55">ἦλθε μὲν αὐτὸς ζωὸς ἐφέστιος, εὗρε δὲ καὶ σὲ</l><l n="56">καὶ παῖδʼ ἐν μεγάροισι· κακῶς δʼ οἵ πέρ μιν ἔρεζον</l><l n="57">μνηστῆρες, τοὺς πάντας ἐτίσατο ᾧ ἐνὶ οἴκῳ.</l></q><l n="58"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="59">μαῖα φίλη, μή πω μέγʼ ἐπεύχεο καγχαλόωσα.</l><l n="60">οἶσθα γὰρ ὥς κʼ ἀσπαστὸς ἐνὶ μεγάροισι φανείη</l><l n="61">πᾶσι, μάλιστα δʼ ἐμοί τε καὶ υἱέϊ, τὸν τεκόμεσθα·</l><l n="62">ἀλλʼ οὐκ ἔσθʼ ὅδε μῦθος ἐτήτυμος, ὡς ἀγορεύεις,</l><l n="63">ἀλλά τις ἀθανάτων κτεῖνε μνηστῆρας ἀγαυούς,</l><l n="64">ὕβριν ἀγασσάμενος θυμαλγέα καὶ κακὰ ἔργα.</l><l n="65">οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,</l><l n="66">οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο·</l><l n="67">τῷ διʼ ἀτασθαλίας ἔπαθον κακόν· αὐτὰρ Ὀδυσσεὺς</l><l n="68">ὤλεσε τηλοῦ νόστον Ἀχαιΐδος, ὤλετο δʼ αὐτός.</l></q><l n="69"><milestone unit="para" ed="P"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα φίλη τροφὸς Εὐρύκλεια·</l><q type="unspecified"><l n="70">τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,</l><l n="71">ἣ πόσιν ἔνδον ἐόντα παρʼ ἐσχάρῃ οὔ ποτʼ ἔφησθα</l><l n="72">οἴκαδʼ ἐλεύσεσθαι· θυμὸς δέ τοι αἰὲν ἄπιστος.</l><l n="73">ἀλλʼ ἄγε τοι καὶ σῆμα ἀριφραδὲς ἄλλο τι εἴπω,</l><l n="74">οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι.</l><l n="75">τὴν ἀπονίζουσα φρασάμην, ἔθελον δὲ σοὶ αὐτῇ</l><l n="76">εἰπέμεν· ἀλλά με κεῖνος ἑλὼν ἐπὶ μάστακα χερσὶν</l><l n="77">οὐκ ἔα εἰπέμεναι πολυϊδρείῃσι νόοιο.</l><l n="78">ἀλλʼ ἕπευ· αὐτὰρ ἐγὼν ἐμέθεν περιδώσομαι αὐτῆς,</l><l n="79">αἴ κέν σʼ ἐξαπάφω, κτεῖναί μʼ οἰκτίστῳ ὀλέθρῳ.</l></q><l n="80">τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="81">μαῖα φίλη, χαλεπόν σε θεῶν αἰειγενετάων</l><l n="82">δήνεα εἴρυσθαι, μὰλα περ πολύϊδριν ἐοῦσαν.</l><l n="83">ἀλλʼ ἔμπης ἴομεν μετὰ παῖδʼ ἐμόν, ὄφρα ἴδωμαι</l><l n="84">ἄνδρας μνηστῆρας τεθνηότας, ἠδʼ ὃς ἔπεφνεν.</l></q><milestone n="85" unit="card" ed="p"/><l n="85">ὣς φαμένη κατέβαινʼ ὑπερώϊα· πολλὰ δέ οἱ κῆρ</l><l n="86">ὥρμαινʼ, ἢ ἀπάνευθε φίλον πόσιν ἐξερεείνοι,</l><l n="87">ἦ παρστᾶσα κύσειε κάρη καὶ χεῖρε λαβοῦσα.</l><l n="88">ἡ δʼ ἐπεὶ εἰσῆλθεν καὶ ὑπέρβη λάϊνον οὐδόν,</l><l n="89">ἕζετʼ ἔπειτʼ Ὀδυσῆος ἐναντίη, ἐν πυρὸς αὐγῇ,</l><l n="90">τοίχου τοῦ ἑτέρου· ὁ δʼ ἄρα πρὸς κίονα μακρὴν</l><l n="91">ἧστο κάτω ὁρόων, ποτιδέγμενος εἴ τί μιν εἴποι</l><l n="92">ἰφθίμη παράκοιτις, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν.</l><l n="93">ἡ δʼ ἄνεω δὴν ἧστο, τάφος δέ οἱ ἦτορ ἵκανεν·</l><l n="94">ὄψει δʼ ἄλλοτε μέν μιν ἐνωπαδίως ἐσίδεσκεν,</l><l n="95">ἄλλοτε δʼ ἀγνώσασκε κακὰ χροῒ εἵματʼ ἔχοντα.</l><l n="96">Τηλέμαχος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q type="unspecified"><l n="97"><milestone unit="para" ed="P"/>μῆτερ ἐμή, δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα,</l><l n="98">τίφθʼ οὕτω πατρὸς νοσφίζεαι, οὐδὲ παρʼ αὐτὸν</l><l n="99">ἑζομένη μύθοισιν ἀνείρεαι οὐδὲ μεταλλᾷς;</l><l n="100">οὐ μέν κʼ ἄλλη γʼ ὧδε γυνὴ τετληότι θυμῷ</l><l n="101">ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας</l><l n="102">ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν·</l><l n="103">σοὶ δʼ αἰεὶ κραδίη στερεωτέρη ἐστὶ λίθοιο.</l></q><l n="104"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="105">τέκνον ἐμόν, θυμός μοι ἐνὶ στήθεσσι τέθηπεν,</l><l n="106">οὐδέ τι προσφάσθαι δύναμαι ἔπος οὐδʼ ἐρέεσθαι</l><l n="107">οὐδʼ εἰς ὦπα ἰδέσθαι ἐναντίον. εἰ δʼ ἐτεὸν δὴ</l><l n="108">ἔστʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ἦ μάλα νῶϊ</l><l n="109">γνωσόμεθʼ ἀλλήλων καὶ λώϊον· ἔστι γὰρ ἡμῖν</l><l n="110">σήμαθʼ, ἃ δὴ καὶ νῶϊ κεκρυμμένα ἴδμεν ἀπʼ ἄλλων.</l></q><l n="111"><milestone unit="para" ed="P"/>ὣς φάτο, μείδησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="112">αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="113"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, ἦ τοι μητέρʼ ἐνὶ μεγάροισιν ἔασον</l><l n="114">πειράζειν ἐμέθεν· τάχα δὲ φράσεται καὶ ἄρειον.</l><l n="115">νῦν δʼ ὅττι ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,</l><l n="116">τοὔνεκʼ ἀτιμάζει με καὶ οὔ πω φησὶ τὸν εἶναι.</l><l n="117">ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.</l><l n="118">καὶ γάρ τίς θʼ ἕνα φῶτα κατακτείνας ἐνὶ δήμῳ,</l><l n="119">ᾧ μὴ πολλοὶ ἔωσιν ἀοσσητῆρες ὀπίσσω,</l><l n="120">φεύγει πηούς τε προλιπὼν καὶ πατρίδα γαῖαν·</l><l n="121">ἡμεῖς δʼ ἕρμα πόληος ἀπέκταμεν, οἳ μέγʼ ἄριστοι</l><l n="122">κούρων εἰν Ἰθάκῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.</l></q><l n="123"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="124">αὐτὸς ταῦτά γε λεῦσσε, πάτερ φίλε· σὴν γὰρ ἀρίστην</l><l n="125">μῆτιν ἐπʼ ἀνθρώπους φάσʼ ἔμμεναι, οὐδέ κέ τίς τοι</l><l n="126">ἄλλος ἀνὴρ ἐρίσειε καταθνητῶν ἀνθρώπων.</l><l n="127">ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημι</l><l n="128">ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστιν.</l></q><milestone n="129" unit="card" ed="p"/><l n="129"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς</l><q type="unspecified"><l n="130">τοιγὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.</l><l n="131">πρῶτα μὲν ἂρ λούσασθε καὶ ἀμφιέσασθε χιτῶνας,</l><l n="132">δμῳὰς δʼ ἐν μεγάροισιν ἀνώγετε εἵμαθʼ ἑλέσθαι·</l><l n="133">αὐτὰρ θεῖος ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν</l><l n="134">ἡμῖν ἡγείσθω φιλοπαίγμονος ὀρχηθμοῖο,</l><l n="135">ὥς κέν τις φαίη γάμον ἔμμεναι ἐκτὸς ἀκούων,</l><l n="136">ἢ ἀνʼ ὁδὸν στείχων, ἢ οἳ περιναιετάουσι·</l><l n="137">μὴ πρόσθε κλέος εὐρὺ φόνου κατὰ ἄστυ γένηται</l><l n="138">ἀνδρῶν μνηστήρων, πρίν γʼ ἡμέας ἐλθέμεν ἔξω</l><l n="139">ἀγρὸν ἐς ἡμέτερον πολυδένδρεον· ἔνθα δʼ ἔπειτα</l><l n="140">φρασσόμεθʼ ὅττι κε κέρδος Ὀλύμπιος ἐγγυαλίξῃ.</l></q><l n="141"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ
                  ἐπίθοντο</l><l n="142">πρῶτα μὲν οὖν λούσαντο καὶ ἀμφιέσαντο χιτῶνας,</l><l n="143">ὅπλισθεν δὲ γυναῖκες· ὁ δʼ εἵλετο θεῖος ἀοιδὸς</l><l n="144">φόρμιγγα γλαφυρήν, ἐν δέ σφισιν ἵμερον ὦρσε</l><l n="145">μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο.</l><l n="146">τοῖσιν δὲ μέγα δῶμα περιστεναχίζετο ποσσὶν</l><l n="147">ἀνδρῶν παιζόντων καλλιζώνων τε γυναικῶν.</l><l n="148">ὧδε δέ τις εἴπεσκε δόμων ἔκτοσθεν ἀκούων·</l><q type="unspecified"><l n="149"><milestone unit="para" ed="P"/>ἦ μάλα δή τις ἔγημε πολυμνήστην βασίλειαν·</l><l n="150">σχετλίη, οὐδʼ ἔτλη πόσιος οὗ κουριδίοιο</l><l n="151">εἴρυσθαι μέγα δῶμα διαμπερές, ἧος ἵκοιτο.</l></q><l n="152"><milestone unit="para" ed="P"/>ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.</l><l n="153">αὐτὰρ Ὀδυσσῆα μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ</l><l n="154">Εὐρυνόμη ταμίη λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,</l><l n="155">ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα·</l><l n="156">αὐτὰρ κὰκ κεφαλῆς κάλλος πολὺ χεῦεν Ἀθήνη</l><l n="157">μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα· κὰδ δὲ κάρητος</l><l n="158">οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.</l><l n="159">ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ</l><l n="160">ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη</l><l n="161">τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει·</l><l n="162">ὣς μὲν τῷ περίχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.</l><l n="163">ἐκ δʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·</l><l n="164">ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη,</l><l n="165">ἀντίον ἧς ἀλόχου, καί μιν πρὸς μῦθον ἔειπε·</l><q type="unspecified"><l n="166"><milestone unit="para" ed="P"/>δαιμονίη, περί σοί γε γυναικῶν θηλυτεράων</l><l n="167">κῆρ ἀτέραμνον ἔθηκαν Ὀλύμπια δώματʼ ἔχοντες·</l><l n="168">οὐ μέν κʼ ἄλλη γʼ ὧδε γυνὴ τετληότι θυμῷ</l><l n="169">ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας</l><l n="170">ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.</l><l n="171">ἀλλʼ ἄγε μοι, μαῖα, στόρεσον λέχος, ὄφρα καὶ αὐτὸς</l><l n="172">λέξομαι· ἦ γὰρ τῇ γε σιδήρεον ἐν φρεσὶ ἦτορ.</l></q><l n="173"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="174">δαιμόνιʼ, οὔτʼ ἄρ τι μεγαλίζομαι οὔτʼ ἀθερίζω</l><l n="175">οὔτε λίην ἄγαμαι, μάλα δʼ εὖ οἶδʼ οἷος ἔησθα</l><l n="176">ἐξ Ἰθάκης ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο.</l><l n="177">ἀλλʼ ἄγε οἱ στόρεσον πυκινὸν λέχος, Εὐρύκλεια,</l><l n="178">ἐκτὸς ἐϋσταθέος θαλάμου, τόν ῥʼ αὐτὸς ἐποίει·</l><l n="179">ἔνθα οἱ ἐκθεῖσαι πυκινὸν λέχος ἐμβάλετʼ εὐνήν,</l><l n="180">κώεα καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα.</l></q><milestone n="181" unit="card" ed="p"/><l n="181"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη πόσιος πειρωμένη· αὐτὰρ Ὀδυσσεὺς</l><l n="182">ὀχθήσας ἄλοχον προσεφώνεε κεδνὰ ἰδυῖαν·</l><q type="unspecified"><l n="183"><milestone unit="para" ed="P"/>ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες·</l><l n="184">τίς δέ μοι ἄλλοσε θῆκε λέχος; χαλεπὸν δέ κεν εἴη</l><l n="185">καὶ μάλʼ ἐπισταμένῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν</l><l n="186">ῥηϊδίως ἐθέλων θείη ἄλλῃ ἐνὶ χώρῃ.</l><l n="187">ἀνδρῶν δʼ οὔ κέν τις ζωὸς βροτός, οὐδὲ μάλʼ ἡβῶν,</l><l n="188">ῥεῖα μετοχλίσσειεν, ἐπεὶ μέγα σῆμα τέτυκται</l><l n="189">ἐν λέχει ἀσκητῷ· τὸ δʼ ἐγὼ κάμον οὐδέ τις ἄλλος.</l><l n="190">θάμνος ἔφυ τανύφυλλος ἐλαίης ἕρκεος ἐντός,</l><l n="191">ἀκμηνὸς θαλέθων· πάχετος δʼ ἦν ἠΰτε κίων.</l><l n="192">τῷ δʼ ἐγὼ ἀμφιβαλὼν θάλαμον δέμον, ὄφρʼ ἐτέλεσσα,</l><l n="193">πυκνῇσιν λιθάδεσσι, καὶ εὖ καθύπερθεν ἔρεψα,</l><l n="194">κολλητὰς δʼ ἐπέθηκα θύρας, πυκινῶς ἀραρυίας.</l><l n="195">καὶ τότʼ ἔπειτʼ ἀπέκοψα κόμην τανυφύλλου ἐλαίης,</l><l n="196">κορμὸν δʼ ἐκ ῥίζης προταμὼν ἀμφέξεσα χαλκῷ</l><l n="197">εὖ καὶ ἐπισταμένως, καὶ ἐπὶ στάθμην ἴθυνα,</l><l n="198">ἑρμῖνʼ ἀσκήσας, τέτρηνα δὲ πάντα τερέτρῳ.</l><l n="199">ἐκ δὲ τοῦ ἀρχόμενος λέχος ἔξεον, ὄφρʼ ἐτέλεσσα,</l><l n="200">δαιδάλλων χρυσῷ τε καὶ ἀργύρῳ ἠδʼ ἐλέφαντι·</l><l n="201">ἐκ δʼ ἐτάνυσσα ἱμάντα βοὸς φοίνικι φαεινόν.</l><l n="202">οὕτω τοι τόδε σῆμα πιφαύσκομαι· οὐδέ τι οἶδα,</l><l n="203">ἤ μοι ἔτʼ ἔμπεδόν ἐστι, γύναι, λέχος, ἦέ τις ἤδη</l><l n="204">ἀνδρῶν ἄλλοσε θῆκε, ταμὼν ὕπο πυθμένʼ ἐλαίης.</l></q><l n="205"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον
                  ἦτορ,</l><l n="206">σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς·</l><l n="207">δακρύσασα δʼ ἔπειτʼ ἰθὺς δράμεν, ἀμφὶ δὲ χεῖρας</l><l n="208">δειρῇ βάλλʼ Ὀδυσῆϊ, κάρη δʼ ἔκυσʼ ἠδὲ προσηύδα·</l><q type="unspecified"><l n="209"><milestone unit="para" ed="P"/>μή μοι, Ὀδυσσεῦ, σκύζευ, ἐπεὶ τά περ ἄλλα
                     μάλιστα</l><l n="210">ἀνθρώπων πέπνυσο· θεοὶ δʼ ὤπαζον ὀϊζύν,</l><l n="211">οἳ νῶϊν ἀγάσαντο παρʼ ἀλλήλοισι μένοντε</l><l n="212">ἥβης ταρπῆναι καὶ γήραος οὐδὸν ἱκέσθαι.</l><l n="213">αὐτὰρ μὴ νῦν μοι τόδε χώεο μηδὲ νεμέσσα,</l><l n="214">οὕνεκά σʼ οὐ τὸ πρῶτον, ἐπεὶ ἴδον, ὧδʼ ἀγάπησα.</l><l n="215">αἰεὶ γάρ μοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν</l><l n="216">ἐρρίγει μή τίς με βροτῶν ἀπάφοιτο ἔπεσσιν</l><l n="217">ἐλθών· πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσιν.</l><l n="218">οὐδέ κεν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,</l><l n="219">ἀνδρὶ παρʼ ἀλλοδαπῷ ἐμίγη φιλότητι καὶ εὐνῇ,</l><l n="220">εἰ ᾔδη ὅ μιν αὖτις ἀρήϊοι υἷες Ἀχαιῶν</l><l n="221">ἀξέμεναι οἶκόνδε φίλην ἐς πατρίδʼ ἔμελλον.</l><l n="222">τὴν δʼ ἦ τοι ῥέξαι θεὸς ὤρορεν ἔργον ἀεικές·</l><l n="223">τὴν δʼ ἄτην οὐ πρόσθεν ἑῷ ἐγκάτθετο θυμῷ</l><l n="224">λυγρήν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος.</l><l n="225">νῦν δʼ, ἐπεὶ ἤδη σήματʼ ἀριφραδέα κατέλεξας</l><l n="226">εὐνῆς ἡμετέρης, ἣν οὐ βροτὸς ἄλλος ὀπώπει,</l><l n="227">ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε καὶ ἀμφίπολος μία μούνη,</l><l n="228">Ἀκτορίς, ἥν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,</l><l n="229">ἣ νῶϊν εἴρυτο θύρας πυκινοῦ θαλάμοιο,</l><l n="230">πείθεις δή μευ θυμόν, ἀπηνέα περ μάλʼ ἐόντα.</l></q><milestone n="231" unit="card" ed="p"/><l n="231"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε
                  γόοιο·</l><l n="232">κλαῖε δʼ ἔχων ἄλοχον θυμαρέα, κεδνὰ ἰδυῖαν.</l><l n="233">ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος γῆ νηχομένοισι φανήῃ,</l><l n="234">ὧν τε Ποσειδάων εὐεργέα νῆʼ ἐνὶ πόντῳ</l><l n="235">ῥαίσῃ, ἐπειγομένην ἀνέμῳ καὶ κύματι πηγῷ·</l><l n="236">παῦροι δʼ ἐξέφυγον πολιῆς ἁλὸς ἤπειρόνδε</l><l n="237">νηχόμενοι, πολλὴ δὲ περὶ χροῒ τέτροφεν ἅλμη,</l><l n="238">ἀσπάσιοι δʼ ἐπέβαν γαίης, κακότητα φυγόντες·</l><l n="239">ὣς ἄρα τῇ ἀσπαστὸς ἔην πόσις εἰσοροώσῃ,</l><l n="240">δειρῆς δʼ οὔ πω πάμπαν ἀφίετο πήχεε λευκώ.</l><l n="241">καί νύ κʼ ὀδυρομένοισι φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="242">εἰ μὴ ἄρʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη.</l><l n="243">νύκτα μὲν ἐν περάτῃ δολιχὴν σχέθεν, Ἠῶ δʼ αὖτε</l><l n="244">ῥύσατʼ ἐπʼ Ὠκεανῷ χρυσόθρονον, οὐδʼ ἔα ἵππους</l><l n="245">ζεύγνυσθʼ ὠκύποδας, φάος ἀνθρώποισι φέροντας,</l><l n="246">Λάμπον καὶ Φαέθονθʼ, οἵ τʼ Ἠῶ πῶλοι ἄγουσι.</l><l n="247"><milestone unit="para" ed="P"/>καὶ τότʼ ἄρʼ ἣν ἄλοχον προσέφη πολύμητις
                  Ὀδυσσεύς</l><q type="unspecified"><l n="248">ὦ γύναι, οὐ γάρ πω πάντων ἐπὶ πείρατʼ ἀέθλων</l><l n="249">ἤλθομεν, ἀλλʼ ἔτʼ ὄπισθεν ἀμέτρητος πόνος ἔσται,</l><l n="250">πολλὸς καὶ χαλεπός, τὸν ἐμὲ χρὴ πάντα τελέσσαι.</l><l n="251">ὣς γάρ μοι ψυχὴ μαντεύσατο Τειρεσίαο</l><l n="252">ἤματι τῷ ὅτε δὴ κατέβην δόμον Ἄϊδος εἴσω,</l><l n="253">νόστον ἑταίροισιν διζήμενος ἠδʼ ἐμοὶ αὐτῷ.</l><l n="254">ἀλλʼ ἔρχευ, λέκτρονδʼ ἴομεν, γύναι, ὄφρα καὶ ἤδη</l><l n="255">ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντε.</l></q><l n="256"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="257">εὐνὴ μὲν δή σοί γε τότʼ ἔσσεται ὁππότε θυμῷ</l><l n="258">σῷ ἐθέλῃς, ἐπεὶ ἄρ σε θεοὶ ποίησαν ἱκέσθαι</l><l n="259">οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν·</l><l n="260">ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,</l><l n="261">εἴπʼ ἄγε μοι τὸν ἄεθλον, ἐπεὶ καὶ ὄπισθεν, ὀΐω,</l><l n="262">πεύσομαι, αὐτίκα δʼ ἐστὶ δαήμεναι οὔ τι χέρειον.</l></q><milestone n="263" unit="card" ed="p"/><l n="263"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="264">δαιμονίη, τί τʼ ἄρʼ αὖ με μάλʼ ὀτρύνουσα κελεύεις</l><l n="265">εἰπέμεν; αὐτὰρ ἐγὼ μυθήσομαι οὐδʼ ἐπικεύσω.</l><l n="266">οὐ μέν τοι θυμὸς κεχαρήσεται· οὐδὲ γὰρ αὐτὸς</l><l n="267">χαίρω, ἐπεὶ μάλα πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἄνωγεν</l><l n="268">ἐλθεῖν, ἐν χείρεσσιν ἔχοντʼ εὐῆρες ἐρετμόν,</l><l n="269">εἰς ὅ κε τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι θάλασσαν</l><l n="270">ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·</l><l n="271">οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους,</l><l n="272">οὐδʼ εὐήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.</l><l n="273">σῆμα δέ μοι τόδʼ ἔειπεν ἀριφραδές, οὐδέ σε κεύσω·</l><l n="274">ὁππότε κεν δή μοι ξυμβλήμενος ἄλλος ὁδίτης</l><l n="275">φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,</l><l n="276">καὶ τότε μʼ ἐν γαίῃ πήξαντʼ ἐκέλευεν ἐρετμόν,</l><l n="277">ἔρξανθʼ ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,</l><l n="278">ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον,</l><l n="279">οἴκαδʼ ἀποστείχειν, ἔρδειν θʼ ἱερὰς ἑκατόμβας</l><l n="280">ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,</l><l n="281">πᾶσι μάλʼ ἑξείης· θάνατος δέ μοι ἐξ ἁλὸς αὐτῷ</l><l n="282">ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ με πέφνῃ</l><l n="283">γήρα’ ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ</l><l n="284">ὄλβιοι ἔσσονται· τὰ δέ μοι φάτο πάντα τελεῖσθαι.</l></q><l n="285">τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="286">εἰ μὲν δὴ γῆράς γε θεοὶ τελέουσιν ἄρειον,</l><l n="287">ἐλπωρή τοι ἔπειτα κακῶν ὑπάλυξιν ἔσεσθαι.</l></q><l n="288"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·</l><l n="289">τόφρα δʼ ἄρʼ Εὐρυνόμη τε ἰδὲ τροφὸς ἔντυον εὐνὴν</l><l n="290">ἐσθῆτος μαλακῆς, δαΐδων ὕπο λαμπομενάων.</l><l n="291">αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,</l><l n="292">γρηῢς μὲν κείουσα πάλιν οἶκόνδε βεβήκει,</l><l n="293">τοῖσιν δʼ Εὐρυνόμη θαλαμηπόλος ἡγεμόνευεν</l><l n="294">ἐρχομένοισι λέχοσδε, δάος μετὰ χερσὶν ἔχουσα·</l><l n="295">ἐς θάλαμον δʼ ἀγαγοῦσα πάλιν κίεν. οἱ μὲν ἔπειτα</l><l n="296">ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο·</l><l n="297">αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτης</l><l n="298">παῦσαν ἄρʼ ὀρχηθμοῖο πόδας, παῦσαν δὲ γυναῖκας,</l><l n="299">αὐτοὶ δʼ εὐνάζοντο κατὰ μέγαρα σκιόεντα.</l><l n="300"><milestone unit="para" ed="P"/>τὼ δʼ ἐπεὶ οὖν φιλότητος ἐταρπήτην ἐρατεινῆς,</l><l n="301">τερπέσθην μύθοισι, πρὸς ἀλλήλους ἐνέποντε,</l><l n="302">ἡ μὲν ὅσʼ ἐν μεγάροισιν ἀνέσχετο δῖα γυναικῶν,</l><l n="303">ἀνδρῶν μνηστήρων ἐσορῶσʼ ἀΐδηλον ὅμιλον,</l><l n="304">οἳ ἕθεν εἵνεκα πολλά, βόας καὶ ἴφια μῆλα,</l><l n="305">ἔσφαζον, πολλὸς δὲ πίθων ἠφύσσετο οἶνος·</l><l n="306">αὐτὰρ ὁ διογενὴς Ὀδυσεὺς ὅσα κήδεʼ ἔθηκεν</l><l n="307">ἀνθρώποις ὅσα τʼ αὐτὸς ὀϊζύσας ἐμόγησε,</l><l n="308">πάντʼ ἔλεγʼ· ἡ δʼ ἄρʼ ἐτέρπετʼ ἀκούουσʼ, οὐδέ οἱ ὕπνος</l><l n="309">πῖπτεν ἐπὶ βλεφάροισι πάρος καταλέξαι ἅπαντα.</l><milestone n="310" unit="card" ed="p"/><l n="310"><milestone unit="para" ed="P"/>ἤρξατο δʼ ὡς πρῶτον Κίκονας δάμασʼ, αὐτὰρ
                  ἔπειτα</l><l n="311">ἦλθʼ ἐς Λωτοφάγων ἀνδρῶν πίειραν ἄρουραν·</l><l n="312">ἠδʼ ὅσα Κύκλωψ ἔρξε, καὶ ὡς ἀπετίσατο ποινὴν</l><l n="313">ἰφθίμων ἑτάρων, οὓς ἤσθιεν οὐδʼ ἐλέαιρεν·</l><l n="314">ἠδʼ ὡς Αἴολον ἵκεθʼ, ὅ μιν πρόφρων ὑπέδεκτο</l><l n="315">καὶ πέμπʼ, οὐδέ πω αἶσα φίλην ἐς πατρίδʼ ἱκέσθαι</l><l n="316">ἤην, ἀλλά μιν αὖτις ἀναρπάξασα θύελλα</l><l n="317">πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα·</l><l n="318">ἠδʼ ὡς Τηλέπυλον Λαιστρυγονίην ἀφίκανεν,</l><l n="319">οἳ νῆάς τʼ ὄλεσαν καὶ ἐϋκνήμιδας ἑταίρους</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>