<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:23.337-24.26</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:23.337-24.26</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="23" type="textpart" subtype="book"><l n="337">ἀλλὰ τοῦ οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν·</l><l n="338">ἠδʼ ὡς ἐς Φαίηκας ἀφίκετο πολλὰ μογήσας,</l><l n="339">οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο</l><l n="340">καὶ πέμψαν σὺν νηῒ φίλην ἐς πατρίδα γαῖαν,</l><l n="341">χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες.</l><l n="342">τοῦτʼ ἄρα δεύτατον εἶπεν ἔπος, ὅτε οἱ γλυκὺς ὕπνος</l><l n="343">λυσιμελὴς ἐπόρουσε, λύων μελεδήματα θυμοῦ.</l><milestone n="344" unit="card" ed="p"/><l n="344"><milestone unit="para" ed="P"/>ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·</l><l n="345">ὁππότε δή ῥʼ Ὀδυσῆα ἐέλπετο ὃν κατὰ θυμὸν</l><l n="346">εὐνῆς ἧς ἀλόχου ταρπήμεναι ἠδὲ καὶ ὕπνου,</l><l n="347">αὐτίκʼ ἀπʼ Ὠκεανοῦ χρυσόθρονον ἠριγένειαν</l><l n="348">ὦρσεν, ἵνʼ ἀνθρώποισι φόως φέροι· ὦρτο δʼ Ὀδυσσεὺς</l><l n="349">εὐνῆς ἐκ μαλακῆς, ἀλόχῳ δʼ ἐπὶ μῦθον ἔτελλεν·</l><q type="unspecified"><l n="350"><milestone unit="para" ed="P"/>ὦ γύναι, ἤδη μὲν πολέων κεκορήμεθʼ ἀέθλων</l><l n="351">ἀμφοτέρω, σὺ μὲν ἐνθάδʼ ἐμὸν πολυκηδέα νόστον</l><l n="352">κλαίουσʼ. αὐτὰρ ἐμὲ Ζεὺς ἄλγεσι καὶ θεοὶ ἄλλοι</l><l n="353">ἱέμενον πεδάασκον ἐμῆς ἀπὸ πατρίδος αἴης·</l><l n="354">νῦν δʼ ἐπεὶ ἀμφοτέρω πολυήρατον ἱκόμεθʼ εὐνήν,</l><l n="355">κτήματα μὲν τά μοι ἔστι, κομιζέμεν ἐν μεγάροισι,</l><l n="356">μῆλα δʼ ἅ μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν,</l><l n="357">πολλὰ μὲν αὐτὸς ἐγὼ ληΐσσομαι, ἄλλα δʼ Ἀχαιοὶ</l><l n="358">δώσουσʼ, εἰς ὅ κε πάντας ἐνιπλήσωσιν ἐπαύλους.</l><l n="359">ἀλλʼ ἦ τοι μὲν ἐγὼ πολυδένδρεον ἀγρὸν ἔπειμι,</l><l n="360">ὀψόμενος πατέρʼ ἐσθλόν, ὅ μοι πυκινῶς ἀκάχηται·</l><l n="361">σοὶ δέ, γύναι, τάδʼ ἐπιτέλλω, πινυτῇ περ ἐούσῃ·</l><l n="362">αὐτίκα γὰρ φάτις εἶσιν ἅμʼ ἠελίῳ ἀνιόντι</l><l n="363">ἀνδρῶν μνηστήρων, οὓς ἔκτανον ἐν μεγάροισιν·</l><l n="364">εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν</l><l n="365">ἧσθαι, μηδέ τινα προτιόσσεο μηδʼ ἐρέεινε.</l></q><l n="366"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἐδύσετο τεύχεα καλά,</l><l n="367">ὦρσε δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην,</l><l n="368">πάντας δʼ ἔντεʼ ἄνωγεν ἀρήϊα χερσὶν ἑλέσθαι.</l><l n="369">οἱ δέ οἱ οὐκ ἀπίθησαν, ἐθωρήσσοντο δὲ χαλκῷ,</l><l n="370">ὤϊξαν δὲ θύρας, ἐκ δʼ ἤϊον· ἦρχε δʼ Ὀδυσσεύς.</l><l n="371">ἤδη μὲν φάος ἦεν ἐπὶ χθόνα, τοὺς δʼ ἄρʼ Ἀθήνη</l><l n="372">νυκτὶ κατακρύψασα θοῶς ἐξῆγε πόληος.</l></div><div n="24" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο</l><l n="2">ἀνδρῶν μνηστήρων· ἔχε δὲ ῥάβδον μετὰ χερσὶν</l><l n="3">καλὴν χρυσείην, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει</l><l n="4">ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει·</l><l n="5">τῇ ῥʼ ἄγε κινήσας, ταὶ δὲ τρίζουσαι ἕποντο.</l><l n="6">ὡς δʼ ὅτε νυκτερίδες μυχῷ ἄντρου θεσπεσίοιο</l><l n="7">τρίζουσαι ποτέονται, ἐπεί κέ τις ἀποπέσῃσιν</l><l n="8">ὁρμαθοῦ ἐκ πέτρης, ἀνά τʼ ἀλλήλῃσιν ἔχονται,</l><l n="9">ὣς αἱ τετριγυῖαι ἅμʼ ἤϊσαν· ἦρχε δʼ ἄρα σφιν</l><l n="10">Ἑρμείας ἀκάκητα κατʼ εὐρώεντα κέλευθα.</l><l n="11">πὰρ δʼ ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην,</l><l n="12">ἠδὲ παρʼ Ἠελίοιο πύλας καὶ δῆμον ὀνείρων</l><l n="13">ἤϊσαν· αἶψα δʼ ἵκοντο κατʼ ἀσφοδελὸν λειμῶνα,</l><l n="14">ἔνθα τε ναίουσι ψυχαί, εἴδωλα καμόντων.</l><l n="15">εὗρον δὲ ψυχὴν Πηληϊάδεω Ἀχιλῆος</l><l n="16">καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο</l><l n="17">Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε</l><l n="18">τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐδαο</l><l n="19"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν περὶ κεῖνον ὁμίλεον· ἀγχίμολον δὲ</l><l n="20">ἤλυθʼ ἔπι ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο</l><l n="21">ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσαι ἅμʼ αὐτῷ</l><l n="22">οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.</l><l n="23">τὸν προτέρη ψυχὴ προσεφώνεε Πηλεΐωνος·</l><q type="unspecified"><l n="24"><milestone unit="para" ed="P"/>Ἀτρεΐδη, περὶ μέν σʼ ἔφαμεν Διὶ τερπικεραύνῳ</l><l n="25">ἀνδρῶν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα,</l><l n="26">οὕνεκα πολλοῖσίν τε καὶ ἰφθίμοισιν ἄνασσες</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>