<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:23.326-23.342</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:23.326-23.342</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="23" type="textpart" subtype="book"><l n="326">ἠδʼ ὡς Σειρήνων ἁδινάων φθόγγον ἄκουσεν,</l><l n="327">ὥς θʼ ἵκετο Πλαγκτὰς πέτρας δεινήν τε Χάρυβδιν</l><l n="328">Σκύλλην θʼ, ἣν οὔ πώ ποτʼ ἀκήριοι ἄνδρες ἄλυξαν·</l><l n="329">ἠδʼ ὡς Ἠελίοιο βόας κατέπεφνον ἑταῖροι·</l><l n="330">ἠδʼ ὡς νῆα θοὴν ἔβαλε ψολόεντι κεραυνῷ</l><l n="331">Ζεὺς ὑψιβρεμέτης, ἀπὸ δʼ ἔφθιθεν ἐσθλοὶ ἑταῖροι</l><l n="332">πάντες ὁμῶς, αὐτὸς δὲ κακὰς ὑπὸ κῆρας ἄλυξεν·</l><l n="333">ὥς θʼ ἵκετʼ Ὠγυγίην νῆσον νύμφην τε Καλυψώ,</l><l n="334">ἣ δή μιν κατέρυκε, λιλαιομένη πόσιν εἶναι,</l><l n="335">ἐν σπέσσι γλαφυροῖσι, καὶ ἔτρεφεν ἠδὲ ἔφασκε</l><l n="336">θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·</l><l n="337">ἀλλὰ τοῦ οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν·</l><l n="338">ἠδʼ ὡς ἐς Φαίηκας ἀφίκετο πολλὰ μογήσας,</l><l n="339">οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο</l><l n="340">καὶ πέμψαν σὺν νηῒ φίλην ἐς πατρίδα γαῖαν,</l><l n="341">χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες.</l><l n="342">τοῦτʼ ἄρα δεύτατον εἶπεν ἔπος, ὅτε οἱ γλυκὺς ὕπνος</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>