<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:23.312-23.332</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:23.312-23.332</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="23" type="textpart" subtype="book"><l n="312">ἠδʼ ὅσα Κύκλωψ ἔρξε, καὶ ὡς ἀπετίσατο ποινὴν</l><l n="313">ἰφθίμων ἑτάρων, οὓς ἤσθιεν οὐδʼ ἐλέαιρεν·</l><l n="314">ἠδʼ ὡς Αἴολον ἵκεθʼ, ὅ μιν πρόφρων ὑπέδεκτο</l><l n="315">καὶ πέμπʼ, οὐδέ πω αἶσα φίλην ἐς πατρίδʼ ἱκέσθαι</l><l n="316">ἤην, ἀλλά μιν αὖτις ἀναρπάξασα θύελλα</l><l n="317">πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα·</l><l n="318">ἠδʼ ὡς Τηλέπυλον Λαιστρυγονίην ἀφίκανεν,</l><l n="319">οἳ νῆάς τʼ ὄλεσαν καὶ ἐϋκνήμιδας ἑταίρους</l><l n="320">πάντας· Ὀδυσσεὺς δʼ οἶος ὑπέκφυγε νηῒ μελαίνῃ·</l><l n="321">καὶ Κίρκης κατέλεξε δόλον πολυμηχανίην τε,</l><l n="322">ἠδʼ ὡς εἰς Ἀΐδεω δόμον ἤλυθεν εὐρώεντα,</l><l n="323">ψυχῇ χρησόμενος Θηβαίου Τειρεσίαο,</l><l n="324">νηῒ πολυκλήϊδι, καὶ εἴσιδε πάντας ἑταίρους</l><l n="325">μητέρα θʼ, ἥ μιν ἔτικτε καὶ ἔτρεφε τυτθὸν ἐόντα·</l><l n="326">ἠδʼ ὡς Σειρήνων ἁδινάων φθόγγον ἄκουσεν,</l><l n="327">ὥς θʼ ἵκετο Πλαγκτὰς πέτρας δεινήν τε Χάρυβδιν</l><l n="328">Σκύλλην θʼ, ἣν οὔ πώ ποτʼ ἀκήριοι ἄνδρες ἄλυξαν·</l><l n="329">ἠδʼ ὡς Ἠελίοιο βόας κατέπεφνον ἑταῖροι·</l><l n="330">ἠδʼ ὡς νῆα θοὴν ἔβαλε ψολόεντι κεραυνῷ</l><l n="331">Ζεὺς ὑψιβρεμέτης, ἀπὸ δʼ ἔφθιθεν ἐσθλοὶ ἑταῖροι</l><l n="332">πάντες ὁμῶς, αὐτὸς δὲ κακὰς ὑπὸ κῆρας ἄλυξεν·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>