<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:23.294-24.80</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:23.294-24.80</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="23" type="textpart" subtype="book"><l n="294">ἐρχομένοισι λέχοσδε, δάος μετὰ χερσὶν ἔχουσα·</l><l n="295">ἐς θάλαμον δʼ ἀγαγοῦσα πάλιν κίεν. οἱ μὲν ἔπειτα</l><l n="296">ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο·</l><l n="297">αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτης</l><l n="298">παῦσαν ἄρʼ ὀρχηθμοῖο πόδας, παῦσαν δὲ γυναῖκας,</l><l n="299">αὐτοὶ δʼ εὐνάζοντο κατὰ μέγαρα σκιόεντα.</l><l n="300"><milestone unit="para" ed="P"/>τὼ δʼ ἐπεὶ οὖν φιλότητος ἐταρπήτην ἐρατεινῆς,</l><l n="301">τερπέσθην μύθοισι, πρὸς ἀλλήλους ἐνέποντε,</l><l n="302">ἡ μὲν ὅσʼ ἐν μεγάροισιν ἀνέσχετο δῖα γυναικῶν,</l><l n="303">ἀνδρῶν μνηστήρων ἐσορῶσʼ ἀΐδηλον ὅμιλον,</l><l n="304">οἳ ἕθεν εἵνεκα πολλά, βόας καὶ ἴφια μῆλα,</l><l n="305">ἔσφαζον, πολλὸς δὲ πίθων ἠφύσσετο οἶνος·</l><l n="306">αὐτὰρ ὁ διογενὴς Ὀδυσεὺς ὅσα κήδεʼ ἔθηκεν</l><l n="307">ἀνθρώποις ὅσα τʼ αὐτὸς ὀϊζύσας ἐμόγησε,</l><l n="308">πάντʼ ἔλεγʼ· ἡ δʼ ἄρʼ ἐτέρπετʼ ἀκούουσʼ, οὐδέ οἱ ὕπνος</l><l n="309">πῖπτεν ἐπὶ βλεφάροισι πάρος καταλέξαι ἅπαντα.</l><milestone n="310" unit="card" ed="p"/><l n="310"><milestone unit="para" ed="P"/>ἤρξατο δʼ ὡς πρῶτον Κίκονας δάμασʼ, αὐτὰρ
                  ἔπειτα</l><l n="311">ἦλθʼ ἐς Λωτοφάγων ἀνδρῶν πίειραν ἄρουραν·</l><l n="312">ἠδʼ ὅσα Κύκλωψ ἔρξε, καὶ ὡς ἀπετίσατο ποινὴν</l><l n="313">ἰφθίμων ἑτάρων, οὓς ἤσθιεν οὐδʼ ἐλέαιρεν·</l><l n="314">ἠδʼ ὡς Αἴολον ἵκεθʼ, ὅ μιν πρόφρων ὑπέδεκτο</l><l n="315">καὶ πέμπʼ, οὐδέ πω αἶσα φίλην ἐς πατρίδʼ ἱκέσθαι</l><l n="316">ἤην, ἀλλά μιν αὖτις ἀναρπάξασα θύελλα</l><l n="317">πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα·</l><l n="318">ἠδʼ ὡς Τηλέπυλον Λαιστρυγονίην ἀφίκανεν,</l><l n="319">οἳ νῆάς τʼ ὄλεσαν καὶ ἐϋκνήμιδας ἑταίρους</l><l n="320">πάντας· Ὀδυσσεὺς δʼ οἶος ὑπέκφυγε νηῒ μελαίνῃ·</l><l n="321">καὶ Κίρκης κατέλεξε δόλον πολυμηχανίην τε,</l><l n="322">ἠδʼ ὡς εἰς Ἀΐδεω δόμον ἤλυθεν εὐρώεντα,</l><l n="323">ψυχῇ χρησόμενος Θηβαίου Τειρεσίαο,</l><l n="324">νηῒ πολυκλήϊδι, καὶ εἴσιδε πάντας ἑταίρους</l><l n="325">μητέρα θʼ, ἥ μιν ἔτικτε καὶ ἔτρεφε τυτθὸν ἐόντα·</l><l n="326">ἠδʼ ὡς Σειρήνων ἁδινάων φθόγγον ἄκουσεν,</l><l n="327">ὥς θʼ ἵκετο Πλαγκτὰς πέτρας δεινήν τε Χάρυβδιν</l><l n="328">Σκύλλην θʼ, ἣν οὔ πώ ποτʼ ἀκήριοι ἄνδρες ἄλυξαν·</l><l n="329">ἠδʼ ὡς Ἠελίοιο βόας κατέπεφνον ἑταῖροι·</l><l n="330">ἠδʼ ὡς νῆα θοὴν ἔβαλε ψολόεντι κεραυνῷ</l><l n="331">Ζεὺς ὑψιβρεμέτης, ἀπὸ δʼ ἔφθιθεν ἐσθλοὶ ἑταῖροι</l><l n="332">πάντες ὁμῶς, αὐτὸς δὲ κακὰς ὑπὸ κῆρας ἄλυξεν·</l><l n="333">ὥς θʼ ἵκετʼ Ὠγυγίην νῆσον νύμφην τε Καλυψώ,</l><l n="334">ἣ δή μιν κατέρυκε, λιλαιομένη πόσιν εἶναι,</l><l n="335">ἐν σπέσσι γλαφυροῖσι, καὶ ἔτρεφεν ἠδὲ ἔφασκε</l><l n="336">θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·</l><l n="337">ἀλλὰ τοῦ οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν·</l><l n="338">ἠδʼ ὡς ἐς Φαίηκας ἀφίκετο πολλὰ μογήσας,</l><l n="339">οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο</l><l n="340">καὶ πέμψαν σὺν νηῒ φίλην ἐς πατρίδα γαῖαν,</l><l n="341">χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες.</l><l n="342">τοῦτʼ ἄρα δεύτατον εἶπεν ἔπος, ὅτε οἱ γλυκὺς ὕπνος</l><l n="343">λυσιμελὴς ἐπόρουσε, λύων μελεδήματα θυμοῦ.</l><milestone n="344" unit="card" ed="p"/><l n="344"><milestone unit="para" ed="P"/>ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·</l><l n="345">ὁππότε δή ῥʼ Ὀδυσῆα ἐέλπετο ὃν κατὰ θυμὸν</l><l n="346">εὐνῆς ἧς ἀλόχου ταρπήμεναι ἠδὲ καὶ ὕπνου,</l><l n="347">αὐτίκʼ ἀπʼ Ὠκεανοῦ χρυσόθρονον ἠριγένειαν</l><l n="348">ὦρσεν, ἵνʼ ἀνθρώποισι φόως φέροι· ὦρτο δʼ Ὀδυσσεὺς</l><l n="349">εὐνῆς ἐκ μαλακῆς, ἀλόχῳ δʼ ἐπὶ μῦθον ἔτελλεν·</l><q type="unspecified"><l n="350"><milestone unit="para" ed="P"/>ὦ γύναι, ἤδη μὲν πολέων κεκορήμεθʼ ἀέθλων</l><l n="351">ἀμφοτέρω, σὺ μὲν ἐνθάδʼ ἐμὸν πολυκηδέα νόστον</l><l n="352">κλαίουσʼ. αὐτὰρ ἐμὲ Ζεὺς ἄλγεσι καὶ θεοὶ ἄλλοι</l><l n="353">ἱέμενον πεδάασκον ἐμῆς ἀπὸ πατρίδος αἴης·</l><l n="354">νῦν δʼ ἐπεὶ ἀμφοτέρω πολυήρατον ἱκόμεθʼ εὐνήν,</l><l n="355">κτήματα μὲν τά μοι ἔστι, κομιζέμεν ἐν μεγάροισι,</l><l n="356">μῆλα δʼ ἅ μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν,</l><l n="357">πολλὰ μὲν αὐτὸς ἐγὼ ληΐσσομαι, ἄλλα δʼ Ἀχαιοὶ</l><l n="358">δώσουσʼ, εἰς ὅ κε πάντας ἐνιπλήσωσιν ἐπαύλους.</l><l n="359">ἀλλʼ ἦ τοι μὲν ἐγὼ πολυδένδρεον ἀγρὸν ἔπειμι,</l><l n="360">ὀψόμενος πατέρʼ ἐσθλόν, ὅ μοι πυκινῶς ἀκάχηται·</l><l n="361">σοὶ δέ, γύναι, τάδʼ ἐπιτέλλω, πινυτῇ περ ἐούσῃ·</l><l n="362">αὐτίκα γὰρ φάτις εἶσιν ἅμʼ ἠελίῳ ἀνιόντι</l><l n="363">ἀνδρῶν μνηστήρων, οὓς ἔκτανον ἐν μεγάροισιν·</l><l n="364">εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν</l><l n="365">ἧσθαι, μηδέ τινα προτιόσσεο μηδʼ ἐρέεινε.</l></q><l n="366"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἐδύσετο τεύχεα καλά,</l><l n="367">ὦρσε δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην,</l><l n="368">πάντας δʼ ἔντεʼ ἄνωγεν ἀρήϊα χερσὶν ἑλέσθαι.</l><l n="369">οἱ δέ οἱ οὐκ ἀπίθησαν, ἐθωρήσσοντο δὲ χαλκῷ,</l><l n="370">ὤϊξαν δὲ θύρας, ἐκ δʼ ἤϊον· ἦρχε δʼ Ὀδυσσεύς.</l><l n="371">ἤδη μὲν φάος ἦεν ἐπὶ χθόνα, τοὺς δʼ ἄρʼ Ἀθήνη</l><l n="372">νυκτὶ κατακρύψασα θοῶς ἐξῆγε πόληος.</l></div><div n="24" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο</l><l n="2">ἀνδρῶν μνηστήρων· ἔχε δὲ ῥάβδον μετὰ χερσὶν</l><l n="3">καλὴν χρυσείην, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει</l><l n="4">ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει·</l><l n="5">τῇ ῥʼ ἄγε κινήσας, ταὶ δὲ τρίζουσαι ἕποντο.</l><l n="6">ὡς δʼ ὅτε νυκτερίδες μυχῷ ἄντρου θεσπεσίοιο</l><l n="7">τρίζουσαι ποτέονται, ἐπεί κέ τις ἀποπέσῃσιν</l><l n="8">ὁρμαθοῦ ἐκ πέτρης, ἀνά τʼ ἀλλήλῃσιν ἔχονται,</l><l n="9">ὣς αἱ τετριγυῖαι ἅμʼ ἤϊσαν· ἦρχε δʼ ἄρα σφιν</l><l n="10">Ἑρμείας ἀκάκητα κατʼ εὐρώεντα κέλευθα.</l><l n="11">πὰρ δʼ ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην,</l><l n="12">ἠδὲ παρʼ Ἠελίοιο πύλας καὶ δῆμον ὀνείρων</l><l n="13">ἤϊσαν· αἶψα δʼ ἵκοντο κατʼ ἀσφοδελὸν λειμῶνα,</l><l n="14">ἔνθα τε ναίουσι ψυχαί, εἴδωλα καμόντων.</l><l n="15">εὗρον δὲ ψυχὴν Πηληϊάδεω Ἀχιλῆος</l><l n="16">καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο</l><l n="17">Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε</l><l n="18">τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐδαο</l><l n="19"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν περὶ κεῖνον ὁμίλεον· ἀγχίμολον δὲ</l><l n="20">ἤλυθʼ ἔπι ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο</l><l n="21">ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσαι ἅμʼ αὐτῷ</l><l n="22">οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.</l><l n="23">τὸν προτέρη ψυχὴ προσεφώνεε Πηλεΐωνος·</l><q type="unspecified"><l n="24"><milestone unit="para" ed="P"/>Ἀτρεΐδη, περὶ μέν σʼ ἔφαμεν Διὶ τερπικεραύνῳ</l><l n="25">ἀνδρῶν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα,</l><l n="26">οὕνεκα πολλοῖσίν τε καὶ ἰφθίμοισιν ἄνασσες</l><l n="27">δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί.</l><l n="28">ἦ τʼ ἄρα καὶ σοὶ πρῶϊ παραστήσεσθαι ἔμελλεν</l><l n="29">μοῖρʼ ὀλοή, τὴν οὔ τις ἀλεύεται ὅς κε γένηται.</l><l n="30">ὡς ὄφελες τιμῆς ἀπονήμενος, ἧς περ ἄνασσες,</l><l n="31">δήμῳ ἔνι Τρώων θάνατον καὶ πότμον ἐπισπεῖν·</l><l n="32">τῷ κέν τοι τύμβον μὲν ἐποίησαν Παναχαιοί,</l><l n="33">ἠδέ κε καὶ σῷ παιδὶ μέγα κλέος ἤραʼ ὀπίσσω·</l><l n="34">νῦν δʼ ἄρα σʼ οἰκτίστῳ θανάτῳ εἵμαρτο ἁλῶναι.</l></q><milestone n="35" unit="card" ed="p"/><l n="35">τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρείδαο·</l><q type="unspecified"><l n="36">ὄλβιε Πηλέος υἱέ, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,</l><l n="37">ὃς θάνες ἐν Τροίῃ ἑκὰς Ἄργεος· ἀμφὶ δέ σʼ ἄλλοι</l><l n="38">κτείνοντο Τρώων καὶ Ἀχαιῶν υἷες ἄριστοι,</l><l n="39">μαρνάμενοι περὶ σεῖο· σὺ δʼ ἐν στροφάλιγγι κονίης</l><l n="40">κεῖσο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.</l><l n="41">ἡμεῖς δὲ πρόπαν ἦμαρ ἐμαρνάμεθʼ· οὐδέ κε πάμπαν</l><l n="42">παυσάμεθα πτολέμου, εἰ μὴ Ζεὺς λαίλαπι παῦσεν.</l><l n="43">αὐτὰρ ἐπεί σʼ ἐπὶ νῆας ἐνείκαμεν ἐκ πολέμοιο,</l><l n="44">κάτθεμεν ἐν λεχέεσσι, καθήραντες χρόα καλὸν</l><l n="45">ὕδατί τε λιαρῷ καὶ ἀλείφατι· πολλὰ δέ σʼ ἀμφὶ</l><l n="46">δάκρυα θερμὰ χέον Δαναοὶ κείροντό τε χαίτας.</l><l n="47">μήτηρ δʼ ἐξ ἁλὸς ἦλθε σὺν ἀθανάτῃς ἁλίῃσιν</l><l n="48">ἀγγελίης ἀΐουσα· βοὴ δʼ ἐπὶ πόντον ὀρώρει</l><l n="49">θεσπεσίη, ὑπὸ δὲ τρόμος ἔλλαβε πάντας Ἀχαιούς·</l><l n="50">καί νύ κʼ ἀναΐξαντες ἔβαν κοίλας ἐπὶ νῆας,</l><l n="51">εἰ μὴ ἀνὴρ κατέρυκε παλαιά τε πολλά τε εἰδώς,</l><l n="52">Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·</l><l n="53">ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q type="unspecified"><l n="54"><milestone unit="para" ed="P"/>ἴσχεσθʼ, Ἀργεῖοι, μὴ φεύγετε, κοῦροι
                        Ἀχαιῶν·</l><l n="55">μήτηρ ἐξ ἁλὸς ἥδε σὺν ἀθανάτῃς ἁλίῃσιν</l><l n="56">ἔρχεται, οὗ παιδὸς τεθνηότος ἀντιόωσα.</l></q><l n="57"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἔσχοντο φόβου μεγάθυμοι
                     Ἀχαιοί·</l><l n="58">ἀμφὶ δέ σʼ ἔστησαν κοῦραι ἁλίοιο γέροντος</l><l n="59">οἴκτρʼ ὀλοφυρόμεναι, περὶ δʼ ἄμβροτα εἵματα ἕσσαν.</l><l n="60">Μοῦσαι δʼ ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ</l><l n="61">θρήνεον· ἔνθα κεν οὔ τινʼ ἀδάκρυτόν γʼ ἐνόησας</l><l n="62">Ἀργείων· τοῖον γὰρ ὑπώρορε Μοῦσα λίγεια.</l><l n="63">ἑπτὰ δὲ καὶ δέκα μέν σε ὁμῶς νύκτας τε καὶ ἦμαρ</l><l n="64">κλαίομεν ἀθάνατοί τε θεοὶ θνητοί τʼ ἄνθρωποι·</l><l n="65">ὀκτωκαιδεκάτῃ δʼ ἔδομεν πυρί, πολλὰ δέ σʼ ἀμφὶ</l><l n="66">μῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς.</l><l n="67">καίεο δʼ ἔν τʼ ἐσθῆτι θεῶν καὶ ἀλείφατι πολλῷ</l><l n="68">καὶ μέλιτι γλυκερῷ· πολλοὶ δʼ ἥρωες Ἀχαιοὶ</l><l n="69">τεύχεσιν ἐρρώσαντο πυρὴν πέρι καιομένοιο,</l><l n="70">πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει</l><l n="71">αὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο,</l><l n="72">ἠῶθεν δή τοι λέγομεν λεύκʼ ὀστέʼ, Ἀχιλλεῦ,</l><l n="73">οἴνῳ ἐν ἀκρήτῳ καὶ ἀλείφατι· δῶκε δὲ μήτηρ</l><l n="74">χρύσεον ἀμφιφορῆα· Διωνύσοιο δὲ δῶρον</l><l n="75">φάσκʼ ἔμεναι, ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο.</l><l n="76">ἐν τῷ τοι κεῖται λεύκʼ ὀστέα, φαίδιμʼ Ἀχιλλεῦ,</l><l n="77">μίγδα δὲ Πατρόκλοιο Μενοιτιάδαο θανόντος,</l><l n="78">χωρὶς δʼ Ἀντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντων</l><l n="79">τῶν ἄλλων ἑτάρων, μετὰ Πάτροκλόν γε θανόντα.</l><l n="80">ἀμφʼ αὐτοῖσι δʼ ἔπειτα μέγαν καὶ ἀμύμονα τύμβον</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>