<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:23.291-23.338</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:23.291-23.338</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="23" type="textpart" subtype="book"><l n="291">αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,</l><l n="292">γρηῢς μὲν κείουσα πάλιν οἶκόνδε βεβήκει,</l><l n="293">τοῖσιν δʼ Εὐρυνόμη θαλαμηπόλος ἡγεμόνευεν</l><l n="294">ἐρχομένοισι λέχοσδε, δάος μετὰ χερσὶν ἔχουσα·</l><l n="295">ἐς θάλαμον δʼ ἀγαγοῦσα πάλιν κίεν. οἱ μὲν ἔπειτα</l><l n="296">ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο·</l><l n="297">αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτης</l><l n="298">παῦσαν ἄρʼ ὀρχηθμοῖο πόδας, παῦσαν δὲ γυναῖκας,</l><l n="299">αὐτοὶ δʼ εὐνάζοντο κατὰ μέγαρα σκιόεντα.</l><l n="300"><milestone unit="para" ed="P"/>τὼ δʼ ἐπεὶ οὖν φιλότητος ἐταρπήτην ἐρατεινῆς,</l><l n="301">τερπέσθην μύθοισι, πρὸς ἀλλήλους ἐνέποντε,</l><l n="302">ἡ μὲν ὅσʼ ἐν μεγάροισιν ἀνέσχετο δῖα γυναικῶν,</l><l n="303">ἀνδρῶν μνηστήρων ἐσορῶσʼ ἀΐδηλον ὅμιλον,</l><l n="304">οἳ ἕθεν εἵνεκα πολλά, βόας καὶ ἴφια μῆλα,</l><l n="305">ἔσφαζον, πολλὸς δὲ πίθων ἠφύσσετο οἶνος·</l><l n="306">αὐτὰρ ὁ διογενὴς Ὀδυσεὺς ὅσα κήδεʼ ἔθηκεν</l><l n="307">ἀνθρώποις ὅσα τʼ αὐτὸς ὀϊζύσας ἐμόγησε,</l><l n="308">πάντʼ ἔλεγʼ· ἡ δʼ ἄρʼ ἐτέρπετʼ ἀκούουσʼ, οὐδέ οἱ ὕπνος</l><l n="309">πῖπτεν ἐπὶ βλεφάροισι πάρος καταλέξαι ἅπαντα.</l><milestone n="310" unit="card" ed="p"/><l n="310"><milestone unit="para" ed="P"/>ἤρξατο δʼ ὡς πρῶτον Κίκονας δάμασʼ, αὐτὰρ
                  ἔπειτα</l><l n="311">ἦλθʼ ἐς Λωτοφάγων ἀνδρῶν πίειραν ἄρουραν·</l><l n="312">ἠδʼ ὅσα Κύκλωψ ἔρξε, καὶ ὡς ἀπετίσατο ποινὴν</l><l n="313">ἰφθίμων ἑτάρων, οὓς ἤσθιεν οὐδʼ ἐλέαιρεν·</l><l n="314">ἠδʼ ὡς Αἴολον ἵκεθʼ, ὅ μιν πρόφρων ὑπέδεκτο</l><l n="315">καὶ πέμπʼ, οὐδέ πω αἶσα φίλην ἐς πατρίδʼ ἱκέσθαι</l><l n="316">ἤην, ἀλλά μιν αὖτις ἀναρπάξασα θύελλα</l><l n="317">πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα·</l><l n="318">ἠδʼ ὡς Τηλέπυλον Λαιστρυγονίην ἀφίκανεν,</l><l n="319">οἳ νῆάς τʼ ὄλεσαν καὶ ἐϋκνήμιδας ἑταίρους</l><l n="320">πάντας· Ὀδυσσεὺς δʼ οἶος ὑπέκφυγε νηῒ μελαίνῃ·</l><l n="321">καὶ Κίρκης κατέλεξε δόλον πολυμηχανίην τε,</l><l n="322">ἠδʼ ὡς εἰς Ἀΐδεω δόμον ἤλυθεν εὐρώεντα,</l><l n="323">ψυχῇ χρησόμενος Θηβαίου Τειρεσίαο,</l><l n="324">νηῒ πολυκλήϊδι, καὶ εἴσιδε πάντας ἑταίρους</l><l n="325">μητέρα θʼ, ἥ μιν ἔτικτε καὶ ἔτρεφε τυτθὸν ἐόντα·</l><l n="326">ἠδʼ ὡς Σειρήνων ἁδινάων φθόγγον ἄκουσεν,</l><l n="327">ὥς θʼ ἵκετο Πλαγκτὰς πέτρας δεινήν τε Χάρυβδιν</l><l n="328">Σκύλλην θʼ, ἣν οὔ πώ ποτʼ ἀκήριοι ἄνδρες ἄλυξαν·</l><l n="329">ἠδʼ ὡς Ἠελίοιο βόας κατέπεφνον ἑταῖροι·</l><l n="330">ἠδʼ ὡς νῆα θοὴν ἔβαλε ψολόεντι κεραυνῷ</l><l n="331">Ζεὺς ὑψιβρεμέτης, ἀπὸ δʼ ἔφθιθεν ἐσθλοὶ ἑταῖροι</l><l n="332">πάντες ὁμῶς, αὐτὸς δὲ κακὰς ὑπὸ κῆρας ἄλυξεν·</l><l n="333">ὥς θʼ ἵκετʼ Ὠγυγίην νῆσον νύμφην τε Καλυψώ,</l><l n="334">ἣ δή μιν κατέρυκε, λιλαιομένη πόσιν εἶναι,</l><l n="335">ἐν σπέσσι γλαφυροῖσι, καὶ ἔτρεφεν ἠδὲ ἔφασκε</l><l n="336">θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·</l><l n="337">ἀλλὰ τοῦ οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν·</l><l n="338">ἠδʼ ὡς ἐς Φαίηκας ἀφίκετο πολλὰ μογήσας,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>