<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:23.260-23.315</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:23.260-23.315</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="23" type="textpart" subtype="book"><q type="unspecified"><l n="260">ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,</l><l n="261">εἴπʼ ἄγε μοι τὸν ἄεθλον, ἐπεὶ καὶ ὄπισθεν, ὀΐω,</l><l n="262">πεύσομαι, αὐτίκα δʼ ἐστὶ δαήμεναι οὔ τι χέρειον.</l></q><milestone n="263" unit="card" ed="p"/><l n="263"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="264">δαιμονίη, τί τʼ ἄρʼ αὖ με μάλʼ ὀτρύνουσα κελεύεις</l><l n="265">εἰπέμεν; αὐτὰρ ἐγὼ μυθήσομαι οὐδʼ ἐπικεύσω.</l><l n="266">οὐ μέν τοι θυμὸς κεχαρήσεται· οὐδὲ γὰρ αὐτὸς</l><l n="267">χαίρω, ἐπεὶ μάλα πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἄνωγεν</l><l n="268">ἐλθεῖν, ἐν χείρεσσιν ἔχοντʼ εὐῆρες ἐρετμόν,</l><l n="269">εἰς ὅ κε τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι θάλασσαν</l><l n="270">ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·</l><l n="271">οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους,</l><l n="272">οὐδʼ εὐήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.</l><l n="273">σῆμα δέ μοι τόδʼ ἔειπεν ἀριφραδές, οὐδέ σε κεύσω·</l><l n="274">ὁππότε κεν δή μοι ξυμβλήμενος ἄλλος ὁδίτης</l><l n="275">φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,</l><l n="276">καὶ τότε μʼ ἐν γαίῃ πήξαντʼ ἐκέλευεν ἐρετμόν,</l><l n="277">ἔρξανθʼ ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,</l><l n="278">ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον,</l><l n="279">οἴκαδʼ ἀποστείχειν, ἔρδειν θʼ ἱερὰς ἑκατόμβας</l><l n="280">ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,</l><l n="281">πᾶσι μάλʼ ἑξείης· θάνατος δέ μοι ἐξ ἁλὸς αὐτῷ</l><l n="282">ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ με πέφνῃ</l><l n="283">γήρα’ ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ</l><l n="284">ὄλβιοι ἔσσονται· τὰ δέ μοι φάτο πάντα τελεῖσθαι.</l></q><l n="285">τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="286">εἰ μὲν δὴ γῆράς γε θεοὶ τελέουσιν ἄρειον,</l><l n="287">ἐλπωρή τοι ἔπειτα κακῶν ὑπάλυξιν ἔσεσθαι.</l></q><l n="288"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·</l><l n="289">τόφρα δʼ ἄρʼ Εὐρυνόμη τε ἰδὲ τροφὸς ἔντυον εὐνὴν</l><l n="290">ἐσθῆτος μαλακῆς, δαΐδων ὕπο λαμπομενάων.</l><l n="291">αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,</l><l n="292">γρηῢς μὲν κείουσα πάλιν οἶκόνδε βεβήκει,</l><l n="293">τοῖσιν δʼ Εὐρυνόμη θαλαμηπόλος ἡγεμόνευεν</l><l n="294">ἐρχομένοισι λέχοσδε, δάος μετὰ χερσὶν ἔχουσα·</l><l n="295">ἐς θάλαμον δʼ ἀγαγοῦσα πάλιν κίεν. οἱ μὲν ἔπειτα</l><l n="296">ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο·</l><l n="297">αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτης</l><l n="298">παῦσαν ἄρʼ ὀρχηθμοῖο πόδας, παῦσαν δὲ γυναῖκας,</l><l n="299">αὐτοὶ δʼ εὐνάζοντο κατὰ μέγαρα σκιόεντα.</l><l n="300"><milestone unit="para" ed="P"/>τὼ δʼ ἐπεὶ οὖν φιλότητος ἐταρπήτην ἐρατεινῆς,</l><l n="301">τερπέσθην μύθοισι, πρὸς ἀλλήλους ἐνέποντε,</l><l n="302">ἡ μὲν ὅσʼ ἐν μεγάροισιν ἀνέσχετο δῖα γυναικῶν,</l><l n="303">ἀνδρῶν μνηστήρων ἐσορῶσʼ ἀΐδηλον ὅμιλον,</l><l n="304">οἳ ἕθεν εἵνεκα πολλά, βόας καὶ ἴφια μῆλα,</l><l n="305">ἔσφαζον, πολλὸς δὲ πίθων ἠφύσσετο οἶνος·</l><l n="306">αὐτὰρ ὁ διογενὴς Ὀδυσεὺς ὅσα κήδεʼ ἔθηκεν</l><l n="307">ἀνθρώποις ὅσα τʼ αὐτὸς ὀϊζύσας ἐμόγησε,</l><l n="308">πάντʼ ἔλεγʼ· ἡ δʼ ἄρʼ ἐτέρπετʼ ἀκούουσʼ, οὐδέ οἱ ὕπνος</l><l n="309">πῖπτεν ἐπὶ βλεφάροισι πάρος καταλέξαι ἅπαντα.</l><milestone n="310" unit="card" ed="p"/><l n="310"><milestone unit="para" ed="P"/>ἤρξατο δʼ ὡς πρῶτον Κίκονας δάμασʼ, αὐτὰρ
                  ἔπειτα</l><l n="311">ἦλθʼ ἐς Λωτοφάγων ἀνδρῶν πίειραν ἄρουραν·</l><l n="312">ἠδʼ ὅσα Κύκλωψ ἔρξε, καὶ ὡς ἀπετίσατο ποινὴν</l><l n="313">ἰφθίμων ἑτάρων, οὓς ἤσθιεν οὐδʼ ἐλέαιρεν·</l><l n="314">ἠδʼ ὡς Αἴολον ἵκεθʼ, ὅ μιν πρόφρων ὑπέδεκτο</l><l n="315">καὶ πέμπʼ, οὐδέ πω αἶσα φίλην ἐς πατρίδʼ ἱκέσθαι</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>