<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:23.243-23.290</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:23.243-23.290</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="23" type="textpart" subtype="book"><l n="243">νύκτα μὲν ἐν περάτῃ δολιχὴν σχέθεν, Ἠῶ δʼ αὖτε</l><l n="244">ῥύσατʼ ἐπʼ Ὠκεανῷ χρυσόθρονον, οὐδʼ ἔα ἵππους</l><l n="245">ζεύγνυσθʼ ὠκύποδας, φάος ἀνθρώποισι φέροντας,</l><l n="246">Λάμπον καὶ Φαέθονθʼ, οἵ τʼ Ἠῶ πῶλοι ἄγουσι.</l><l n="247"><milestone unit="para" ed="P"/>καὶ τότʼ ἄρʼ ἣν ἄλοχον προσέφη πολύμητις
                  Ὀδυσσεύς</l><q type="unspecified"><l n="248">ὦ γύναι, οὐ γάρ πω πάντων ἐπὶ πείρατʼ ἀέθλων</l><l n="249">ἤλθομεν, ἀλλʼ ἔτʼ ὄπισθεν ἀμέτρητος πόνος ἔσται,</l><l n="250">πολλὸς καὶ χαλεπός, τὸν ἐμὲ χρὴ πάντα τελέσσαι.</l><l n="251">ὣς γάρ μοι ψυχὴ μαντεύσατο Τειρεσίαο</l><l n="252">ἤματι τῷ ὅτε δὴ κατέβην δόμον Ἄϊδος εἴσω,</l><l n="253">νόστον ἑταίροισιν διζήμενος ἠδʼ ἐμοὶ αὐτῷ.</l><l n="254">ἀλλʼ ἔρχευ, λέκτρονδʼ ἴομεν, γύναι, ὄφρα καὶ ἤδη</l><l n="255">ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντε.</l></q><l n="256"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="257">εὐνὴ μὲν δή σοί γε τότʼ ἔσσεται ὁππότε θυμῷ</l><l n="258">σῷ ἐθέλῃς, ἐπεὶ ἄρ σε θεοὶ ποίησαν ἱκέσθαι</l><l n="259">οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν·</l><l n="260">ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,</l><l n="261">εἴπʼ ἄγε μοι τὸν ἄεθλον, ἐπεὶ καὶ ὄπισθεν, ὀΐω,</l><l n="262">πεύσομαι, αὐτίκα δʼ ἐστὶ δαήμεναι οὔ τι χέρειον.</l></q><milestone n="263" unit="card" ed="p"/><l n="263"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="264">δαιμονίη, τί τʼ ἄρʼ αὖ με μάλʼ ὀτρύνουσα κελεύεις</l><l n="265">εἰπέμεν; αὐτὰρ ἐγὼ μυθήσομαι οὐδʼ ἐπικεύσω.</l><l n="266">οὐ μέν τοι θυμὸς κεχαρήσεται· οὐδὲ γὰρ αὐτὸς</l><l n="267">χαίρω, ἐπεὶ μάλα πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἄνωγεν</l><l n="268">ἐλθεῖν, ἐν χείρεσσιν ἔχοντʼ εὐῆρες ἐρετμόν,</l><l n="269">εἰς ὅ κε τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι θάλασσαν</l><l n="270">ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·</l><l n="271">οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους,</l><l n="272">οὐδʼ εὐήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.</l><l n="273">σῆμα δέ μοι τόδʼ ἔειπεν ἀριφραδές, οὐδέ σε κεύσω·</l><l n="274">ὁππότε κεν δή μοι ξυμβλήμενος ἄλλος ὁδίτης</l><l n="275">φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,</l><l n="276">καὶ τότε μʼ ἐν γαίῃ πήξαντʼ ἐκέλευεν ἐρετμόν,</l><l n="277">ἔρξανθʼ ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,</l><l n="278">ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον,</l><l n="279">οἴκαδʼ ἀποστείχειν, ἔρδειν θʼ ἱερὰς ἑκατόμβας</l><l n="280">ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,</l><l n="281">πᾶσι μάλʼ ἑξείης· θάνατος δέ μοι ἐξ ἁλὸς αὐτῷ</l><l n="282">ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ με πέφνῃ</l><l n="283">γήρα’ ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ</l><l n="284">ὄλβιοι ἔσσονται· τὰ δέ μοι φάτο πάντα τελεῖσθαι.</l></q><l n="285">τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="286">εἰ μὲν δὴ γῆράς γε θεοὶ τελέουσιν ἄρειον,</l><l n="287">ἐλπωρή τοι ἔπειτα κακῶν ὑπάλυξιν ἔσεσθαι.</l></q><l n="288"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·</l><l n="289">τόφρα δʼ ἄρʼ Εὐρυνόμη τε ἰδὲ τροφὸς ἔντυον εὐνὴν</l><l n="290">ἐσθῆτος μαλακῆς, δαΐδων ὕπο λαμπομενάων.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>