<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:23.232-23.245</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:23.232-23.245</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="23" type="textpart" subtype="book"><l n="232">κλαῖε δʼ ἔχων ἄλοχον θυμαρέα, κεδνὰ ἰδυῖαν.</l><l n="233">ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος γῆ νηχομένοισι φανήῃ,</l><l n="234">ὧν τε Ποσειδάων εὐεργέα νῆʼ ἐνὶ πόντῳ</l><l n="235">ῥαίσῃ, ἐπειγομένην ἀνέμῳ καὶ κύματι πηγῷ·</l><l n="236">παῦροι δʼ ἐξέφυγον πολιῆς ἁλὸς ἤπειρόνδε</l><l n="237">νηχόμενοι, πολλὴ δὲ περὶ χροῒ τέτροφεν ἅλμη,</l><l n="238">ἀσπάσιοι δʼ ἐπέβαν γαίης, κακότητα φυγόντες·</l><l n="239">ὣς ἄρα τῇ ἀσπαστὸς ἔην πόσις εἰσοροώσῃ,</l><l n="240">δειρῆς δʼ οὔ πω πάμπαν ἀφίετο πήχεε λευκώ.</l><l n="241">καί νύ κʼ ὀδυρομένοισι φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="242">εἰ μὴ ἄρʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη.</l><l n="243">νύκτα μὲν ἐν περάτῃ δολιχὴν σχέθεν, Ἠῶ δʼ αὖτε</l><l n="244">ῥύσατʼ ἐπʼ Ὠκεανῷ χρυσόθρονον, οὐδʼ ἔα ἵππους</l><l n="245">ζεύγνυσθʼ ὠκύποδας, φάος ἀνθρώποισι φέροντας,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>