<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:23.221-23.255</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:23.221-23.255</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="23" type="textpart" subtype="book"><q type="unspecified"><l n="221">ἀξέμεναι οἶκόνδε φίλην ἐς πατρίδʼ ἔμελλον.</l><l n="222">τὴν δʼ ἦ τοι ῥέξαι θεὸς ὤρορεν ἔργον ἀεικές·</l><l n="223">τὴν δʼ ἄτην οὐ πρόσθεν ἑῷ ἐγκάτθετο θυμῷ</l><l n="224">λυγρήν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος.</l><l n="225">νῦν δʼ, ἐπεὶ ἤδη σήματʼ ἀριφραδέα κατέλεξας</l><l n="226">εὐνῆς ἡμετέρης, ἣν οὐ βροτὸς ἄλλος ὀπώπει,</l><l n="227">ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε καὶ ἀμφίπολος μία μούνη,</l><l n="228">Ἀκτορίς, ἥν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,</l><l n="229">ἣ νῶϊν εἴρυτο θύρας πυκινοῦ θαλάμοιο,</l><l n="230">πείθεις δή μευ θυμόν, ἀπηνέα περ μάλʼ ἐόντα.</l></q><milestone n="231" unit="card" ed="p"/><l n="231"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε
                  γόοιο·</l><l n="232">κλαῖε δʼ ἔχων ἄλοχον θυμαρέα, κεδνὰ ἰδυῖαν.</l><l n="233">ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος γῆ νηχομένοισι φανήῃ,</l><l n="234">ὧν τε Ποσειδάων εὐεργέα νῆʼ ἐνὶ πόντῳ</l><l n="235">ῥαίσῃ, ἐπειγομένην ἀνέμῳ καὶ κύματι πηγῷ·</l><l n="236">παῦροι δʼ ἐξέφυγον πολιῆς ἁλὸς ἤπειρόνδε</l><l n="237">νηχόμενοι, πολλὴ δὲ περὶ χροῒ τέτροφεν ἅλμη,</l><l n="238">ἀσπάσιοι δʼ ἐπέβαν γαίης, κακότητα φυγόντες·</l><l n="239">ὣς ἄρα τῇ ἀσπαστὸς ἔην πόσις εἰσοροώσῃ,</l><l n="240">δειρῆς δʼ οὔ πω πάμπαν ἀφίετο πήχεε λευκώ.</l><l n="241">καί νύ κʼ ὀδυρομένοισι φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="242">εἰ μὴ ἄρʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη.</l><l n="243">νύκτα μὲν ἐν περάτῃ δολιχὴν σχέθεν, Ἠῶ δʼ αὖτε</l><l n="244">ῥύσατʼ ἐπʼ Ὠκεανῷ χρυσόθρονον, οὐδʼ ἔα ἵππους</l><l n="245">ζεύγνυσθʼ ὠκύποδας, φάος ἀνθρώποισι φέροντας,</l><l n="246">Λάμπον καὶ Φαέθονθʼ, οἵ τʼ Ἠῶ πῶλοι ἄγουσι.</l><l n="247"><milestone unit="para" ed="P"/>καὶ τότʼ ἄρʼ ἣν ἄλοχον προσέφη πολύμητις
                  Ὀδυσσεύς</l><q type="unspecified"><l n="248">ὦ γύναι, οὐ γάρ πω πάντων ἐπὶ πείρατʼ ἀέθλων</l><l n="249">ἤλθομεν, ἀλλʼ ἔτʼ ὄπισθεν ἀμέτρητος πόνος ἔσται,</l><l n="250">πολλὸς καὶ χαλεπός, τὸν ἐμὲ χρὴ πάντα τελέσσαι.</l><l n="251">ὣς γάρ μοι ψυχὴ μαντεύσατο Τειρεσίαο</l><l n="252">ἤματι τῷ ὅτε δὴ κατέβην δόμον Ἄϊδος εἴσω,</l><l n="253">νόστον ἑταίροισιν διζήμενος ἠδʼ ἐμοὶ αὐτῷ.</l><l n="254">ἀλλʼ ἔρχευ, λέκτρονδʼ ἴομεν, γύναι, ὄφρα καὶ ἤδη</l><l n="255">ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντε.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>