<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:23.183-23.200</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:23.183-23.200</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="23" type="textpart" subtype="book"><q type="unspecified"><l n="183"><milestone unit="para" ed="P"/>ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες·</l><l n="184">τίς δέ μοι ἄλλοσε θῆκε λέχος; χαλεπὸν δέ κεν εἴη</l><l n="185">καὶ μάλʼ ἐπισταμένῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν</l><l n="186">ῥηϊδίως ἐθέλων θείη ἄλλῃ ἐνὶ χώρῃ.</l><l n="187">ἀνδρῶν δʼ οὔ κέν τις ζωὸς βροτός, οὐδὲ μάλʼ ἡβῶν,</l><l n="188">ῥεῖα μετοχλίσσειεν, ἐπεὶ μέγα σῆμα τέτυκται</l><l n="189">ἐν λέχει ἀσκητῷ· τὸ δʼ ἐγὼ κάμον οὐδέ τις ἄλλος.</l><l n="190">θάμνος ἔφυ τανύφυλλος ἐλαίης ἕρκεος ἐντός,</l><l n="191">ἀκμηνὸς θαλέθων· πάχετος δʼ ἦν ἠΰτε κίων.</l><l n="192">τῷ δʼ ἐγὼ ἀμφιβαλὼν θάλαμον δέμον, ὄφρʼ ἐτέλεσσα,</l><l n="193">πυκνῇσιν λιθάδεσσι, καὶ εὖ καθύπερθεν ἔρεψα,</l><l n="194">κολλητὰς δʼ ἐπέθηκα θύρας, πυκινῶς ἀραρυίας.</l><l n="195">καὶ τότʼ ἔπειτʼ ἀπέκοψα κόμην τανυφύλλου ἐλαίης,</l><l n="196">κορμὸν δʼ ἐκ ῥίζης προταμὼν ἀμφέξεσα χαλκῷ</l><l n="197">εὖ καὶ ἐπισταμένως, καὶ ἐπὶ στάθμην ἴθυνα,</l><l n="198">ἑρμῖνʼ ἀσκήσας, τέτρηνα δὲ πάντα τερέτρῳ.</l><l n="199">ἐκ δὲ τοῦ ἀρχόμενος λέχος ἔξεον, ὄφρʼ ἐτέλεσσα,</l><l n="200">δαιδάλλων χρυσῷ τε καὶ ἀργύρῳ ἠδʼ ἐλέφαντι·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>