<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:23.168-23.215</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:23.168-23.215</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="23" type="textpart" subtype="book"><q type="unspecified"><l n="168">οὐ μέν κʼ ἄλλη γʼ ὧδε γυνὴ τετληότι θυμῷ</l><l n="169">ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας</l><l n="170">ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.</l><l n="171">ἀλλʼ ἄγε μοι, μαῖα, στόρεσον λέχος, ὄφρα καὶ αὐτὸς</l><l n="172">λέξομαι· ἦ γὰρ τῇ γε σιδήρεον ἐν φρεσὶ ἦτορ.</l></q><l n="173"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="174">δαιμόνιʼ, οὔτʼ ἄρ τι μεγαλίζομαι οὔτʼ ἀθερίζω</l><l n="175">οὔτε λίην ἄγαμαι, μάλα δʼ εὖ οἶδʼ οἷος ἔησθα</l><l n="176">ἐξ Ἰθάκης ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο.</l><l n="177">ἀλλʼ ἄγε οἱ στόρεσον πυκινὸν λέχος, Εὐρύκλεια,</l><l n="178">ἐκτὸς ἐϋσταθέος θαλάμου, τόν ῥʼ αὐτὸς ἐποίει·</l><l n="179">ἔνθα οἱ ἐκθεῖσαι πυκινὸν λέχος ἐμβάλετʼ εὐνήν,</l><l n="180">κώεα καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα.</l></q><milestone n="181" unit="card" ed="p"/><l n="181"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη πόσιος πειρωμένη· αὐτὰρ Ὀδυσσεὺς</l><l n="182">ὀχθήσας ἄλοχον προσεφώνεε κεδνὰ ἰδυῖαν·</l><q type="unspecified"><l n="183"><milestone unit="para" ed="P"/>ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες·</l><l n="184">τίς δέ μοι ἄλλοσε θῆκε λέχος; χαλεπὸν δέ κεν εἴη</l><l n="185">καὶ μάλʼ ἐπισταμένῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν</l><l n="186">ῥηϊδίως ἐθέλων θείη ἄλλῃ ἐνὶ χώρῃ.</l><l n="187">ἀνδρῶν δʼ οὔ κέν τις ζωὸς βροτός, οὐδὲ μάλʼ ἡβῶν,</l><l n="188">ῥεῖα μετοχλίσσειεν, ἐπεὶ μέγα σῆμα τέτυκται</l><l n="189">ἐν λέχει ἀσκητῷ· τὸ δʼ ἐγὼ κάμον οὐδέ τις ἄλλος.</l><l n="190">θάμνος ἔφυ τανύφυλλος ἐλαίης ἕρκεος ἐντός,</l><l n="191">ἀκμηνὸς θαλέθων· πάχετος δʼ ἦν ἠΰτε κίων.</l><l n="192">τῷ δʼ ἐγὼ ἀμφιβαλὼν θάλαμον δέμον, ὄφρʼ ἐτέλεσσα,</l><l n="193">πυκνῇσιν λιθάδεσσι, καὶ εὖ καθύπερθεν ἔρεψα,</l><l n="194">κολλητὰς δʼ ἐπέθηκα θύρας, πυκινῶς ἀραρυίας.</l><l n="195">καὶ τότʼ ἔπειτʼ ἀπέκοψα κόμην τανυφύλλου ἐλαίης,</l><l n="196">κορμὸν δʼ ἐκ ῥίζης προταμὼν ἀμφέξεσα χαλκῷ</l><l n="197">εὖ καὶ ἐπισταμένως, καὶ ἐπὶ στάθμην ἴθυνα,</l><l n="198">ἑρμῖνʼ ἀσκήσας, τέτρηνα δὲ πάντα τερέτρῳ.</l><l n="199">ἐκ δὲ τοῦ ἀρχόμενος λέχος ἔξεον, ὄφρʼ ἐτέλεσσα,</l><l n="200">δαιδάλλων χρυσῷ τε καὶ ἀργύρῳ ἠδʼ ἐλέφαντι·</l><l n="201">ἐκ δʼ ἐτάνυσσα ἱμάντα βοὸς φοίνικι φαεινόν.</l><l n="202">οὕτω τοι τόδε σῆμα πιφαύσκομαι· οὐδέ τι οἶδα,</l><l n="203">ἤ μοι ἔτʼ ἔμπεδόν ἐστι, γύναι, λέχος, ἦέ τις ἤδη</l><l n="204">ἀνδρῶν ἄλλοσε θῆκε, ταμὼν ὕπο πυθμένʼ ἐλαίης.</l></q><l n="205"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον
                  ἦτορ,</l><l n="206">σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς·</l><l n="207">δακρύσασα δʼ ἔπειτʼ ἰθὺς δράμεν, ἀμφὶ δὲ χεῖρας</l><l n="208">δειρῇ βάλλʼ Ὀδυσῆϊ, κάρη δʼ ἔκυσʼ ἠδὲ προσηύδα·</l><q type="unspecified"><l n="209"><milestone unit="para" ed="P"/>μή μοι, Ὀδυσσεῦ, σκύζευ, ἐπεὶ τά περ ἄλλα
                     μάλιστα</l><l n="210">ἀνθρώπων πέπνυσο· θεοὶ δʼ ὤπαζον ὀϊζύν,</l><l n="211">οἳ νῶϊν ἀγάσαντο παρʼ ἀλλήλοισι μένοντε</l><l n="212">ἥβης ταρπῆναι καὶ γήραος οὐδὸν ἱκέσθαι.</l><l n="213">αὐτὰρ μὴ νῦν μοι τόδε χώεο μηδὲ νεμέσσα,</l><l n="214">οὕνεκά σʼ οὐ τὸ πρῶτον, ἐπεὶ ἴδον, ὧδʼ ἀγάπησα.</l><l n="215">αἰεὶ γάρ μοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>