<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:23.144-23.164</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:23.144-23.164</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="23" type="textpart" subtype="book"><l n="144">φόρμιγγα γλαφυρήν, ἐν δέ σφισιν ἵμερον ὦρσε</l><l n="145">μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο.</l><l n="146">τοῖσιν δὲ μέγα δῶμα περιστεναχίζετο ποσσὶν</l><l n="147">ἀνδρῶν παιζόντων καλλιζώνων τε γυναικῶν.</l><l n="148">ὧδε δέ τις εἴπεσκε δόμων ἔκτοσθεν ἀκούων·</l><q type="unspecified"><l n="149"><milestone unit="para" ed="P"/>ἦ μάλα δή τις ἔγημε πολυμνήστην βασίλειαν·</l><l n="150">σχετλίη, οὐδʼ ἔτλη πόσιος οὗ κουριδίοιο</l><l n="151">εἴρυσθαι μέγα δῶμα διαμπερές, ἧος ἵκοιτο.</l></q><l n="152"><milestone unit="para" ed="P"/>ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.</l><l n="153">αὐτὰρ Ὀδυσσῆα μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ</l><l n="154">Εὐρυνόμη ταμίη λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,</l><l n="155">ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα·</l><l n="156">αὐτὰρ κὰκ κεφαλῆς κάλλος πολὺ χεῦεν Ἀθήνη</l><l n="157">μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα· κὰδ δὲ κάρητος</l><l n="158">οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.</l><l n="159">ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ</l><l n="160">ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη</l><l n="161">τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει·</l><l n="162">ὣς μὲν τῷ περίχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.</l><l n="163">ἐκ δʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·</l><l n="164">ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>