<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:23.111-23.155</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:23.111-23.155</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="23" type="textpart" subtype="book"><l n="111"><milestone unit="para" ed="P"/>ὣς φάτο, μείδησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="112">αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="113"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, ἦ τοι μητέρʼ ἐνὶ μεγάροισιν ἔασον</l><l n="114">πειράζειν ἐμέθεν· τάχα δὲ φράσεται καὶ ἄρειον.</l><l n="115">νῦν δʼ ὅττι ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,</l><l n="116">τοὔνεκʼ ἀτιμάζει με καὶ οὔ πω φησὶ τὸν εἶναι.</l><l n="117">ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.</l><l n="118">καὶ γάρ τίς θʼ ἕνα φῶτα κατακτείνας ἐνὶ δήμῳ,</l><l n="119">ᾧ μὴ πολλοὶ ἔωσιν ἀοσσητῆρες ὀπίσσω,</l><l n="120">φεύγει πηούς τε προλιπὼν καὶ πατρίδα γαῖαν·</l><l n="121">ἡμεῖς δʼ ἕρμα πόληος ἀπέκταμεν, οἳ μέγʼ ἄριστοι</l><l n="122">κούρων εἰν Ἰθάκῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.</l></q><l n="123"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="124">αὐτὸς ταῦτά γε λεῦσσε, πάτερ φίλε· σὴν γὰρ ἀρίστην</l><l n="125">μῆτιν ἐπʼ ἀνθρώπους φάσʼ ἔμμεναι, οὐδέ κέ τίς τοι</l><l n="126">ἄλλος ἀνὴρ ἐρίσειε καταθνητῶν ἀνθρώπων.</l><l n="127">ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημι</l><l n="128">ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστιν.</l></q><milestone n="129" unit="card" ed="p"/><l n="129"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς</l><q type="unspecified"><l n="130">τοιγὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.</l><l n="131">πρῶτα μὲν ἂρ λούσασθε καὶ ἀμφιέσασθε χιτῶνας,</l><l n="132">δμῳὰς δʼ ἐν μεγάροισιν ἀνώγετε εἵμαθʼ ἑλέσθαι·</l><l n="133">αὐτὰρ θεῖος ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν</l><l n="134">ἡμῖν ἡγείσθω φιλοπαίγμονος ὀρχηθμοῖο,</l><l n="135">ὥς κέν τις φαίη γάμον ἔμμεναι ἐκτὸς ἀκούων,</l><l n="136">ἢ ἀνʼ ὁδὸν στείχων, ἢ οἳ περιναιετάουσι·</l><l n="137">μὴ πρόσθε κλέος εὐρὺ φόνου κατὰ ἄστυ γένηται</l><l n="138">ἀνδρῶν μνηστήρων, πρίν γʼ ἡμέας ἐλθέμεν ἔξω</l><l n="139">ἀγρὸν ἐς ἡμέτερον πολυδένδρεον· ἔνθα δʼ ἔπειτα</l><l n="140">φρασσόμεθʼ ὅττι κε κέρδος Ὀλύμπιος ἐγγυαλίξῃ.</l></q><l n="141"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ
                  ἐπίθοντο</l><l n="142">πρῶτα μὲν οὖν λούσαντο καὶ ἀμφιέσαντο χιτῶνας,</l><l n="143">ὅπλισθεν δὲ γυναῖκες· ὁ δʼ εἵλετο θεῖος ἀοιδὸς</l><l n="144">φόρμιγγα γλαφυρήν, ἐν δέ σφισιν ἵμερον ὦρσε</l><l n="145">μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο.</l><l n="146">τοῖσιν δὲ μέγα δῶμα περιστεναχίζετο ποσσὶν</l><l n="147">ἀνδρῶν παιζόντων καλλιζώνων τε γυναικῶν.</l><l n="148">ὧδε δέ τις εἴπεσκε δόμων ἔκτοσθεν ἀκούων·</l><q type="unspecified"><l n="149"><milestone unit="para" ed="P"/>ἦ μάλα δή τις ἔγημε πολυμνήστην βασίλειαν·</l><l n="150">σχετλίη, οὐδʼ ἔτλη πόσιος οὗ κουριδίοιο</l><l n="151">εἴρυσθαι μέγα δῶμα διαμπερές, ἧος ἵκοιτο.</l></q><l n="152"><milestone unit="para" ed="P"/>ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.</l><l n="153">αὐτὰρ Ὀδυσσῆα μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ</l><l n="154">Εὐρυνόμη ταμίη λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,</l><l n="155">ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>