<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:23.108-23.235</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:23.108-23.235</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="23" type="textpart" subtype="book"><q type="unspecified"><l n="108">ἔστʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ἦ μάλα νῶϊ</l><l n="109">γνωσόμεθʼ ἀλλήλων καὶ λώϊον· ἔστι γὰρ ἡμῖν</l><l n="110">σήμαθʼ, ἃ δὴ καὶ νῶϊ κεκρυμμένα ἴδμεν ἀπʼ ἄλλων.</l></q><l n="111"><milestone unit="para" ed="P"/>ὣς φάτο, μείδησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="112">αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="113"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, ἦ τοι μητέρʼ ἐνὶ μεγάροισιν ἔασον</l><l n="114">πειράζειν ἐμέθεν· τάχα δὲ φράσεται καὶ ἄρειον.</l><l n="115">νῦν δʼ ὅττι ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,</l><l n="116">τοὔνεκʼ ἀτιμάζει με καὶ οὔ πω φησὶ τὸν εἶναι.</l><l n="117">ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.</l><l n="118">καὶ γάρ τίς θʼ ἕνα φῶτα κατακτείνας ἐνὶ δήμῳ,</l><l n="119">ᾧ μὴ πολλοὶ ἔωσιν ἀοσσητῆρες ὀπίσσω,</l><l n="120">φεύγει πηούς τε προλιπὼν καὶ πατρίδα γαῖαν·</l><l n="121">ἡμεῖς δʼ ἕρμα πόληος ἀπέκταμεν, οἳ μέγʼ ἄριστοι</l><l n="122">κούρων εἰν Ἰθάκῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.</l></q><l n="123"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="124">αὐτὸς ταῦτά γε λεῦσσε, πάτερ φίλε· σὴν γὰρ ἀρίστην</l><l n="125">μῆτιν ἐπʼ ἀνθρώπους φάσʼ ἔμμεναι, οὐδέ κέ τίς τοι</l><l n="126">ἄλλος ἀνὴρ ἐρίσειε καταθνητῶν ἀνθρώπων.</l><l n="127">ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημι</l><l n="128">ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστιν.</l></q><milestone n="129" unit="card" ed="p"/><l n="129"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς</l><q type="unspecified"><l n="130">τοιγὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.</l><l n="131">πρῶτα μὲν ἂρ λούσασθε καὶ ἀμφιέσασθε χιτῶνας,</l><l n="132">δμῳὰς δʼ ἐν μεγάροισιν ἀνώγετε εἵμαθʼ ἑλέσθαι·</l><l n="133">αὐτὰρ θεῖος ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν</l><l n="134">ἡμῖν ἡγείσθω φιλοπαίγμονος ὀρχηθμοῖο,</l><l n="135">ὥς κέν τις φαίη γάμον ἔμμεναι ἐκτὸς ἀκούων,</l><l n="136">ἢ ἀνʼ ὁδὸν στείχων, ἢ οἳ περιναιετάουσι·</l><l n="137">μὴ πρόσθε κλέος εὐρὺ φόνου κατὰ ἄστυ γένηται</l><l n="138">ἀνδρῶν μνηστήρων, πρίν γʼ ἡμέας ἐλθέμεν ἔξω</l><l n="139">ἀγρὸν ἐς ἡμέτερον πολυδένδρεον· ἔνθα δʼ ἔπειτα</l><l n="140">φρασσόμεθʼ ὅττι κε κέρδος Ὀλύμπιος ἐγγυαλίξῃ.</l></q><l n="141"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ
                  ἐπίθοντο</l><l n="142">πρῶτα μὲν οὖν λούσαντο καὶ ἀμφιέσαντο χιτῶνας,</l><l n="143">ὅπλισθεν δὲ γυναῖκες· ὁ δʼ εἵλετο θεῖος ἀοιδὸς</l><l n="144">φόρμιγγα γλαφυρήν, ἐν δέ σφισιν ἵμερον ὦρσε</l><l n="145">μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο.</l><l n="146">τοῖσιν δὲ μέγα δῶμα περιστεναχίζετο ποσσὶν</l><l n="147">ἀνδρῶν παιζόντων καλλιζώνων τε γυναικῶν.</l><l n="148">ὧδε δέ τις εἴπεσκε δόμων ἔκτοσθεν ἀκούων·</l><q type="unspecified"><l n="149"><milestone unit="para" ed="P"/>ἦ μάλα δή τις ἔγημε πολυμνήστην βασίλειαν·</l><l n="150">σχετλίη, οὐδʼ ἔτλη πόσιος οὗ κουριδίοιο</l><l n="151">εἴρυσθαι μέγα δῶμα διαμπερές, ἧος ἵκοιτο.</l></q><l n="152"><milestone unit="para" ed="P"/>ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.</l><l n="153">αὐτὰρ Ὀδυσσῆα μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ</l><l n="154">Εὐρυνόμη ταμίη λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,</l><l n="155">ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα·</l><l n="156">αὐτὰρ κὰκ κεφαλῆς κάλλος πολὺ χεῦεν Ἀθήνη</l><l n="157">μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα· κὰδ δὲ κάρητος</l><l n="158">οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.</l><l n="159">ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ</l><l n="160">ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη</l><l n="161">τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει·</l><l n="162">ὣς μὲν τῷ περίχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.</l><l n="163">ἐκ δʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·</l><l n="164">ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη,</l><l n="165">ἀντίον ἧς ἀλόχου, καί μιν πρὸς μῦθον ἔειπε·</l><q type="unspecified"><l n="166"><milestone unit="para" ed="P"/>δαιμονίη, περί σοί γε γυναικῶν θηλυτεράων</l><l n="167">κῆρ ἀτέραμνον ἔθηκαν Ὀλύμπια δώματʼ ἔχοντες·</l><l n="168">οὐ μέν κʼ ἄλλη γʼ ὧδε γυνὴ τετληότι θυμῷ</l><l n="169">ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας</l><l n="170">ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.</l><l n="171">ἀλλʼ ἄγε μοι, μαῖα, στόρεσον λέχος, ὄφρα καὶ αὐτὸς</l><l n="172">λέξομαι· ἦ γὰρ τῇ γε σιδήρεον ἐν φρεσὶ ἦτορ.</l></q><l n="173"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="174">δαιμόνιʼ, οὔτʼ ἄρ τι μεγαλίζομαι οὔτʼ ἀθερίζω</l><l n="175">οὔτε λίην ἄγαμαι, μάλα δʼ εὖ οἶδʼ οἷος ἔησθα</l><l n="176">ἐξ Ἰθάκης ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο.</l><l n="177">ἀλλʼ ἄγε οἱ στόρεσον πυκινὸν λέχος, Εὐρύκλεια,</l><l n="178">ἐκτὸς ἐϋσταθέος θαλάμου, τόν ῥʼ αὐτὸς ἐποίει·</l><l n="179">ἔνθα οἱ ἐκθεῖσαι πυκινὸν λέχος ἐμβάλετʼ εὐνήν,</l><l n="180">κώεα καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα.</l></q><milestone n="181" unit="card" ed="p"/><l n="181"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη πόσιος πειρωμένη· αὐτὰρ Ὀδυσσεὺς</l><l n="182">ὀχθήσας ἄλοχον προσεφώνεε κεδνὰ ἰδυῖαν·</l><q type="unspecified"><l n="183"><milestone unit="para" ed="P"/>ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες·</l><l n="184">τίς δέ μοι ἄλλοσε θῆκε λέχος; χαλεπὸν δέ κεν εἴη</l><l n="185">καὶ μάλʼ ἐπισταμένῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν</l><l n="186">ῥηϊδίως ἐθέλων θείη ἄλλῃ ἐνὶ χώρῃ.</l><l n="187">ἀνδρῶν δʼ οὔ κέν τις ζωὸς βροτός, οὐδὲ μάλʼ ἡβῶν,</l><l n="188">ῥεῖα μετοχλίσσειεν, ἐπεὶ μέγα σῆμα τέτυκται</l><l n="189">ἐν λέχει ἀσκητῷ· τὸ δʼ ἐγὼ κάμον οὐδέ τις ἄλλος.</l><l n="190">θάμνος ἔφυ τανύφυλλος ἐλαίης ἕρκεος ἐντός,</l><l n="191">ἀκμηνὸς θαλέθων· πάχετος δʼ ἦν ἠΰτε κίων.</l><l n="192">τῷ δʼ ἐγὼ ἀμφιβαλὼν θάλαμον δέμον, ὄφρʼ ἐτέλεσσα,</l><l n="193">πυκνῇσιν λιθάδεσσι, καὶ εὖ καθύπερθεν ἔρεψα,</l><l n="194">κολλητὰς δʼ ἐπέθηκα θύρας, πυκινῶς ἀραρυίας.</l><l n="195">καὶ τότʼ ἔπειτʼ ἀπέκοψα κόμην τανυφύλλου ἐλαίης,</l><l n="196">κορμὸν δʼ ἐκ ῥίζης προταμὼν ἀμφέξεσα χαλκῷ</l><l n="197">εὖ καὶ ἐπισταμένως, καὶ ἐπὶ στάθμην ἴθυνα,</l><l n="198">ἑρμῖνʼ ἀσκήσας, τέτρηνα δὲ πάντα τερέτρῳ.</l><l n="199">ἐκ δὲ τοῦ ἀρχόμενος λέχος ἔξεον, ὄφρʼ ἐτέλεσσα,</l><l n="200">δαιδάλλων χρυσῷ τε καὶ ἀργύρῳ ἠδʼ ἐλέφαντι·</l><l n="201">ἐκ δʼ ἐτάνυσσα ἱμάντα βοὸς φοίνικι φαεινόν.</l><l n="202">οὕτω τοι τόδε σῆμα πιφαύσκομαι· οὐδέ τι οἶδα,</l><l n="203">ἤ μοι ἔτʼ ἔμπεδόν ἐστι, γύναι, λέχος, ἦέ τις ἤδη</l><l n="204">ἀνδρῶν ἄλλοσε θῆκε, ταμὼν ὕπο πυθμένʼ ἐλαίης.</l></q><l n="205"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον
                  ἦτορ,</l><l n="206">σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς·</l><l n="207">δακρύσασα δʼ ἔπειτʼ ἰθὺς δράμεν, ἀμφὶ δὲ χεῖρας</l><l n="208">δειρῇ βάλλʼ Ὀδυσῆϊ, κάρη δʼ ἔκυσʼ ἠδὲ προσηύδα·</l><q type="unspecified"><l n="209"><milestone unit="para" ed="P"/>μή μοι, Ὀδυσσεῦ, σκύζευ, ἐπεὶ τά περ ἄλλα
                     μάλιστα</l><l n="210">ἀνθρώπων πέπνυσο· θεοὶ δʼ ὤπαζον ὀϊζύν,</l><l n="211">οἳ νῶϊν ἀγάσαντο παρʼ ἀλλήλοισι μένοντε</l><l n="212">ἥβης ταρπῆναι καὶ γήραος οὐδὸν ἱκέσθαι.</l><l n="213">αὐτὰρ μὴ νῦν μοι τόδε χώεο μηδὲ νεμέσσα,</l><l n="214">οὕνεκά σʼ οὐ τὸ πρῶτον, ἐπεὶ ἴδον, ὧδʼ ἀγάπησα.</l><l n="215">αἰεὶ γάρ μοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν</l><l n="216">ἐρρίγει μή τίς με βροτῶν ἀπάφοιτο ἔπεσσιν</l><l n="217">ἐλθών· πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσιν.</l><l n="218">οὐδέ κεν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,</l><l n="219">ἀνδρὶ παρʼ ἀλλοδαπῷ ἐμίγη φιλότητι καὶ εὐνῇ,</l><l n="220">εἰ ᾔδη ὅ μιν αὖτις ἀρήϊοι υἷες Ἀχαιῶν</l><l n="221">ἀξέμεναι οἶκόνδε φίλην ἐς πατρίδʼ ἔμελλον.</l><l n="222">τὴν δʼ ἦ τοι ῥέξαι θεὸς ὤρορεν ἔργον ἀεικές·</l><l n="223">τὴν δʼ ἄτην οὐ πρόσθεν ἑῷ ἐγκάτθετο θυμῷ</l><l n="224">λυγρήν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος.</l><l n="225">νῦν δʼ, ἐπεὶ ἤδη σήματʼ ἀριφραδέα κατέλεξας</l><l n="226">εὐνῆς ἡμετέρης, ἣν οὐ βροτὸς ἄλλος ὀπώπει,</l><l n="227">ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε καὶ ἀμφίπολος μία μούνη,</l><l n="228">Ἀκτορίς, ἥν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,</l><l n="229">ἣ νῶϊν εἴρυτο θύρας πυκινοῦ θαλάμοιο,</l><l n="230">πείθεις δή μευ θυμόν, ἀπηνέα περ μάλʼ ἐόντα.</l></q><milestone n="231" unit="card" ed="p"/><l n="231"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε
                  γόοιο·</l><l n="232">κλαῖε δʼ ἔχων ἄλοχον θυμαρέα, κεδνὰ ἰδυῖαν.</l><l n="233">ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος γῆ νηχομένοισι φανήῃ,</l><l n="234">ὧν τε Ποσειδάων εὐεργέα νῆʼ ἐνὶ πόντῳ</l><l n="235">ῥαίσῃ, ἐπειγομένην ἀνέμῳ καὶ κύματι πηγῷ·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>