<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.88-22.143</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.88-22.143</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="22" type="textpart" subtype="book"><l n="88">λακτίζων ἐτίνασσε· κατʼ ὀφθαλμῶν δʼ ἔχυτʼ ἀχλύς.</l><l n="89"><milestone unit="para" ed="P"/>Ἀμφίνομος δʼ Ὀδυσῆος ἐείσατο κυδαλίμοιο</l><l n="90">ἀντίος ἀΐξας, εἴρυτο δὲ φάσγανον ὀξύ,</l><l n="91">εἴ πώς οἱ εἴξειε θυράων. ἀλλʼ ἄρα μιν φθῆ</l><l n="92">Τηλέμαχος κατόπισθε βαλὼν χαλκήρεϊ δουρὶ</l><l n="93">ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν·</l><l n="94">δούπησεν δὲ πεσών, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ.</l><l n="95">Τηλέμαχος δʼ ἀπόρουσε, λιπὼν δολιχόσκιον ἔγχος</l><l n="96">αὐτοῦ ἐν Ἀμφινόμῳ· περὶ γὰρ δίε μή τις Ἀχαιῶν</l><l n="97">ἔγχος ἀνελκόμενον δολιχόσκιον ἢ ἐλάσειε</l><l n="98">φασγάνῳ ἀΐξας ἠὲ προπρηνέα τύψας.</l><l n="99">βῆ δὲ θέειν, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν,</l><l n="100">ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="101"><milestone unit="para" ed="P"/>ὦ πάτερ, ἤδη τοι σάκος οἴσω καὶ δύο δοῦρε</l><l n="102">καὶ κυνέην πάγχαλκον, ἐπὶ κροτάφοις ἀραρυῖαν</l><l n="103">αὐτός τʼ ἀμφιβαλεῦμαι ἰών, δώσω δὲ συβώτῃ</l><l n="104">καὶ τῷ βουκόλῳ ἄλλα· τετευχῆσθαι γὰρ ἄμεινον.</l></q><l n="105"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="106">οἶσε θέων, ἧός μοι ἀμύνεσθαι πάρʼ ὀϊστοί,</l><l n="107">μή μʼ ἀποκινήσωσι θυράων μοῦνον ἐόντα.</l></q><l n="108"><milestone unit="para" ed="P"/>ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,</l><l n="109">βῆ δʼ ἴμεναι θάλαμόνδʼ, ὅθι οἱ κλυτὰ τεύχεα κεῖτο.</l><l n="110">ἔνθεν τέσσαρα μὲν σάκεʼ ἔξελε, δούρατα δʼ ὀκτὼ</l><l n="111">καὶ πίσυρας κυνέας χαλκήρεας ἱπποδασείας·</l><l n="112">βῆ δὲ φέρων, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν,</l><l n="113">αὐτὸς δὲ πρώτιστα περὶ χροῒ δύσετο χαλκόν·</l><l n="114">ὣς δʼ αὔτως τὼ δμῶε δυέσθην τεύχεα καλά,</l><l n="115">ἔσταν δʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην.</l><l n="116"><milestone unit="para" ed="P"/>αὐτὰρ ὅ γʼ, ὄφρα μὲν αὐτῷ ἀμύνεσθαι ἔσαν ἰοί.</l><l n="117">τόφρα μνηστήρων ἕνα γʼ αἰεὶ ᾧ ἐνὶ οἴκῳ</l><l n="118">βάλλε τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.</l><l n="119">αὐτὰρ ἐπεὶ λίπον ἰοὶ ὀϊστεύοντα ἄνακτα,</l><l n="120">τόξον μὲν πρὸς σταθμὸν ἐϋσταθέος μεγάροιο</l><l n="121">ἔκλινʼ ἑστάμεναι, πρὸς ἐνώπια παμφανόωντα,</l><l n="122">αὐτὸς δʼ ἀμφʼ ὤμοισι σάκος θέτο τετραθέλυμνον,</l><l n="123">κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν,</l><l n="124">ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·</l><l n="125">εἵλετο δʼ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ.</l><milestone n="126" unit="card" ed="p"/><l n="126"><milestone unit="para" ed="P"/>ὀρσοθύρη δέ τις ἔσκεν ἐϋδμήτῳ ἐνὶ τοίχῳ,</l><l n="127">ἀκρότατον δὲ παρʼ οὐδὸν ἐϋσταθέος μεγάροιο</l><l n="128">ἦν ὁδὸς ἐς λαύρην, σανίδες δʼ ἔχον εὖ ἀραρυῖαι.</l><l n="129">τὴν δʼ Ὀδυσεὺς φράζεσθαι ἀνώγει δῖον ὑφορβὸν</l><l n="130">ἑσταότʼ ἄγχʼ αὐτῆς· μία δʼ οἴη γίγνετʼ ἐφορμή.</l><l n="131">τοῖς δʼ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων·</l><q type="unspecified"><l n="132"><milestone unit="para" ed="P"/>ὦ φίλοι, οὐκ ἂν δή τις ἀνʼ ὀρσοθύρην ἀναβαίη</l><l n="133">καὶ εἴποι λαοῖσι, βοὴ δʼ ὤκιστα γένοιτο;</l><l n="134">τῷ κε τάχʼ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.</l></q><l n="135"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·</l><q type="unspecified"><l n="136">οὔ πως ἔστʼ, Ἀγέλαε διοτρεφές· ἄγχι γὰρ αἰνῶς</l><l n="137">αὐλῆς καλὰ θύρετρα καὶ ἀργαλέον στόμα λαύρης·</l><l n="138">καί χʼ εἷς πάντας ἐρύκοι ἀνήρ, ὅς τʼ ἄλκιμος εἴη.</l><l n="139">ἀλλʼ ἄγεθʼ, ὑμῖν τεύχεʼ ἐνείκω θωρηχθῆναι</l><l n="140">ἐκ θαλάμου· ἔνδον γάρ, ὀΐομαι, οὐδέ πη ἄλλῃ</l><l n="141">τεύχεα κατθέσθην Ὀδυσεὺς καὶ φαίδιμος υἱός.</l></q><l n="142"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἀνέβαινε Μελάνθιος, αἰπόλος αἰγῶν,</l><l n="143">εἰς θαλάμους Ὀδυσῆος ἀνὰ ῥῶγας μεγάροιο.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>