<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.88-22.115</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.88-22.115</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="22" type="textpart" subtype="book"><l n="88">λακτίζων ἐτίνασσε· κατʼ ὀφθαλμῶν δʼ ἔχυτʼ ἀχλύς.</l><l n="89"><milestone unit="para" ed="P"/>Ἀμφίνομος δʼ Ὀδυσῆος ἐείσατο κυδαλίμοιο</l><l n="90">ἀντίος ἀΐξας, εἴρυτο δὲ φάσγανον ὀξύ,</l><l n="91">εἴ πώς οἱ εἴξειε θυράων. ἀλλʼ ἄρα μιν φθῆ</l><l n="92">Τηλέμαχος κατόπισθε βαλὼν χαλκήρεϊ δουρὶ</l><l n="93">ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν·</l><l n="94">δούπησεν δὲ πεσών, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ.</l><l n="95">Τηλέμαχος δʼ ἀπόρουσε, λιπὼν δολιχόσκιον ἔγχος</l><l n="96">αὐτοῦ ἐν Ἀμφινόμῳ· περὶ γὰρ δίε μή τις Ἀχαιῶν</l><l n="97">ἔγχος ἀνελκόμενον δολιχόσκιον ἢ ἐλάσειε</l><l n="98">φασγάνῳ ἀΐξας ἠὲ προπρηνέα τύψας.</l><l n="99">βῆ δὲ θέειν, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν,</l><l n="100">ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="101"><milestone unit="para" ed="P"/>ὦ πάτερ, ἤδη τοι σάκος οἴσω καὶ δύο δοῦρε</l><l n="102">καὶ κυνέην πάγχαλκον, ἐπὶ κροτάφοις ἀραρυῖαν</l><l n="103">αὐτός τʼ ἀμφιβαλεῦμαι ἰών, δώσω δὲ συβώτῃ</l><l n="104">καὶ τῷ βουκόλῳ ἄλλα· τετευχῆσθαι γὰρ ἄμεινον.</l></q><l n="105"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="106">οἶσε θέων, ἧός μοι ἀμύνεσθαι πάρʼ ὀϊστοί,</l><l n="107">μή μʼ ἀποκινήσωσι θυράων μοῦνον ἐόντα.</l></q><l n="108"><milestone unit="para" ed="P"/>ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,</l><l n="109">βῆ δʼ ἴμεναι θάλαμόνδʼ, ὅθι οἱ κλυτὰ τεύχεα κεῖτο.</l><l n="110">ἔνθεν τέσσαρα μὲν σάκεʼ ἔξελε, δούρατα δʼ ὀκτὼ</l><l n="111">καὶ πίσυρας κυνέας χαλκήρεας ἱπποδασείας·</l><l n="112">βῆ δὲ φέρων, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν,</l><l n="113">αὐτὸς δὲ πρώτιστα περὶ χροῒ δύσετο χαλκόν·</l><l n="114">ὣς δʼ αὔτως τὼ δμῶε δυέσθην τεύχεα καλά,</l><l n="115">ἔσταν δʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>