<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.8-22.64</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.8-22.64</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="22" type="textpart" subtype="book"><l n="8"><milestone unit="para" ed="P"/>ἦ καὶ ἐπʼ Ἀντινόῳ ἰθύνετο πικρὸν ὀϊστόν.</l><l n="9">ἦ τοι ὁ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε,</l><l n="10">χρύσεον ἄμφωτον, καὶ δὴ μετὰ χερσὶν ἐνώμα,</l><l n="11">ὄφρα πίοι οἴνοιο· φόνος δέ οἱ οὐκ ἐνὶ θυμῷ</l><l n="12">μέμβλετο· τίς κʼ οἴοιτο μετʼ ἀνδράσι δαιτυμόνεσσι</l><l n="13">μοῦνον ἐνὶ πλεόνεσσι, καὶ εἰ μάλα καρτερὸς εἴη,</l><l n="14">οἷ τεύξειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν;</l><l n="15">τὸν δʼ Ὀδυσεὺς κατὰ λαιμὸν ἐπισχόμενος βάλεν ἰῷ,</l><l n="16">ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή.</l><l n="17">ἐκλίνθη δʼ ἑτέρωσε, δέπας δέ οἱ ἔκπεσε χειρὸς</l><l n="18">βλημένου, αὐτίκα δʼ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν</l><l n="19">αἵματος ἀνδρομέοιο· θοῶς δʼ ἀπὸ εἷο τράπεζαν</l><l n="20">ὦσε ποδὶ πλήξας, ἀπὸ δʼ εἴδατα χεῦεν ἔραζε·</l><l n="21">σῖτός τε κρέα τʼ ὀπτὰ φορύνετο. τοὶ δʼ ὁμάδησαν</l><l n="22">μνηστῆρες κατὰ δώμαθʼ, ὅπως ἴδον ἄνδρα πεσόντα,</l><l n="23">ἐκ δὲ θρόνων ἀνόρουσαν ὀρινθέντες κατὰ δῶμα,</l><l n="24">πάντοσε παπταίνοντες ἐϋδμήτους ποτὶ τοίχους·</l><l n="25">οὐδέ πη ἀσπὶς ἔην οὐδʼ ἄλκιμον ἔγχος ἑλέσθαι.</l><l n="26">νείκειον δʼ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσι·</l><q type="unspecified"><l n="27"><milestone unit="para" ed="P"/>ξεῖνε, κακῶς ἀνδρῶν τοξάζεαι· οὐκέτʼ ἀέθλων</l><l n="28">ἄλλων ἀντιάσεις· νῦν τοι σῶς αἰπὺς ὄλεθρος.</l><l n="29">καὶ γὰρ δὴ νῦν φῶτα κατέκτανες ὃς μέγʼ ἄριστος</l><l n="30">κούρων εἰν Ἰθάκῃ· τῷ σʼ ἐνθάδε γῦπες ἔδονται.</l></q><l n="31"><milestone unit="para" ed="P"/>ἴσκεν ἕκαστος ἀνήρ, ἐπεὶ ἦ φάσαν οὐκ ἐθέλοντα</l><l n="32">ἄνδρα κατακτεῖναι· τὸ δὲ νήπιοι οὐκ ἐνόησαν,</l><l n="33">ὡς δή σφιν καὶ πᾶσιν ὀλέθρου πείρατʼ ἐφῆπτο.</l><l n="34">τοὺς δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·</l><q type="unspecified"><l n="35"><milestone unit="para" ed="P"/>ὦ κύνες, οὔ μʼ ἔτʼ ἐφάσκεθʼ ὑπότροπον οἴκαδʼ
                     ἱκέσθαι</l><l n="36">δήμου ἄπο Τρώων, ὅτι μοι κατεκείρετε οἶκον,</l><l n="37">δμῳῇσιν δὲ γυναιξὶ παρευνάζεσθε βιαίως,</l><l n="38">αὐτοῦ τε ζώοντος ὑπεμνάασθε γυναῖκα,</l><l n="39">οὔτε θεοὺς δείσαντες, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν,</l><l n="40">οὔτε τινʼ ἀνθρώπων νέμεσιν κατόπισθεν ἔσεσθαι·</l><l n="41">νῦν ὑμῖν καὶ πᾶσιν ὀλέθρου πείρατʼ ἐφῆπται.</l></q><milestone n="42" unit="card" ed="p"/><l n="42"><milestone unit="para" ed="P"/>ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος
                  εἷλεν·</l><l n="43">πάπτηνεν δὲ ἕκαστος ὅπη φύγοι αἰπὺν ὄλεθρον.</l><l n="44">Εὐρύμαχος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν·</l><q type="unspecified"><l n="45"><milestone unit="para" ed="P"/>εἰ μὲν δὴ Ὀδυσεὺς Ἰθακήσιος εἰλήλουθας,</l><l n="46">ταῦτα μὲν αἴσιμα εἶπας, ὅσα ῥέζεσκον Ἀχαιοί,</l><l n="47">πολλὰ μὲν ἐν μεγάροισιν ἀτάσθαλα, πολλὰ δʼ ἐπʼ ἀγροῦ.</l><l n="48">ἀλλʼ ὁ μὲν ἤδη κεῖται ὃς αἴτιος ἔπλετο πάντων,</l><l n="49">Ἀντίνοος· οὗτος γὰρ ἐπίηλεν τάδε ἔργα,</l><l n="50">οὔ τι γάμου τόσσον κεχρημένος οὐδὲ χατίζων,</l><l n="51">ἀλλʼ ἄλλα φρονέων, τά οἱ οὐκ ἐτέλεσσε Κρονίων,</l><l n="52">ὄφρʼ Ἰθάκης κατὰ δῆμον ἐϋκτιμένης βασιλεύοι</l><l n="53">αὐτός, ἀτὰρ σὸν παῖδα κατακτείνειε λοχήσας.</l><l n="54">νῦν δʼ ὁ μὲν ἐν μοίρῃ πέφαται, σὺ δὲ φείδεο λαῶν</l><l n="55">σῶν· ἀτὰρ ἄμμες ὄπισθεν ἀρεσσάμενοι κατὰ δῆμον,</l><l n="56">ὅσσα τοι ἐκπέποται καὶ ἐδήδοται ἐν μεγάροισι,</l><l n="57">τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστος,</l><l n="58">χαλκόν τε χρυσόν τʼ ἀποδώσομεν, εἰς ὅ κε σὸν κῆρ</l><l n="59">ἰανθῇ· πρὶν δʼ οὔ τι νεμεσσητὸν κεχολῶσθαι.</l></q><l n="60"><milestone unit="para" ed="P"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="61">Εὐρύμαχʼ, οὐδʼ εἴ μοι πατρώϊα πάντʼ ἀποδοῖτε,</l><l n="62">ὅσσα τε νῦν ὔμμʼ ἐστὶ καὶ εἴ ποθεν ἄλλʼ ἐπιθεῖτε,</l><l n="63">οὐδέ κεν ὣς ἔτι χεῖρας ἐμὰς λήξαιμι φόνοιο</l><l n="64">πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>