<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.74-23.6</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.74-23.6</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="22" type="textpart" subtype="book"><q type="unspecified"><l n="74">φάσγανά τε σπάσσασθε καὶ ἀντίσχεσθε τραπέζας</l><l n="75">ἰῶν ὠκυμόρων· ἐπὶ δʼ αὐτῷ πάντες ἔχωμεν</l><l n="76">ἀθρόοι, εἴ κέ μιν οὐδοῦ ἀπώσομεν ἠδὲ θυράων,</l><l n="77">ἔλθωμεν δʼ ἀνὰ ἄστυ, βοὴ δʼ ὤκιστα γένοιτο·</l><l n="78">τῷ κε τάχʼ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.</l></q><milestone n="79" unit="card" ed="p"/><l n="79"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξὺ</l><l n="80">χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον, ἆλτο δʼ ἐπʼ αὐτῷ</l><l n="81">σμερδαλέα ἰάχων· ὁ δʼ ἁμαρτῆ δῖος Ὀδυσσεὺς</l><l n="82">ἰὸν ἀποπροίει, βάλε δὲ στῆθος παρὰ μαζόν,</l><l n="83">ἐν δέ οἱ ἥπατι πῆξε θοὸν βέλος· ἐκ δʼ ἄρα χειρὸς</l><l n="84">φάσγανον ἧκε χαμᾶζε, περιρρηδὴς δὲ τραπέζῃ</l><l n="85">κάππεσεν ἰδνωθείς, ἀπὸ δʼ εἴδατα χεῦεν ἔραζε</l><l n="86">καὶ δέπας ἀμφικύπελλον· ὁ δὲ χθόνα τύπτε μετώπῳ</l><l n="87">θυμῷ ἀνιάζων, ποσὶ δὲ θρόνον ἀμφοτέροισι</l><l n="88">λακτίζων ἐτίνασσε· κατʼ ὀφθαλμῶν δʼ ἔχυτʼ ἀχλύς.</l><l n="89"><milestone unit="para" ed="P"/>Ἀμφίνομος δʼ Ὀδυσῆος ἐείσατο κυδαλίμοιο</l><l n="90">ἀντίος ἀΐξας, εἴρυτο δὲ φάσγανον ὀξύ,</l><l n="91">εἴ πώς οἱ εἴξειε θυράων. ἀλλʼ ἄρα μιν φθῆ</l><l n="92">Τηλέμαχος κατόπισθε βαλὼν χαλκήρεϊ δουρὶ</l><l n="93">ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν·</l><l n="94">δούπησεν δὲ πεσών, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ.</l><l n="95">Τηλέμαχος δʼ ἀπόρουσε, λιπὼν δολιχόσκιον ἔγχος</l><l n="96">αὐτοῦ ἐν Ἀμφινόμῳ· περὶ γὰρ δίε μή τις Ἀχαιῶν</l><l n="97">ἔγχος ἀνελκόμενον δολιχόσκιον ἢ ἐλάσειε</l><l n="98">φασγάνῳ ἀΐξας ἠὲ προπρηνέα τύψας.</l><l n="99">βῆ δὲ θέειν, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν,</l><l n="100">ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="101"><milestone unit="para" ed="P"/>ὦ πάτερ, ἤδη τοι σάκος οἴσω καὶ δύο δοῦρε</l><l n="102">καὶ κυνέην πάγχαλκον, ἐπὶ κροτάφοις ἀραρυῖαν</l><l n="103">αὐτός τʼ ἀμφιβαλεῦμαι ἰών, δώσω δὲ συβώτῃ</l><l n="104">καὶ τῷ βουκόλῳ ἄλλα· τετευχῆσθαι γὰρ ἄμεινον.</l></q><l n="105"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="106">οἶσε θέων, ἧός μοι ἀμύνεσθαι πάρʼ ὀϊστοί,</l><l n="107">μή μʼ ἀποκινήσωσι θυράων μοῦνον ἐόντα.</l></q><l n="108"><milestone unit="para" ed="P"/>ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,</l><l n="109">βῆ δʼ ἴμεναι θάλαμόνδʼ, ὅθι οἱ κλυτὰ τεύχεα κεῖτο.</l><l n="110">ἔνθεν τέσσαρα μὲν σάκεʼ ἔξελε, δούρατα δʼ ὀκτὼ</l><l n="111">καὶ πίσυρας κυνέας χαλκήρεας ἱπποδασείας·</l><l n="112">βῆ δὲ φέρων, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν,</l><l n="113">αὐτὸς δὲ πρώτιστα περὶ χροῒ δύσετο χαλκόν·</l><l n="114">ὣς δʼ αὔτως τὼ δμῶε δυέσθην τεύχεα καλά,</l><l n="115">ἔσταν δʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην.</l><l n="116"><milestone unit="para" ed="P"/>αὐτὰρ ὅ γʼ, ὄφρα μὲν αὐτῷ ἀμύνεσθαι ἔσαν ἰοί.</l><l n="117">τόφρα μνηστήρων ἕνα γʼ αἰεὶ ᾧ ἐνὶ οἴκῳ</l><l n="118">βάλλε τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.</l><l n="119">αὐτὰρ ἐπεὶ λίπον ἰοὶ ὀϊστεύοντα ἄνακτα,</l><l n="120">τόξον μὲν πρὸς σταθμὸν ἐϋσταθέος μεγάροιο</l><l n="121">ἔκλινʼ ἑστάμεναι, πρὸς ἐνώπια παμφανόωντα,</l><l n="122">αὐτὸς δʼ ἀμφʼ ὤμοισι σάκος θέτο τετραθέλυμνον,</l><l n="123">κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν,</l><l n="124">ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·</l><l n="125">εἵλετο δʼ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ.</l><milestone n="126" unit="card" ed="p"/><l n="126"><milestone unit="para" ed="P"/>ὀρσοθύρη δέ τις ἔσκεν ἐϋδμήτῳ ἐνὶ τοίχῳ,</l><l n="127">ἀκρότατον δὲ παρʼ οὐδὸν ἐϋσταθέος μεγάροιο</l><l n="128">ἦν ὁδὸς ἐς λαύρην, σανίδες δʼ ἔχον εὖ ἀραρυῖαι.</l><l n="129">τὴν δʼ Ὀδυσεὺς φράζεσθαι ἀνώγει δῖον ὑφορβὸν</l><l n="130">ἑσταότʼ ἄγχʼ αὐτῆς· μία δʼ οἴη γίγνετʼ ἐφορμή.</l><l n="131">τοῖς δʼ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων·</l><q type="unspecified"><l n="132"><milestone unit="para" ed="P"/>ὦ φίλοι, οὐκ ἂν δή τις ἀνʼ ὀρσοθύρην ἀναβαίη</l><l n="133">καὶ εἴποι λαοῖσι, βοὴ δʼ ὤκιστα γένοιτο;</l><l n="134">τῷ κε τάχʼ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.</l></q><l n="135"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·</l><q type="unspecified"><l n="136">οὔ πως ἔστʼ, Ἀγέλαε διοτρεφές· ἄγχι γὰρ αἰνῶς</l><l n="137">αὐλῆς καλὰ θύρετρα καὶ ἀργαλέον στόμα λαύρης·</l><l n="138">καί χʼ εἷς πάντας ἐρύκοι ἀνήρ, ὅς τʼ ἄλκιμος εἴη.</l><l n="139">ἀλλʼ ἄγεθʼ, ὑμῖν τεύχεʼ ἐνείκω θωρηχθῆναι</l><l n="140">ἐκ θαλάμου· ἔνδον γάρ, ὀΐομαι, οὐδέ πη ἄλλῃ</l><l n="141">τεύχεα κατθέσθην Ὀδυσεὺς καὶ φαίδιμος υἱός.</l></q><l n="142"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἀνέβαινε Μελάνθιος, αἰπόλος αἰγῶν,</l><l n="143">εἰς θαλάμους Ὀδυσῆος ἀνὰ ῥῶγας μεγάροιο.</l><l n="144">ἔνθεν δώδεκα μὲν σάκεʼ ἔξελε, τόσσα δὲ δοῦρα</l><l n="145">καὶ τόσσας κυνέας χαλκήρεας ἱπποδασείας·</l><l n="146">βῆ δʼ ἴμεναι, μάλα δʼ ὦκα φέρων μνηστῆρσιν ἔδωκεν.</l><l n="147">καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,</l><l n="148">ὡς περιβαλλομένους ἴδε τεύχεα χερσί τε δοῦρα</l><l n="149">μακρὰ τινάσσοντας· μέγα δʼ αὐτῷ φαίνετο ἔργον.</l><l n="150">αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="151"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, ἦ μάλα δή τις ἐνὶ μεγάροισι
                     γυναικῶν</l><l n="152">νῶϊν ἐποτρύνει πόλεμον κακὸν ἠὲ Μελανθεύς.</l></q><l n="153"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="154">ὦ πάτερ, αὐτὸς ἐγὼ τόδε γʼ ἤμβροτον—οὐδέ τις ἄλλος</l><l n="155">αἴτιος—ὃς θαλάμοιο θύρην πυκινῶς ἀραρυῖαν</l><l n="156">κάλλιπον ἀγκλίνας· τῶν δὲ σκοπὸς ἦεν ἀμείνων.</l><l n="157">ἀλλʼ ἴθι, δῖʼ Εὔμαιε, θύρην ἐπίθες θαλάμοιο</l><l n="158">καὶ φράσαι ἤ τις ἄρʼ ἐστὶ γυναικῶν ἣ τάδε ῥέζει,</l><l n="159">ἢ υἱὸς Δολίοιο, Μελανθεύς, τόν περ ὀΐω.</l></q><l n="160"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="161">βῆ δʼ αὖτις θάλαμόνδε Μελάνθιος, αἰπόλος αἰγῶν,</l><l n="162">οἴσων τεύχεα καλά. νόησε δὲ δῖος ὑφορβός,</l><l n="163">αἶψα δʼ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα·</l><q type="unspecified"><l n="164"><milestone unit="para" ed="P"/>διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="165">κεῖνος δʼ αὖτʼ ἀΐδηλος ἀνήρ, ὃν ὀϊόμεθʼ αὐτοί,</l><l n="166">ἔρχεται ἐς θάλαμον· σὺ δέ μοι νημερτὲς ἐνίσπες,</l><l n="167">ἤ μιν ἀποκτείνω, αἴ κε κρείσσων γε γένωμαι,</l><l n="168">ἦε σοὶ ἐνθάδʼ ἄγω, ἵνʼ ὑπερβασίας ἀποτίσῃ</l><l n="169">πολλάς, ὅσσας οὗτος ἐμήσατο σῷ ἐνὶ οἴκῳ.</l></q><milestone n="170" unit="card" ed="p"/><l n="170"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="171">ἦ τοι ἐγὼ καὶ Τηλέμαχος μνηστῆρας ἀγαυοὺς</l><l n="172">σχήσομεν ἔντοσθεν μεγάρων, μάλα περ μεμαῶτας.</l><l n="173">σφῶϊ δʼ ἀποστρέψαντε πόδας καὶ χεῖρας ὕπερθεν</l><l n="174">ἐς θάλαμον βαλέειν, σανίδας δʼ ἐκδῆσαι ὄπισθε,</l><l n="175">σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε</l><l n="176">κίονʼ ἀνʼ ὑψηλὴν ἐρύσαι πελάσαι τε δοκοῖσιν,</l><l n="177">ὥς κεν δηθὰ ζωὸς ἐὼν χαλέπʼ ἄλγεα πάσχῃ·</l></q><l n="178"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ
                  ἐπίθοντο,</l><l n="179">βὰν δʼ ἴμεν ἐς θάλαμον, λαθέτην δέ μιν ἔνδον ἐόντα.</l><l n="180">ἦ τοι ὁ μὲν θαλάμοιο μυχὸν κάτα τεύχεʼ ἐρεύνα,</l><l n="181">τὼ δʼ ἔσταν ἑκάτερθε παρὰ σταθμοῖσι μένοντε.</l><l n="182">εὖθʼ ὑπὲρ οὐδὸν ἔβαινε Μελάνθιος, αἰπόλος αἰγῶν,</l><l n="183">τῇ ἑτέρῃ μὲν χειρὶ φέρων καλὴν τρυφάλειαν,</l><l n="184">τῇ δʼ ἑτέρῃ σάκος εὐρὺ γέρον, πεπαλαγμένον ἄζῃ,</l><l n="185">Λαέρτεω ἥρωος, ὃ κουρίζων φορέεσκε·</l><l n="186">δὴ τότε γʼ ἤδη κεῖτο, ῥαφαὶ δὲ λέλυντο ἱμάντων·</l><l n="187">τὼ δʼ ἄρʼ ἐπαΐξανθʼ ἑλέτην ἔρυσάν τέ μιν εἴσω</l><l n="188">κουρίξ, ἐν δαπέδῳ δὲ χαμαὶ βάλον ἀχνύμενον κῆρ,</l><l n="189">σὺν δὲ πόδας χεῖράς τε δέον θυμαλγέϊ δεσμῷ</l><l n="190">εὖ μάλʼ ἀποστρέψαντε διαμπερές, ὡς ἐκέλευσεν</l><l n="191">υἱὸς Λαέρταο, πολύτλας δῖος Ὀδυσσεύς·</l><l n="192">σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε</l><l n="193">κίονʼ ἀνʼ ὑψηλὴν ἔρυσαν πέλασάν τε δοκοῖσι.</l><l n="194">τὸν δʼ ἐπικερτομέων προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="195"><milestone unit="para" ed="P"/>νῦν μὲν δὴ μάλα πάγχυ, Μελάνθιε, νύκτα
                     φυλάξεις,</l><l n="196">εὐνῇ ἔνι μαλακῇ καταλέγμενος, ὥς σε ἔοικεν·</l><l n="197">οὐδέ σέ γʼ ἠριγένεια παρʼ Ὠκεανοῖο ῥοάων</l><l n="198">λήσει ἐπερχομένη χρυσόθρονος, ἡνίκʼ ἀγινεῖς</l><l n="199">αἶγας μνηστήρεσσι δόμον κάτα δαῖτα πένεσθαι.</l></q><l n="200"><milestone unit="para" ed="P"/>ὣς ὁ μὲν αὖθι λέλειπτο, ταθεὶς ὀλοῷ ἐνὶ δεσμῷ·</l><l n="201">τὼ δʼ ἐς τεύχεα δύντε, θύρην ἐπιθέντε φαεινήν,</l><l n="202">βήτην εἰς Ὀδυσῆα δαΐφρονα, ποικιλομήτην.</l><l n="203">ἔνθα μένος πνείοντες ἐφέστασαν, οἱ μὲν ἐπʼ οὐδοῦ</l><l n="204">τέσσαρες, οἱ δʼ ἔντοσθε δόμων πολέες τε καὶ ἐσθλοί.</l><l n="205">τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη,</l><l n="206">Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.</l><l n="207">τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ μῦθον ἔειπε·</l><q type="unspecified"><l n="208"><milestone unit="para" ed="P"/>Μέντορ, ἄμυνον ἀρήν, μνῆσαι δʼ ἑτάροιο
                     φίλοιο,</l><l n="209">ὅς σʼ ἀγαθὰ ῥέζεσκον· ὁμηλικίην δέ μοί ἐσσι.</l></q><milestone n="210" unit="card" ed="p"/><l n="210"><milestone unit="para" ed="P"/>ὣς φάτʼ, ὀϊόμενος λαοσσόον ἔμμεν Ἀθήνην.</l><l n="211">μνηστῆρες δʼ ἑτέρωθεν ὁμόκλεον ἐν μεγάροισι·</l><l n="212">πρῶτος τήν γʼ ἐνένιπε Δαμαστορίδης Ἀγέλαος·</l><q type="unspecified"><l n="213"><milestone unit="para" ed="P"/>Μέντορ, μή σʼ ἐπέεσσι παραιπεπίθῃσιν
                     Ὀδυσσεὺς</l><l n="214">μνηστήρεσσι μάχεσθαι, ἀμυνέμεναι δέ οἱ αὐτῷ.</l><l n="215">ὧδε γὰρ ἡμέτερόν γε νόον τελέεσθαι ὀΐω·</l><l n="216">ὁππότε κεν τούτους κτέωμεν, πατέρʼ ἠδὲ καὶ υἱόν,</l><l n="217">ἐν δὲ σὺ τοῖσιν ἔπειτα πεφήσεαι, οἷα μενοινᾷς</l><l n="218">ἔρδειν ἐν μεγάροις· σῷ δʼ αὐτοῦ κράατι τίσεις.</l><l n="219">αὐτὰρ ἐπὴν ὑμέων γε βίας ἀφελώμεθα χαλκῷ,</l><l n="220">κτήμαθʼ ὁπόσσα τοί ἐστι, τά τʼ ἔνδοθι καὶ τὰ θύρηφι,</l><l n="221">τοῖσιν Ὀδυσσῆος μεταμίξομεν· οὐδέ τοι υἷας</l><l n="222">ζώειν ἐν μεγάροισιν ἐάσομεν, οὐδέ θύγατρας</l><l n="223">οὐδʼ ἄλοχον κεδνὴν Ἰθάκης κατὰ ἄστυ πολεύειν.</l></q><l n="224"><milestone unit="para" ed="P"/>ὣς φάτʼ, Ἀθηναίη δὲ χολώσατο κηρόθι μᾶλλον,</l><l n="225">νείκεσσεν δʼ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσιν·</l><q type="unspecified"><l n="226"><milestone unit="para" ed="P"/>οὐκέτι σοί γʼ, Ὀδυσεῦ, μένος ἔμπεδον οὐδέ τις
                     ἀλκή</l><l n="227">οἵη ὅτʼ ἀμφʼ Ἑλένῃ λευκωλένῳ εὐπατερείῃ,</l><l n="228">εἰνάετες Τρώεσσιν ἐμάρναο νωλεμὲς αἰεί,</l><l n="229">πολλοὺς δʼ ἄνδρας ἔπεφνες ἐν αἰνῇ δηϊοτῆτι,</l><l n="230">σῇ δʼ ἥλω βουλῇ Πριάμου πόλις εὐρυάγυια.</l><l n="231">πῶς δὴ νῦν, ὅτε σόν τε δόμον καὶ κτήμαθʼ ἱκάνεις,</l><l n="232">ἄντα μνηστήρων ὀλοφύρεαι ἄλκιμος εἶναι;</l><l n="233">ἀλλʼ ἄγε δεῦρο, πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον,</l><l n="234">ὄφρʼ εἰδῇς οἷός τοι ἐν ἀνδράσι δυσμενέεσσιν</l><l n="235">Μέντωρ Ἀλκιμίδης εὐεργεσίας ἀποτίνειν.</l></q><l n="236"><milestone unit="para" ed="P"/>ἦ ῥα, καὶ οὔ πω πάγχυ δίδου ἑτεραλκέα νίκην,</l><l n="237">ἀλλʼ ἔτʼ ἄρα σθένεός τε καὶ ἀλκῆς πειρήτιζεν</l><l n="238">ἠμὲν Ὀδυσσῆος ἠδʼ υἱοῦ κυδαλίμοιο.</l><l n="239">αὐτὴ δʼ αἰθαλόεντος ἀνὰ μεγάροιο μέλαθρον</l><l n="240">ἕζετʼ ἀναΐξασα, χελιδόνι εἰκέλη ἄντην.</l><l n="241"><milestone unit="para" ed="P"/>μνηστῆρας δʼ ὤτρυνε Δαμαστορίδης Ἀγέλαος,</l><l n="242">Εὐρύνομός τε καὶ Ἀμφιμέδων Δημοπτόλεμός τε,</l><l n="243">Πείσανδρός τε Πολυκτορίδης Πόλυβός τε δαΐφρων·</l><l n="244">οἱ γὰρ μνηστήρων ἀρετῇ ἔσαν ἔξοχʼ ἄριστοι,</l><l n="245">ὅσσοι ἔτʼ ἔζωον περί τε ψυχέων ἐμάχοντο·</l><l n="246">τοὺς δʼ ἤδη ἐδάμασσε βιὸς καὶ ταρφέες ἰοί.</l><l n="247">τοῖς δʼ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων·</l><q type="unspecified"><l n="248"><milestone unit="para" ed="P"/>ὦ φίλοι, ἤδη σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους·</l><l n="249">καὶ δή οἱ Μέντωρ μὲν ἔβη κενὰ εὔγματα εἰπών,</l><l n="250">οἱ δʼ οἶοι λείπονται ἐπὶ πρώτῃσι θύρῃσι.</l><l n="251">τῷ νῦν μὴ ἅμα πάντες ἐφίετε δούρατα μακρά,</l><l n="252">ἀλλʼ ἄγεθʼ οἱ ἓξ πρῶτον ἀκοντίσατʼ, αἴ κέ ποθι Ζεὺς</l><l n="253">δώῃ Ὀδυσσῆα βλῆσθαι καὶ κῦδος ἀρέσθαι.</l><l n="254">τῶν δʼ ἄλλων οὐ κῆδος, ἐπὴν οὗτός γε πέσῃσιν.</l></q><milestone n="255" unit="card" ed="p"/><l n="255"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὡς
                  ἐκέλευεν,</l><l n="256">ἱέμενοι· τὰ δὲ πάντα ἐτώσια θῆκεν Ἀθήνη,</l><l n="257">τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο</l><l n="258">βεβλήκει, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·</l><l n="259">ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.</l><l n="260">αὐτὰρ ἐπεὶ δὴ δούρατʼ ἀλεύαντο μνηστήρων,</l><l n="261">τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="262"><milestone unit="para" ed="P"/>ὦ φίλοι, ἤδη μέν κεν ἐγὼν εἴποιμι καὶ ἄμμι</l><l n="263">μνηστήρων ἐς ὅμιλον ἀκοντίσαι, οἳ μεμάασιν</l><l n="264">ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν.</l></q><l n="265"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὀξέα δοῦρα</l><l n="266">ἄντα τιτυσκόμενοι· Δημοπτόλεμον μὲν Ὀδυσσεύς,</l><l n="267">Εὐρυάδην δʼ ἄρα Τηλέμαχος, Ἔλατον δὲ συβώτης,</l><l n="268">Πείσανδρον δʼ ἄρʼ ἔπεφνε βοῶν ἐπιβουκόλος ἀνήρ.</l><l n="269">οἱ μὲν ἔπειθʼ ἅμα πάντες ὀδὰξ ἕλον ἄσπετον οὖδας,</l><l n="270">μνηστῆρες δʼ ἀνεχώρησαν μεγάροιο μυχόνδε·</l><l n="271">τοὶ δʼ ἄρʼ ἐπήϊξαν, νεκύων δʼ ἐξ ἔγχεʼ ἕλοντο.</l><l n="272"><milestone unit="para" ed="P"/>αὖτις δὲ μνηστῆρες ἀκόντισαν ὀξέα δοῦρα</l><l n="273">ἱέμενοι· τὰ δὲ πολλὰ ἐτώσια θῆκεν Ἀθήνη.</l><l n="274">τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο</l><l n="275">βεβλήκειν, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·</l><l n="276">ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.</l><l n="277">Ἀμφιμέδων δʼ ἄρα Τηλέμαχον βάλε χεῖρʼ ἐπὶ καρπῷ</l><l n="278">λίγδην, ἄκρον δὲ ῥινὸν δηλήσατο χαλκός.</l><l n="279">Κτήσιππος δʼ Εὔμαιον ὑπὲρ σάκος ἔγχεϊ μακρῷ</l><l n="280">ὦμον ἐπέγραψεν· τὸ δʼ ὑπέρπτατο, πῖπτε δʼ ἔραζε.</l><l n="281">τοὶ δʼ αὖτʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην,</l><l n="282">μνηστήρων ἐς ὅμιλον ἀκόντισαν ὀξέα δοῦρα.</l><l n="283">ἔνθʼ αὖτʼ Εὐρυδάμαντα βάλε πτολίπορθος Ὀδυσσεύς,</l><l n="284">Ἀμφιμέδοντα δὲ Τηλέμαχος, Πόλυβον δὲ συβώτης·</l><l n="285">Κτήσιππον δʼ ἄρʼ ἔπειτα βοῶν ἐπιβουκόλος ἀνὴρ</l><l n="286">βεβλήκει πρὸς στῆθος, ἐπευχόμενος δὲ προσηύδα·</l><q type="unspecified"><l n="287"><milestone unit="para" ed="P"/>ὦ Πολυθερσεΐδη φιλοκέρτομε, μή ποτε πάμπαν</l><l n="288">εἴκων ἀφραδίῃς μέγα εἰπεῖν, ἀλλὰ θεοῖσιν</l><l n="289">μῦθον ἐπιτρέψαι, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.</l><l n="290">τοῦτό τοι ἀντὶ ποδὸς ξεινήϊον, ὅν ποτʼ ἔδωκας</l><l n="291">ἀντιθέῳ Ὀδυσῆϊ δόμον κάτʼ ἀλητεύοντι.</l></q><milestone n="292" unit="card" ed="p"/><l n="292"><milestone unit="para" ed="P"/>ἦ ῥα βοῶν ἑλίκων ἐπιβουκόλος· αὐτὰρ Ὀδυσσεὺς</l><l n="293">οὖτα Δαμαστορίδην αὐτοσχεδὸν ἔγχεϊ μακρῷ.</l><l n="294">Τηλέμαχος δʼ Εὐηνορίδην Λειώκριτον οὖτα</l><l n="295">δουρὶ μέσον κενεῶνα, διαπρὸ δὲ χαλκὸν ἔλασσεν·</l><l n="296">ἤριπε δὲ πρηνής, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ.</l><l n="297">δὴ τότʼ Ἀθηναίη φθισίμβροτον αἰγίδʼ ἀνέσχεν</l><l n="298">ὑψόθεν ἐξ ὀροφῆς· τῶν δὲ φρένες ἐπτοίηθεν.</l><l n="299">οἱ δʼ ἐφέβοντο κατὰ μέγαρον βόες ὣς ἀγελαῖαι·</l><l n="300">τὰς μέν τʼ αἰόλος οἶστρος ἐφορμηθεὶς ἐδόνησεν</l><l n="301">ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται.</l><l n="302">οἱ δʼ ὥς τʼ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι,</l><l n="303">ἐξ ὀρέων ἐλθόντες ἐπʼ ὀρνίθεσσι θόρωσι·</l><l n="304">ταὶ μέν τʼ ἐν πεδίῳ νέφεα πτώσσουσαι ἵενται,</l><l n="305">οἱ δέ τε τὰς ὀλέκουσιν ἐπάλμενοι, οὐδέ τις ἀλκὴ</l><l n="306">γίγνεται οὐδὲ φυγή· χαίρουσι δέ τʼ ἀνέρες ἄγρῃ·</l><l n="307">ὣς ἄρα τοὶ μνηστῆρας ἐπεσσύμενοι κατὰ δῶμα</l><l n="308">τύπτον ἐπιστροφάδην· τῶν δὲ στόνος ὤρνυτʼ ἀεικὴς</l><l n="309">κράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦε.</l><l n="310"><milestone unit="para" ed="P"/>Λειώδης δʼ Ὀδυσῆος ἐπεσσύμενος λάβε γούνων,</l><l n="311">καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="312"><milestone unit="para" ed="P"/>γουνοῦμαί σʼ, Ὀδυσεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ
                     ἐλέησον·</l><l n="313">οὐ γάρ πώ τινά φημι γυναικῶν ἐν μεγάροισιν</l><l n="314">εἰπεῖν οὐδέ τι ῥέξαι ἀτάσθαλον· ἀλλὰ καὶ ἄλλους</l><l n="315">παύεσκον μνηστῆρας, ὅτις τοιαῦτά γε ῥέζοι.</l><l n="316">ἀλλά μοι οὐ πείθοντο κακῶν ἄπο χεῖρας ἔχεσθαι·</l><l n="317">τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.</l><l n="318">αὐτὰρ ἐγὼ μετὰ τοῖσι θυοσκόος οὐδὲν ἐοργὼς</l><l n="319">κείσομαι, ὡς οὐκ ἔστι χάρις μετόπισθʼ εὐεργέων·</l></q><l n="320"><milestone unit="para" ed="P"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="321">εἰ μὲν δὴ μετὰ τοῖσι θυοσκόος εὔχεαι εἶναι,</l><l n="322">πολλάκι που μέλλεις ἀρήμεναι ἐν μεγάροισι</l><l n="323">τηλοῦ ἐμοὶ νόστοιο τέλος γλυκεροῖο γενέσθαι,</l><l n="324">σοὶ δʼ ἄλοχόν τε φίλην σπέσθαι καὶ τέκνα τεκέσθαι·</l><l n="325">τῷ οὐκ ἂν θάνατόν γε δυσηλεγέα προφύγοισθα.</l></q><l n="326"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας ξίφος εἵλετο χειρὶ παχείῃ</l><l n="327">κείμενον, ὅ ῥʼ Ἀγέλαος ἀποπροέηκε χαμᾶζε</l><l n="328">κτεινόμενος· τῷ τόν γε κατʼ αὐχένα μέσσον ἔλασσε.</l><l n="329">φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.</l><milestone n="330" unit="card" ed="p"/><l n="330"><milestone unit="para" ed="P"/>Τερπιάδης δʼ ἔτʼ ἀοιδὸς ἀλύσκανε κῆρα μέλαιναν,</l><l n="331">Φήμιος, ὅς ῥʼ ἤειδε μετὰ μνηστῆρσιν ἀνάγκῃ.</l><l n="332">ἔστη δʼ ἐν χείρεσσίν ἔχων φόρμιγγα λίγειαν</l><l n="333">ἄγχι παρʼ ὀρσοθύρην· δίχα δὲ φρεσὶ μερμήριζεν,</l><l n="334">ἢ ἐκδὺς μεγάροιο Διὸς μεγάλου ποτὶ βωμὸν</l><l n="335">ἑρκείου ἵζοιτο τετυγμένον, ἔνθʼ ἄρα πολλὰ</l><l n="336">Λαέρτης Ὀδυσεύς τε βοῶν ἐπὶ μηρίʼ ἔκηαν,</l><l n="337">ἦ γούνων λίσσοιτο προσαΐξας Ὀδυσῆα.</l><l n="338">ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,</l><l n="339">γούνων ἅψασθαι Λαερτιάδεω Ὀδυσῆος.</l><l n="340">ἦ τοι ὁ φόρμιγγα γλαφυρὴν κατέθηκε χαμᾶζε</l><l n="341">μεσσηγὺς κρητῆρος ἰδὲ θρόνου ἀργυροήλου,</l><l n="342">αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσαΐξας λάβε γούνων,</l><l n="343">καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="344"><milestone unit="para" ed="P"/>γουνοῦμαί σʼ, Ὀδυσεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ
                     ἐλέησον·</l><l n="345">αὐτῷ τοι μετόπισθʼ ἄχος ἔσσεται, εἴ κεν ἀοιδὸν</l><l n="346">πέφνῃς, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀείδω.</l><l n="347">αὐτοδίδακτος δʼ εἰμί, θεὸς δέ μοι ἐν φρεσὶν οἴμας</l><l n="348">παντοίας ἐνέφυσεν· ἔοικα δέ τοι παραείδειν</l><l n="349">ὥς τε θεῷ· τῷ μή με λιλαίεο δειροτομῆσαι.</l><l n="350">καί κεν Τηλέμαχος τάδε γʼ εἴποι, σὸς φίλος υἱός,</l><l n="351">ὡς ἐγὼ οὔ τι ἑκὼν ἐς σὸν δόμον οὐδὲ χατίζων</l><l n="352">πωλεύμην μνηστῆρσιν ἀεισόμενος μετὰ δαῖτας,</l><l n="353">ἀλλὰ πολὺ πλέονες καὶ κρείσσονες ἦγον ἀνάγκῃ.</l></q><l n="354"><milestone unit="para" ed="P"/>ὣς φάτο, τοῦ δʼ ἤκουσʼ ἱερὴ ἲς Τηλεμάχοιο,</l><l n="355">αἶψα δʼ ἑὸν πατέρα προσεφώνεεν ἐγγὺς ἐόντα·</l><q type="unspecified"><l n="356"><milestone unit="para" ed="P"/>ἴσχεο μηδέ τι τοῦτον ἀναίτιον οὔταε χαλκῷ·</l><l n="357">καὶ κήρυκα Μέδοντα σαώσομεν, ὅς τέ μευ αἰεὶ</l><l n="358">οἴκῳ ἐν ἡμετέρῳ κηδέσκετο παιδὸς ἐόντος,</l><l n="359">εἰ δὴ μή μιν ἔπεφνε Φιλοίτιος ἠὲ συβώτης,</l><l n="360">ἠὲ σοὶ ἀντεβόλησεν ὀρινομένῳ κατὰ δῶμα.</l></q><l n="361"><milestone unit="para" ed="P"/>ὣς φάτο, τοῦ δʼ ἤκουσε Μέδων πεπνυμένα εἰδώς·</l><l n="362">πεπτηὼς γὰρ ἔκειτο ὑπὸ θρόνον, ἀμφὶ δὲ δέρμα</l><l n="363">ἕστο βοὸς νεόδαρτον, ἀλύσκων κῆρα μέλαιναν.</l><l n="364">αἶψα δʼ ἀπὸ θρόνου ὦρτο, θοῶς δʼ ἀπέδυνε βοείην.</l><l n="365">Τηλέμαχον δʼ ἄρʼ ἔπειτα προσαΐξας λάβε γούνων,</l><l n="366">καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="367"><milestone unit="para" ed="P"/>ὦ φίλʼ, ἐγὼ μὲν ὅδʼ εἰμί, σὺ δʼ ἴσχεο εἰπὲ δὲ
                     πατρὶ</l><l n="368">μή με περισθενέων δηλήσεται ὀξέϊ χαλκῷ,</l><l n="369">ἀνδρῶν μνηστήρων κεχολωμένος, οἵ οἱ ἔκειρον</l><l n="370">κτήματʼ ἐνὶ μεγάροις, σὲ δὲ νήπιοι οὐδὲν ἔτιον.</l></q><l n="371"><milestone unit="para" ed="P"/>τὸν δʼ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς·</l><q type="unspecified"><l n="372">θάρσει, ἐπεὶ δή σʼ οὗτος ἐρύσσατο καὶ ἐσάωσεν,</l><l n="373">ὄφρα γνῷς κατὰ θυμόν, ἀτὰρ εἴπῃσθα καὶ ἄλλῳ,</l><l n="374">ὡς κακοεργίης εὐεργεσίη μέγʼ ἀμείνων.</l><l n="375">ἀλλʼ ἐξελθόντες μεγάρων ἕζεσθε θύραζε</l><l n="376">ἐκ φόνου εἰς αὐλήν, σύ τε καὶ πολύφημος ἀοιδός,</l><l n="377">ὄφρʼ ἂν ἐγὼ κατὰ δῶμα πονήσομαι ὅττεό με χρή.</l></q><milestone n="378" unit="card" ed="p"/><l n="378"><milestone unit="para" ed="P"/>ὣς φάτο, τὼ δʼ ἔξω βήτην μεγάροιο κιόντε,</l><l n="379">ἑζέσθην δʼ ἄρα τώ γε Διὸς μεγάλου ποτὶ βωμόν,</l><l n="380">πάντοσε παπταίνοντε, φόνον ποτιδεγμένω αἰεί.</l><l n="381">πάπτηνεν δʼ Ὀδυσεὺς καθʼ ἑὸν δόμον, εἴ τις ἔτʼ ἀνδρῶν</l><l n="382">ζωὸς ὑποκλοπέοιτο, ἀλύσκων κῆρα μέλαιναν.</l><l n="383">τοὺς δὲ ἴδεν μάλα πάντας ἐν αἵματι καὶ κονίῃσι</l><l n="384">πεπτεῶτας πολλούς, ὥστʼ ἰχθύας, οὕς θʼ ἁλιῆες</l><l n="385">κοῖλον ἐς αἰγιαλὸν πολιῆς ἔκτοσθε θαλάσσης</l><l n="386">δικτύῳ ἐξέρυσαν πολυωπῷ· οἱ δέ τε πάντες</l><l n="387">κύμαθʼ ἁλὸς ποθέοντες ἐπὶ ψαμάθοισι κέχυνται·</l><l n="388">τῶν μέν τʼ Ἠέλιος φαέθων ἐξείλετο θυμόν·</l><l n="389">ὣς τότʼ ἄρα μνηστῆρες ἐπʼ ἀλλήλοισι κέχυντο.</l><l n="390">δὴ τότε Τηλέμαχον προσέφη πολύμητις Ὀδυσσεύς·</l><q type="unspecified"><l n="391"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, εἰ δʼ ἄγε μοι κάλεσον τροφὸν
                     Εὐρύκλειαν,</l><l n="392">ὄφρα ἔπος εἴπωμι τό μοι καταθύμιόν ἐστιν.</l></q><l n="393">ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,</l><l n="394">κινήσας δὲ θύρην προσέφη τροφὸν Εὐρύκλειαν·</l><q type="unspecified"><l n="395"><milestone unit="para" ed="P"/>δεῦρο δὴ ὄρσο, γρηῢ παλαιγενές, ἥ τε
                     γυναικῶν</l><l n="396">δμῳάων σκοπός ἐσσι κατὰ μέγαρʼ ἡμετεράων·</l><l n="397">ἔρχεο· κικλήσκει σε πατὴρ ἐμός, ὄφρα τι εἴπῃ.</l></q><l n="398"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος,</l><l n="399">ὤϊξεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων,</l><l n="400">βῆ δʼ ἴμεν· αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευεν.</l><l n="401">εὗρεν ἔπειτʼ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν,</l><l n="402">αἵματι καὶ λύθρῳ πεπαλαγμένον ὥστε λέοντα,</l><l n="403">ὅς ῥά τε βεβρωκὼς βοὸς ἔρχεται ἀγραύλοιο·</l><l n="404">πᾶν δʼ ἄρα οἱ στῆθός τε παρήϊά τʼ ἀμφοτέρωθεν</l><l n="405">αἱματόεντα πέλει, δεινὸς δʼ εἰς ὦπα ἰδέσθαι·</l><l n="406">ὣς Ὀδυσεὺς πεπάλακτο πόδας καὶ χεῖρας ὕπερθεν.</l><l n="407">ἡ δʼ ὡς οὖν νέκυάς τε καὶ ἄσπετον εἴσιδεν αἷμα,</l><l n="408">ἴθυσέν ῥʼ ὀλολύξαι, ἐπεὶ μέγα εἴσιδεν ἔργον·</l><l n="409">ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένην περ,</l><l n="410">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="411"><milestone unit="para" ed="P"/>ἐν θυμῷ, γρηῦ, χαῖρε καὶ ἴσχεο μηδʼ ὀλόλυζε·</l><l n="412">οὐχ ὁσίη κταμένοισιν ἐπʼ ἀνδράσιν εὐχετάασθαι.</l><l n="413">τούσδε δὲ μοῖρʼ ἐδάμασσε θεῶν καὶ σχέτλια ἔργα·</l><l n="414">οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,</l><l n="415">οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο·</l><l n="416">τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.</l><l n="417">ἀλλʼ ἄγε μοι σὺ γυναῖκας ἐνὶ μεγάροις κατάλεξον,</l><l n="418">αἵ τέ μʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν.</l></q><l n="419"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·</l><q type="unspecified"><l n="420">τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.</l><l n="421">πεντήκοντά τοί εἰσιν ἐνὶ μεγάροισι γυναῖκες</l><l n="422">δμῳαί, τὰς μέν τʼ ἔργα διδάξαμεν ἐργάζεσθαι,</l><l n="423">εἴριά τε ξαίνειν καὶ δουλοσύνην ἀνέχεσθαι·</l><l n="424">τάων δώδεκα πᾶσαι ἀναιδείης ἐπέβησαν,</l><l n="425">οὔτʼ ἐμὲ τίουσαι οὔτʼ αὐτὴν Πηνελόπειαν.</l><l n="426">Τηλέμαχος δὲ νέον μὲν ἀέξετο, οὐδέ ἑ μήτηρ</l><l n="427">σημαίνειν εἴασκεν ἐπὶ δμῳῇσι γυναιξίν.</l><l n="428">ἀλλʼ ἄγʼ ἐγὼν ἀναβᾶσʼ ὑπερώϊα σιγαλόεντα</l><l n="429">εἴπω σῇ ἀλόχῳ, τῇ τις θεὸς ὕπνον ἐπῶρσε.</l></q><milestone n="430" unit="card" ed="p"/><l n="430"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς</l><q type="unspecified"><l n="431">μή πω τήνδʼ ἐπέγειρε· σὺ δʼ ἐνθάδε εἰπὲ γυναιξὶν</l><l n="432">ἐλθέμεν, αἵ περ πρόσθεν ἀεικέα μηχανόωντο.</l></q><l n="433"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει</l><l n="434">ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.</l><l n="435">αὐτὰρ ὁ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην</l><l n="436">εἰς ἓ καλεσσάμενος ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="437"><milestone unit="para" ed="P"/>ἄρχετε νῦν νέκυας φορέειν καὶ ἄνωχθε
                     γυναῖκας·</l><l n="438">αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας</l><l n="439">ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι καθαίρειν.</l><l n="440">αὐτὰρ ἐπὴν δὴ πάντα δόμον κατακοσμήσησθε,</l><l n="441">δμῳὰς ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,</l><l n="442">μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,</l><l n="443">θεινέμεναι ξίφεσιν τανυήκεσιν, εἰς ὅ κε πασέων</l><l n="444">ψυχὰς ἐξαφέλησθε καὶ ἐκλελάθωντʼ Ἀφροδίτης,</l><l n="445">τὴν ἄρʼ ὑπὸ μνηστῆρσιν ἔχον μίσγοντό τε λάθρη.</l></q><l n="446"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, αἱ δὲ γυναῖκες ἀολλέες ἦλθον ἅπασαι,</l><l n="447">αἴνʼ ὀλοφυρόμεναι, θαλερὸν κατὰ δάκρυ χέουσαι.</l><l n="448">πρῶτα μὲν οὖν νέκυας φόρεον κατατεθνηῶτας,</l><l n="449">κὰδ δʼ ἄρʼ ὑπʼ αἰθούσῃ τίθεσαν εὐερκέος αὐλῆς,</l><l n="450">ἀλλήλοισιν ἐρείδουσαι· σήμαινε δʼ Ὀδυσσεὺς</l><l n="451">αὐτὸς ἐπισπέρχων· ταὶ δʼ ἐκφόρεον καὶ ἀνάγκῃ.</l><l n="452">αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας</l><l n="453">ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι κάθαιρον.</l><l n="454">αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτῃς</l><l n="455">λίστροισιν δάπεδον πύκα ποιητοῖο δόμοιο</l><l n="456">ξῦον· ταὶ δʼ ἐφόρεον δμῳαί, τίθεσαν δὲ θύραζε.</l><l n="457">αὐτὰρ ἐπειδὴ πᾶν μέγαρον διεκοσμήσαντο,</l><l n="458">δμῳὰς δʼ ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,</l><l n="459">μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,</l><l n="460">εἴλεον ἐν στείνει, ὅθεν οὔ πως ἦεν ἀλύξαι.</l><l n="461">τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἦρχʼ ἀγορεύειν·</l><q type="unspecified"><l n="462"><milestone unit="para" ed="P"/>μὴ μὲν δὴ καθαρῷ θανάτῳ ἀπὸ θυμὸν ἑλοίμην</l><l n="463">τάων, αἳ δὴ ἐμῇ κεφαλῇ κατʼ ὀνείδεα χεῦαν</l><l n="464">μητέρι θʼ ἡμετέρῃ παρά τε μνηστῆρσιν ἴαυον.</l></q><milestone n="465" unit="card" ed="p"/><l n="465"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, καὶ πεῖσμα νεὸς κυανοπρῴροιο</l><l n="466">κίονος ἐξάψας μεγάλης περίβαλλε θόλοιο,</l><l n="467">ὑψόσʼ ἐπεντανύσας, μή τις ποσὶν οὖδας ἵκοιτο.</l><l n="468">ὡς δʼ ὅτʼ ἂν ἢ κίχλαι τανυσίπτεροι ἠὲ πέλειαι</l><l n="469">ἕρκει ἐνιπλήξωσι, τό θʼ ἑστήκῃ ἐνὶ θάμνῳ,</l><l n="470">αὖλιν ἐσιέμεναι, στυγερὸς δʼ ὑπεδέξατο κοῖτος,</l><l n="471">ὣς αἵ γʼ ἑξείης κεφαλὰς ἔχον, ἀμφὶ δὲ πάσαις</l><l n="472">δειρῇσι βρόχοι ἦσαν, ὅπως οἴκτιστα θάνοιεν.</l><l n="473">ἤσπαιρον δὲ πόδεσσι μίνυνθά περ οὔ τι μάλα δήν.</l><l n="474"><milestone unit="para" ed="P"/>ἐκ δὲ Μελάνθιον ἦγον ἀνὰ πρόθυρόν τε καὶ αὐλήν·</l><l n="475">τοῦ δʼ ἀπὸ μὲν ῥῖνάς τε καὶ οὔατα νηλέϊ χαλκῷ</l><l n="476">τάμνον, μήδεά τʼ ἐξέρυσαν, κυσὶν ὠμὰ δάσασθαι,</l><l n="477">χεῖράς τʼ ἠδὲ πόδας κόπτον κεκοτηότι θυμῷ.</l><l n="478"><milestone unit="para" ed="P"/>οἱ μὲν ἔπειτʼ ἀπονιψάμενοι χεῖράς τε πόδας τε</l><l n="479">εἰς Ὀδυσῆα δόμονδε κίον, τετέλεστο δὲ ἔργον·</l><l n="480">αὐτὰρ ὅ γε προσέειπε φίλην τροφὸν Εὐρύκλειαν·</l><q type="unspecified"><l n="481">οἶσε θέειον, γρηΰ, κακῶν ἄκος, οἶσε δέ μοι πῦρ,</l><l n="482">ὄφρα θεειώσω μέγαρον· σὺ δὲ Πηνελόπειαν</l><l n="483">ἐλθεῖν ἐνθάδʼ ἄνωχθι σὺν ἀμφιπόλοισι γυναιξί·</l><l n="484">πάσας δʼ ὄτρυνον δμῳὰς κατὰ δῶμα νέεσθαι.</l></q><l n="485">τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·</l><q type="unspecified"><l n="486">ναὶ δὴ ταῦτά γε, τέκνον ἐμόν, κατὰ μοῖραν ἔειπες.</l><l n="487">ἀλλʼ ἄγε τοι χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἐνείκω,</l><l n="488">μηδʼ οὕτω ῥάκεσιν πεπυκασμένος εὐρέας ὤμους</l><l n="489">ἕσταθʼ ἐνὶ μεγάροισι· νεμεσσητὸν δέ κεν εἴη.</l></q><l n="490"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="491">πῦρ νῦν μοι πρώτιστον ἐνὶ μεγάροισι γενέσθω.</l></q><l n="492"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε φίλη τροφὸς Εὐρύκλεια,</l><l n="493">ἤνεικεν δʼ ἄρα πῦρ καὶ θήϊον· αὐτὰρ Ὀδυσσεὺς</l><l n="494">εὖ διεθείωσεν μέγαρον καὶ δῶμα καὶ αὐλήν.</l><l n="495">γρηῢς δʼ αὖτʼ ἀπέβη διὰ δώματα κάλʼ Ὀδυσῆος</l><l n="496">ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι·</l><l n="497">αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι.</l><l n="498">αἱ μὲν ἄρʼ ἀμφεχέοντο καὶ ἠσπάζοντʼ Ὀδυσῆα,</l><l n="499">καὶ κύνεον ἀγαπαξόμεναι κεφαλήν τε καὶ ὤμους</l><l n="500">χεῖράς τʼ αἰνύμεναι· τὸν δὲ γλυκὺς ἵμερος ᾕρει</l><l n="501">κλαυθμοῦ καὶ στοναχῆς, γίγνωσκε δʼ ἄρα φρεσὶ πάσας.</l></div><div n="23" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">γρηῢς δʼ εἰς ὑπερῷʼ ἀνεβήσετο καγχαλόωσα,</l><l n="2">δεσποίνῃ ἐρέουσα φίλον πόσιν ἔνδον ἐόντα·</l><l n="3">γούνατα δʼ ἐρρώσαντο, πόδες δʼ ὑπερικταίνοντο.</l><l n="4">στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·</l><q type="unspecified"><l n="5"><milestone unit="para" ed="P"/>ἔγρεο, Πηνελόπεια, φίλον τέκος, ὄφρα ἴδηαι</l><l n="6">ὀφθαλμοῖσι τεοῖσι τά τʼ ἔλδεαι ἤματα πάντα.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>