<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.65-22.121</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.65-22.121</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="22" type="textpart" subtype="book"><q type="unspecified"><l n="65">νῦν ὑμῖν παράκειται ἐναντίον ἠὲ μάχεσθαι</l><l n="66">ἢ φεύγειν, ὅς κεν θάνατον καὶ κῆρας ἀλύξῃ·</l><l n="67">ἀλλά τινʼ οὐ φεύξεσθαι ὀΐομαι αἰπὺν ὄλεθρον.</l></q><l n="68"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῶν δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον
                  ἦτορ.</l><l n="69">τοῖσιν δʼ Εὐρύμαχος προσεφώνεε δεύτερον αὖτις·</l><q type="unspecified"><l n="70"><milestone unit="para" ed="P"/>ὦ φίλοι, οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας
                     ἀάπτους,</l><l n="71">ἀλλʼ ἐπεὶ ἔλλαβε τόξον ἐΰξοον ἠδὲ φαρέτρην,</l><l n="72">οὐδοῦ ἄπο ξεστοῦ τοξάσσεται, εἰς ὅ κε πάντας</l><l n="73">ἄμμε κατακτείνῃ· ἀλλὰ μνησώμεθα χάρμης.</l><l n="74">φάσγανά τε σπάσσασθε καὶ ἀντίσχεσθε τραπέζας</l><l n="75">ἰῶν ὠκυμόρων· ἐπὶ δʼ αὐτῷ πάντες ἔχωμεν</l><l n="76">ἀθρόοι, εἴ κέ μιν οὐδοῦ ἀπώσομεν ἠδὲ θυράων,</l><l n="77">ἔλθωμεν δʼ ἀνὰ ἄστυ, βοὴ δʼ ὤκιστα γένοιτο·</l><l n="78">τῷ κε τάχʼ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.</l></q><milestone n="79" unit="card" ed="p"/><l n="79"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξὺ</l><l n="80">χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον, ἆλτο δʼ ἐπʼ αὐτῷ</l><l n="81">σμερδαλέα ἰάχων· ὁ δʼ ἁμαρτῆ δῖος Ὀδυσσεὺς</l><l n="82">ἰὸν ἀποπροίει, βάλε δὲ στῆθος παρὰ μαζόν,</l><l n="83">ἐν δέ οἱ ἥπατι πῆξε θοὸν βέλος· ἐκ δʼ ἄρα χειρὸς</l><l n="84">φάσγανον ἧκε χαμᾶζε, περιρρηδὴς δὲ τραπέζῃ</l><l n="85">κάππεσεν ἰδνωθείς, ἀπὸ δʼ εἴδατα χεῦεν ἔραζε</l><l n="86">καὶ δέπας ἀμφικύπελλον· ὁ δὲ χθόνα τύπτε μετώπῳ</l><l n="87">θυμῷ ἀνιάζων, ποσὶ δὲ θρόνον ἀμφοτέροισι</l><l n="88">λακτίζων ἐτίνασσε· κατʼ ὀφθαλμῶν δʼ ἔχυτʼ ἀχλύς.</l><l n="89"><milestone unit="para" ed="P"/>Ἀμφίνομος δʼ Ὀδυσῆος ἐείσατο κυδαλίμοιο</l><l n="90">ἀντίος ἀΐξας, εἴρυτο δὲ φάσγανον ὀξύ,</l><l n="91">εἴ πώς οἱ εἴξειε θυράων. ἀλλʼ ἄρα μιν φθῆ</l><l n="92">Τηλέμαχος κατόπισθε βαλὼν χαλκήρεϊ δουρὶ</l><l n="93">ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν·</l><l n="94">δούπησεν δὲ πεσών, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ.</l><l n="95">Τηλέμαχος δʼ ἀπόρουσε, λιπὼν δολιχόσκιον ἔγχος</l><l n="96">αὐτοῦ ἐν Ἀμφινόμῳ· περὶ γὰρ δίε μή τις Ἀχαιῶν</l><l n="97">ἔγχος ἀνελκόμενον δολιχόσκιον ἢ ἐλάσειε</l><l n="98">φασγάνῳ ἀΐξας ἠὲ προπρηνέα τύψας.</l><l n="99">βῆ δὲ θέειν, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν,</l><l n="100">ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="101"><milestone unit="para" ed="P"/>ὦ πάτερ, ἤδη τοι σάκος οἴσω καὶ δύο δοῦρε</l><l n="102">καὶ κυνέην πάγχαλκον, ἐπὶ κροτάφοις ἀραρυῖαν</l><l n="103">αὐτός τʼ ἀμφιβαλεῦμαι ἰών, δώσω δὲ συβώτῃ</l><l n="104">καὶ τῷ βουκόλῳ ἄλλα· τετευχῆσθαι γὰρ ἄμεινον.</l></q><l n="105"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="106">οἶσε θέων, ἧός μοι ἀμύνεσθαι πάρʼ ὀϊστοί,</l><l n="107">μή μʼ ἀποκινήσωσι θυράων μοῦνον ἐόντα.</l></q><l n="108"><milestone unit="para" ed="P"/>ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,</l><l n="109">βῆ δʼ ἴμεναι θάλαμόνδʼ, ὅθι οἱ κλυτὰ τεύχεα κεῖτο.</l><l n="110">ἔνθεν τέσσαρα μὲν σάκεʼ ἔξελε, δούρατα δʼ ὀκτὼ</l><l n="111">καὶ πίσυρας κυνέας χαλκήρεας ἱπποδασείας·</l><l n="112">βῆ δὲ φέρων, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν,</l><l n="113">αὐτὸς δὲ πρώτιστα περὶ χροῒ δύσετο χαλκόν·</l><l n="114">ὣς δʼ αὔτως τὼ δμῶε δυέσθην τεύχεα καλά,</l><l n="115">ἔσταν δʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην.</l><l n="116"><milestone unit="para" ed="P"/>αὐτὰρ ὅ γʼ, ὄφρα μὲν αὐτῷ ἀμύνεσθαι ἔσαν ἰοί.</l><l n="117">τόφρα μνηστήρων ἕνα γʼ αἰεὶ ᾧ ἐνὶ οἴκῳ</l><l n="118">βάλλε τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.</l><l n="119">αὐτὰρ ἐπεὶ λίπον ἰοὶ ὀϊστεύοντα ἄνακτα,</l><l n="120">τόξον μὲν πρὸς σταθμὸν ἐϋσταθέος μεγάροιο</l><l n="121">ἔκλινʼ ἑστάμεναι, πρὸς ἐνώπια παμφανόωντα,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>