<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.496-23.75</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:22.496-23.75</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="22" type="textpart" subtype="book"><l n="496">ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι·</l><l n="497">αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι.</l><l n="498">αἱ μὲν ἄρʼ ἀμφεχέοντο καὶ ἠσπάζοντʼ Ὀδυσῆα,</l><l n="499">καὶ κύνεον ἀγαπαξόμεναι κεφαλήν τε καὶ ὤμους</l><l n="500">χεῖράς τʼ αἰνύμεναι· τὸν δὲ γλυκὺς ἵμερος ᾕρει</l><l n="501">κλαυθμοῦ καὶ στοναχῆς, γίγνωσκε δʼ ἄρα φρεσὶ πάσας.</l></div><div n="23" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">γρηῢς δʼ εἰς ὑπερῷʼ ἀνεβήσετο καγχαλόωσα,</l><l n="2">δεσποίνῃ ἐρέουσα φίλον πόσιν ἔνδον ἐόντα·</l><l n="3">γούνατα δʼ ἐρρώσαντο, πόδες δʼ ὑπερικταίνοντο.</l><l n="4">στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·</l><q type="unspecified"><l n="5"><milestone unit="para" ed="P"/>ἔγρεο, Πηνελόπεια, φίλον τέκος, ὄφρα ἴδηαι</l><l n="6">ὀφθαλμοῖσι τεοῖσι τά τʼ ἔλδεαι ἤματα πάντα.</l><l n="7">ἦλθʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὀψέ περ ἐλθών.</l><l n="8">μνηστῆρας δʼ ἔκτεινεν ἀγήνορας, οἵ θʼ ἑὸν οἶκον</l><l n="9">κήδεσκον καὶ κτήματʼ ἔδον βιόωντό τε παῖδα.</l></q><l n="10">τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="11">μαῖα φίλη, μάργην σε θεοὶ θέσαν, οἵ τε δύνανται</l><l n="12">ἄφρονα ποιῆσαι καὶ ἐπίφρονά περ μάλʼ ἐόντα,</l><l n="13">καί τε χαλιφρονέοντα σαοφροσύνης ἐπέβησαν·</l><l n="14">οἵ σέ περ ἔβλαψαν· πρὶν δὲ φρένας αἰσίμη ἦσθα.</l><l n="15">τίπτε με λωβεύεις πολυπενθέα θυμὸν ἔχουσαν</l><l n="16">ταῦτα παρὲξ ἐρέουσα καὶ ἐξ ὕπνου μʼ ἀνεγείρεις</l><l n="17">ἡδέος, ὅς μʼ ἐπέδησε φίλα βλέφαρʼ ἀμφικαλύψας;</l><l n="18">οὐ γάρ πω τοιόνδε κατέδραθον, ἐξ οὗ Ὀδυσσεὺς</l><l n="19">ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.</l><l n="20">ἀλλʼ ἄγε νῦν κατάβηθι καὶ ἂψ ἔρχευ μέγαρόνδε.</l><l n="21">εἰ γάρ τίς μʼ ἄλλη γε γυναικῶν, αἵ μοι ἔασι,</l><l n="22">ταῦτʼ ἐλθοῦσʼ ἤγγειλε καὶ ἐξ ὕπνου ἀνέγειρεν,</l><l n="23">τῷ κε τάχα στυγερῶς μιν ἐγὼν ἀπέπεμψα νέεσθαι</l><l n="24">αὖτις ἔσω μέγαρον· σὲ δὲ τοῦτό γε γῆρας ὀνήσει.</l></q><l n="25">τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·</l><q type="unspecified"><l n="26">οὔ τί σε λωβεύω, τέκνον φίλον, ἀλλʼ ἔτυμόν τοι</l><l n="27">ἦλθʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὡς ἀγορεύω,</l><l n="28">ὁ ξεῖνος, τὸν πάντες ἀτίμων ἐν μεγάροισι.</l><l n="29">Τηλέμαχος δʼ ἄρα μιν πάλαι ᾔδεεν ἔνδον ἐόντα,</l><l n="30">ἀλλὰ σαοφροσύνῃσι νοήματα πατρὸς ἔκευθεν,</l><l n="31">ὄφρʼ ἀνδρῶν τίσαιτο βίην ὑπερηνορεόντων.</l></q><l n="32"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, ἡ δʼ ἐχάρη καὶ ἀπὸ λέκτροιο θοροῦσα</l><l n="33">γρηῒ περιπλέχθη, βλεφάρων δʼ ἀπὸ δάκρυον ἧκεν·</l><l n="34">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="35"><milestone unit="para" ed="P"/>εἰ δʼ ἄγε δή μοι, μαῖα φίλη, νημερτὲς
                     ἐνίσπες,</l><l n="36">εἰ ἐτεὸν δὴ οἶκον ἱκάνεται, ὡς ἀγορεύεις,</l><l n="37">ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφῆκε</l><l n="38">μοῦνος ἐών, οἱ δʼ αἰὲν ἀολλέες ἔνδον ἔμιμνον.</l></q><l n="39"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·</l><q type="unspecified"><l n="40">οὐκ ἴδον, οὐ πυθόμην, ἀλλὰ στόνον οἶον ἄκουσα</l><l n="41">κτεινομένων· ἡμεῖς δὲ μυχῷ θαλάμων εὐπήκτων</l><l n="42">ἥμεθʼ ἀτυζόμεναι, σανίδες δʼ ἔχον εὖ ἀραρυῖαι,</l><l n="43">πρίν γʼ ὅτε δή με σὸς υἱὸς ἀπὸ μεγάροιο κάλεσσε</l><l n="44">Τηλέμαχος· τὸν γάρ ῥα πατὴρ προέηκε καλέσσαι.</l><l n="45">εὗρον ἔπειτʼ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν</l><l n="46">ἑσταόθʼ· οἱ δέ μιν ἀμφί, κραταίπεδον οὖδας ἔχοντες,</l><l n="47">κείατʼ ἐπʼ ἀλλήλοισιν· ἰδοῦσά κε θυμὸν ἰάνθης.</l><milestone n="49" unit="card" ed="p"/><l n="48">νῦν δʼ οἱ μὲν δὴ πάντες ἐπʼ αὐλείῃσι θύρῃσιν</l><l n="50">ἀθρόοι, αὐτὰρ ὁ δῶμα θεειοῦται περικαλλές,</l><l n="51">πῦρ μέγα κηάμενος· σὲ δέ με προέηκε καλέσσαι.</l><l n="52">ἀλλʼ ἕπευ, ὄφρα σφῶϊν ἐϋφροσύνης ἐπιβῆτον</l><l n="53">ἀμφοτέρω φίλον ἦτορ, ἐπεὶ κακὰ πολλὰ πέποσθε.</l><l n="54">νῦν δʼ ἤδη τόδε μακρὸν ἐέλδωρ ἐκτετέλεσται·</l><l n="55">ἦλθε μὲν αὐτὸς ζωὸς ἐφέστιος, εὗρε δὲ καὶ σὲ</l><l n="56">καὶ παῖδʼ ἐν μεγάροισι· κακῶς δʼ οἵ πέρ μιν ἔρεζον</l><l n="57">μνηστῆρες, τοὺς πάντας ἐτίσατο ᾧ ἐνὶ οἴκῳ.</l></q><l n="58"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="59">μαῖα φίλη, μή πω μέγʼ ἐπεύχεο καγχαλόωσα.</l><l n="60">οἶσθα γὰρ ὥς κʼ ἀσπαστὸς ἐνὶ μεγάροισι φανείη</l><l n="61">πᾶσι, μάλιστα δʼ ἐμοί τε καὶ υἱέϊ, τὸν τεκόμεσθα·</l><l n="62">ἀλλʼ οὐκ ἔσθʼ ὅδε μῦθος ἐτήτυμος, ὡς ἀγορεύεις,</l><l n="63">ἀλλά τις ἀθανάτων κτεῖνε μνηστῆρας ἀγαυούς,</l><l n="64">ὕβριν ἀγασσάμενος θυμαλγέα καὶ κακὰ ἔργα.</l><l n="65">οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,</l><l n="66">οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο·</l><l n="67">τῷ διʼ ἀτασθαλίας ἔπαθον κακόν· αὐτὰρ Ὀδυσσεὺς</l><l n="68">ὤλεσε τηλοῦ νόστον Ἀχαιΐδος, ὤλετο δʼ αὐτός.</l></q><l n="69"><milestone unit="para" ed="P"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα φίλη τροφὸς Εὐρύκλεια·</l><q type="unspecified"><l n="70">τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,</l><l n="71">ἣ πόσιν ἔνδον ἐόντα παρʼ ἐσχάρῃ οὔ ποτʼ ἔφησθα</l><l n="72">οἴκαδʼ ἐλεύσεσθαι· θυμὸς δέ τοι αἰὲν ἄπιστος.</l><l n="73">ἀλλʼ ἄγε τοι καὶ σῆμα ἀριφραδὲς ἄλλο τι εἴπω,</l><l n="74">οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι.</l><l n="75">τὴν ἀπονίζουσα φρασάμην, ἔθελον δὲ σοὶ αὐτῇ</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>